Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
e. ἢ ὁ ἁβρυνόμενος καὶ πολλάκις ᾀδόμενος. τοῦτο λέγει κεχλαδώς.
f. ἄλλως· τριπλόος: ἀκαταλλήλως τῷ μέλος τὸ τριπλόος ἐπήγαγεν ὁ Πίνδαρος, οὐδετέρῳ προσπλέξας τὸ ἀρσενικόν. ἀλλὰ ῥητέον πρὸς τὴν διάνοιαν αὐτὸν ἀπηντηκέναι· Ἀρχιλόχου μέλος ὁ ὕμνος, εἶτα ὕμνος ὁ τριπλοῦς.
g. τριπλόος δὲ ἤτοι ὁ τρὶς ἐπᾳδόμενος, ἢ τρίστροφος [*]() ὢν κατὰ Ἀρίσταρχον.
h. στροφῇ δὲ καὶ ἀντιστρόφῳ [*]() τὰ τῶν λυρικῶν σύγκειται ποιήματα.