Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν. καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε.

Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσήνεγκεν, [*]([λθ΄]) ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.

οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι γνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντ’ ἀντιβολήσας. Παλαί’ μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανίᾳ καταλιπόντες.

ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶ,, πατέρων καὶ προγόνων θεός· τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα- [*](8/9 vgl. Innocentii papae Epist. 23 PL 20, 546 B — 10—13 vgl. Socrat. 45, 2—3. Synax. 425, 49 — 11—13 vgl. ob. S. 335, 6f — 19—S. Sozomen. IX, 1 u. 3. Socrat. VII 22) [*](* 8/9 Georg. Alexandrin. Vita Chrys. 71 S. 252. 37 — 10—18 Georg. ebd. 72 S. 254, 27. 255, 9 u. 15 — 10—S. 339, 1 Cass. X 26) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](1 ὑμνωδίασ ἁρμονίαν BV ἁρμονίαν ὑμνῳδίας S ἁρμονίας ὑμνῳδίαν ny ἁρμωδίασ ὑμνωδίαν G, unum canticum sub quadam congruentia Cass. ι τετραμμένης] τεταγμένης B ι 3 παρεόντα B ι 6 ὠδύροντο] ὠλοφύροντο n ι 7 εἰσβάλλοντας schreibe ich] εἰσβάλλοντα B ἐμβάλλοντας VnL ἐμβαλόντας sA, vgl. S. 200, 21 ι nach θάλασσαν + ἀπωδύροντο H ι 8 λῆ am Rand B 10 λη am Rand Vry ι 11 μετεκόμισαν = Georg.] μετεκόμισεν B, reliquiae — devectae sunt Cass.; vgl. μετεκόμισε (scil. Proclus) Socr. ι 12 ὡς = Georg. > V, quasi Cass. ι πορθμίων Bsy ι τοῦ > B ι 14 λθ am Rand BVr ι 16 καὶ > B Cass. Georg. ι 17 vor ἱκετείαν + τὴν V, fehlt bei Georg, ι 19 λθ am Rand y ι ἐτεθνήκεισαν V ι 21 καὶ] καὶ τῶν y)

339
σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας.

τῶνδε τῶν εὐεργεσιῶν μεμνημένος ἀεὶ τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις· ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας.

αὐτὸν μέντοι τὸν βασιλέα πολλὰ μὲν καὶ ἄλλα κοσμεῖ, οὐχ ἥκιστα δὲ φιλανθρωπία καὶ πραότης καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος· καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.