Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κατ’ ἐκεῖνον δὲ τὸν χρόνον ὁ τὴν Ναζιανζὸν τὰ τελευταῖα ποιμάνας ἐν κωνσταντινουπόλει διέτριβε, ταῖς ’Αρειανικαῖς ἀντιταττόμενος βλασφημίαις· καὶ τόν τε θεῖον λαὸν ταῖς εύαγγελικαῖς ἄρδων διδασκαλίαις τούς τε τῆς ποίμνης ἔξω πλανωμένους ἀγρεύων καὶ τῆς ὀλεθρίου πόας ἐλευθερῶν οὕτω τὴν ποίμνην ἐκείνην ἐξ ὀλίγης μεγάλην ἀπέφηνε.

τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες ἐκώλυσαν τὴν μετάθεσιν), ἐβεβαίωσε τῷ θειοτάτῳ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν. ὀλίγου δὲ διελθόντος χρόνου, ὁ μὲν θεῖος Μελέτιος εἰς τὴν ἄλυπον μετέστη ζωήν, ὑπὸ πάντων τῶν λόγου μετειληχότων ταῖς ἐπιταφίοις ταινιωθεὶς εὐφημίαις.

Τιμόθεος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ὃς Πέτρον διεδέξατο τὸν τῆς ’Αθανασίου προεδρίας κληρονόμον γενόμενον, ἀντὶ τοῦ θαυμασίου Γρηγορίου Μάξιμόν τινα κεχειροτόνηκε κυνικόν, εὐθὺς αὐτοῦ τὰς κυνικὰς ἀποκείρας τρίχας· καὶ τῆς ’Απολιναρίου δὲ τερθρείας ἀνάπλεως οὗτος ἦν.

Ἀλλ’ οὐκ ἤνεγκαν τοῦ γεγενημένου τὴν ἀτοπίαν οἱ τηνικαῦτα συνειλεγμένοι. ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι καὶ ζήλου θείου καὶ ἀνάπλεοι· Ἑλλάδιος μὲν ὁ τῆς τοῦ μεγάλου Βασιλείου προεδρίας διάδοχος, Γρηγόριος δὲ καὶ Πέτρος οἱ τοὺς αὐτοὺς Βασιλείῳ πατέρας αὐχήσαντες· Ἀμφιλόχιος δὲ Λυκαόνων ἡγεῖτο καὶ Πισιδῶν Ὄπτιμος καὶ Κιλίκων Διόδωρος.

παρὴν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας καὶ [*](3—11 vgl. Socrat. V 7, 1. 8, 4. Sozomen. VII 5, 1. 3, 6. 7, 3. Rufin. H. E. 9 S. 1016, 21 — 9 Canon Nicaen. 15 (Mansi II 673—676) —12 —14 Socrat. Y Gregor. Nyss. Orat. in Melet. PG 46, 852. Job. Chrys. PG 50, 515 —14 17 Sozomen. VII 9, 4. Gregor. Nazianz. Carmina PG 37, 1092, v. 910 f. PG 38, 610) [*](* 3—S. 289, 4 Cass. IX 13 (abgekürzt) —8 —S. 288, 20 Cod. syriac. Br. Mus. 14, 533 f. 168r —22 —S. 288, 1 Theophan. 69, 17) [*](B4 V F HN (n) + GS (s) = r AL (y)) [*](3 kein neues Capitel in HSS ι καιρὸν VG γρ. χρόνον Vm ι 4 ’Aρειανικαῖς] ἀρείου μανικαῖς n ι 5 τε > B4 ι 6 τῆς1 > V ι 7 ὀλεθρίας V ι ὀλίγου n ι 11 θειοτάτῳ > n ι 12 διεληλυθότοσ VF διελθῶτοσ G ι vor χρόνου + τοῦ Β4 ι 13 τῶν] τῶν τοῦ n ι μετειληφότων s ι 13 /14 ταινιωθεὶς] τελειωθεὶς n ι 17 ἑαυτοῦ Β4 ι 17/18 ἀπολλιναρίου Β4 ι 18 τερθρείας] θρησκείασ n ι οὗτος > y ι 21 ὁ > Β4FrL ι 22 αὐτοὺς] αἰτῶ NGy)

288
Εὐλόγιος ὁ Ἐδέσσης καὶ Ἀκάκιος καὶ Ἰσίδωρος ὁ ἡμέτερος καὶ Κύριλλος ὁ τῶν Ἰεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί.

τότε δὴ οὖν οὗτοι πάντες τῶν Αἰγυπτίων σφὰς αὐτοὺς ἀποκρίναντες, οὑν τῷ μεγάλω, Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας.

Ο δὲ θεῖος παρεκάλει Γρηγόριος συμφωνίας πέρι συνηθροισμένους τὴν πρὸς ἀλλήλοις ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρός ἀδικίας, »ἐγώ τε γάρ«, ἔφη,

»τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον. τῶν γὰρ λίαν ἀτοπωτάτων ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν· ἐπίχαρτοι γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα. ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον καὶ νοῦν ἔχοντα τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὑ διαθεῖναι δυνάμενον ἀρχιερέα προβάλλεσθε.«

ταύταις οἱ ἄριστοι ποιμένες ταῖς ὑποθήκαις πεισθέντες, Νεκτάριον, εὐπατρίδην ἄνδρα καὶ περιφανείᾳ γένους κοσμούμενον καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυνόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως· τὸν δὲ Μάξιμον, ὡς τῆς ’Απολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες ἀπεκήρυξαν.

καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας.

Τοῦ δὲ ἐπιγενομένου θέρους εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ τούτων τούτων παραγενόμενοι ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι) συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἐσπέρας ἐπισκότων ἐδέξαντο εἰς τὴν Ῥώμην αὐτοὺς αὐτοὺς προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης.

ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος· ἐπέστειλαν δὲ τόν τε κλύ’ [*](8—15 vgl. Gregor. Nazianz. Orat. XLII 20—24 —16 18 vgl. Socrat. V 8, 12. Sozomen. VII 8. unt. S. 293, 17 f —18 —22 Mansi III 557 f — 26 f vgl. unt. S. 290, 22 f?) [*](Β4 V F HN (n) + GS (s) = r AL (y)) [*](1 ὁ1 > A I ἐδέσησ VFrL ι 2 τῶν > ryι nach Ἱεροσολύμων + ἐπίσκοποσ s I 3 βίῳ καὶ λόγῳ ~ Β4 ι κοσμούμενοι V ι 4 σφᾶς Β4 1 6 περὶ συμφωνίας ~ ry ι 10 ἀπολήψασθαι V ι 11 πολεμίων πολεμίων s ι 12 ούτοι ι 15 προβάλεσθε VS ι 17 καὶ τοῖς — 18 λαμπρυνόμενον > L 19 ἀπολλιναρίου B4 ι 20 ἀπογυμνώσαντεσ s ι καὶ As ι 21/22 ἐν νικαία πίστιν B4 πίστιν ἐν νικαία VFry)

289
δωνα τὸν κατὰ τῶν ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες καὶ τὴν γεγενημένην αὐτῶν ἀμέλειαν αἰνιττόμενοι, ἐν κεφαλαίῳ δὲ καὶ τὸ γεγενημένην τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα. σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα.