Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Απολινάριος δὲ τῆς τῶν ἐκκλησιῶν ἡγεμονίας διαμαρτών, διαρρήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε καὶ αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν. καὶ αὐτὸς μὲν ἐν Λαοδικείᾳ τὰ πλεῖστα διέτριβεν· ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστω κοσμούμενον καὶ τοῖς ἀποστολικοῖς δόγμασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον.

Ὁ δὲ θεῖος Μελέτιος Διόδωρον ἐκεῖνον οὑ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς ἐκκλησίας διασώσαντα σκάφος Ταρσῶν κατέστησε ποιμένα καὶ τὸ Κιλίκων αὐτῶ ἐνεχείρισεν ἔθνος. ’Απαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίοτευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώμασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο· κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος.

οὗτος ἐν τῷ τῆς ζάλης καιρῶ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε. μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν, τοῦτον ἀπέστειλεν ἰατρὸν ἀλεξίκακον· καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς καὶ τοῖς θείοις ἐνετέθραπτο δόγμασι.

καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη· τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέβαλε τοὺς λύκους εἰς πρόβατα.

[*](1—4 Vgl. Socrat. V 5, 6. Sozomen. VII 3, 4 — 9 — 14 vgl. Sozomen. VI 25, 1—2. Chronic. Paschal. a. 362 S. 548, 5 — 15/16 ob. S. 154, 12 f. 263, 8F)[*](* 15 —17 Theophan. 67, 5 —15 —S. 284, 4 Niceph. H. Ε. B [bis 21 λόγος] B4 [von 21 ἐκόσμει an] V F HN (n) + GSP (s) = r AL (y))[*](2 σχήσεις ὦ V ἔχεις εἴσω B σχῆσ ὦ Fry, das Futurum bezeugen Nic. Cass. Σ ι φίλοσ VFN φίλος die übr. HSS > Cass. ι 3 τοῦτο πρότερος ` VF 6 γενάμενοσ B ι τἀς ἐκκλησίας = Nic. Cass. Σ] τῆς ἐκκλησίας τὴν ἡγεμονίαν B ι 9 kein neues Capitel in HSS ι 12 κεχειροτονήκει BF ι 16 πανχαλέτω BP ι 17 ταρσῶν BVF Nic. ταρσέων ry Ταρσοῦ Theophan. ι ποιμένα κατέστησεν BCass. ι 18 ἀπαμίασ B ι δὲ > P ι 19 μὲν ι τὴν > GS ι 22 1 > P ι 26 ἐνετέθραπτο nPy ἐντέθραπτο die übr. HSS)
283

Ὁ δὲ μέγας Εὐσέβιος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἀκάκιον μέν, [*](5) [*]([δ΄]) οὗ πολὺ τὸ κλέος ἐν Βεροίᾳ κεχειροτόνηκεν, ἐν Ἱεραπόλει δὲ θεόδοτον, οὑ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾄδουσιν ἅπαντες, Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον ἀξιαγάστω δὲ ἤστην ἄμφω κοὶ ζήλῳ θείῳ κεκοσμημένω.

φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων καὶ εἰς τὴν ’Αντινὼ μετὰ Πρωτογενοῦς ἀπεσταλμένον, τῆς Ἐδέσσης κεχειροτονηκέναι ποιμένα· Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο. Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνόν, ταῖς Κάρραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει.

ὁ δὲ θεῖος ἔσχατον ἔσχατον ἐπίσκοπον Μάριν τῇ Δολίχῃ κεχειροτόνηκε· πολίχνη δὲ αὕτη σμικρὰ καὶ τῆς ’Αρειανικῆς νόσου κατ’ ἐκεῖνο καιροῦ μετειλήφει. τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα καὶ πολλοῖς εἴδεσιν ἀρετῆς ἠγλαισμένον, ἐνιδρῦσαι τοῖς ἱερατικοῖς ἐθελήσας θώκοις, ὁ μέγας Εὐσέβιος τὴν Δολίχην κατέλαβεν.

εἰσιόντι δὲ αὐτῷ γυνή τις τῆς ’Αρειανικῆς νόσου ἐμπεπλησμένη κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὃς τήν τε κεφαλὴν συνέτριψε καὶ μετ’ ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέπεμψεν. ὁ δὲ τελευτῶν παρηγγύησεν, ὅρκοις τοὺς παρόντας πεδήσας, μηδεμίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν.

καὶ τὸν οἰκεῖον γὰρ ἐξήλου δεσπότην, ὃ, περὶ τῶν ἐσταυρωκότων ἔφη· »πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι«, καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην«. τοιοῦτον μετὰ τοὺς παντοδαποὺς [*](1—5 vgl. Theodoret. Relig. Histor. 3 PG 82, 1332 B —5 —11 vgl. ob. IV 21/22 Luk. 23, 34 — 23 /24 Act. 7, 60. vgl. unt. S. 289, 24 f) [*](* 1—19 Theophan. 67, 6. Exe. Bar. f. 221v —16 —24 Synax. Β4 Y F ΗΝ(n) +GSP [P bis κεχειροτονηκέωαι](s) = r AL (y)) [*](1 Ὁ δὲ: δݲ am Rand Fry ι 3 θεύδωτον A ι 4 ἅπαντες > V Χαλκίδος = Nic.] χαλκηδόνος n, Chalcide Cass. ι κύρρου s, zweites ρ expungiert in Ρ I 7 ἀντίνω A ι 8 ἐδέσησ VNsL ι 9 ἤδη > F, iam Cass. ι ἐδέξατο n ι 10 τὸν = Nic. > s, ausradiert V ι 12 τῇ Δολίχῃ] τῆι δολίχηι V τῇ Δολίχνῃ Nic. δολιχὴ Theophan. Cod. b (aber δολιχὴ Exe. Bar. δολικῆ Codd. fhmx δωλικῆ Cod. gi I μικρὰ Β4 I 13 καιροῖ Β4 τοῦ καιροῦ YFry; vgl. S. 206, 8 ι κατειλήφει V 14 ἀρετῆς B4VF Nic. ἀρετῶν ry, vgl. S, 146, 20; 155, 8; 288, 17 ι 15 ὁ μέγας Εὐσέβιος > VF ι 16 δολιχὴν Y δολίχνην Nic. ι 17 τέγουσ B4 ι 18 | 19 μετέπεμψεν Β4 ι 19 ὅρκοις = Cass. > s ι 20 δράσασαν = Nic.] πράξασαν V ι 22 ὀμόδουλον A ι 24 τοιοῦτον Β4VF τοιοῦτο ny τοῦτο s Nic., hoc hoc ergo modo Cass.)

284
ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος· καὶ τοὺς ἐν Θρᾀκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δι’ ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο.

ταῦτα μὲν οὑν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ τὴν Θρᾀκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων