Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἔστι δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὴν παρρησίαν μαθεῖν.

Γαϊνάς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, [*]([λγ΄]) φρονήματι τυραννικῷ κεχρημένος ἐστρατήγει κατ’ ἐκεῖνον τὸν χρόνον, πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ τὴν πεζὴν στρατιάν. ἐπεφρίκεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς [*](9 II Kor. 11, 28 — 12—15 vgl. Socrat. VI 6, 2—3 [Joh. Antioch. de insid. 81 S. 120, 35 de Boor]. Sozornen. VIII ι 1 u. 5) [*](12—S. 334, 3 Georg. Alexandrin. Vita Chrys. 31 S. 199. Symeon, Vita Chrys. 29. Incerti Vita Chrys. —66 S. 327, 29 ed. Savilius. Niceph. H. E. XIII 56. Cass. X 6. Michael Syr. VIII 1 S. 6. Chrys. Laudatio a Leone imp. 16 (am Ende) S. 279, 38 ed. Savilius) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](1 φιλοσοφίαν B Georg, φιλοπονίαν Vry apostolico zelo fervenies Cass., vgl. τὴν εὐαγγελικὴν φιλοσοφίαν Theodoret Graec. aff. cur. S. 186, 17 u. 306, 1 [Raeder] ι 2 τοι > u ι 3 Λεόντιον = Cass. Symeon Georg.] σιλέντιον V ι 5 οἱ nur in V, fehlt auch bei Georg. ι ἠξίωσεν vor ἄνδρας ~ B, Georg, wie im Text ι 5/6 δὲ ᾖ χώρᾳ ~ s ι 7 vor μαθών + πάλαι Georg., fehlt bei Cass. ι προτρέπων] πρότερον B, προτρεπόμενος Georg. ι 9 περιφέρων s ι 12 λγ am Rand HSS ι γαϊνάσ B Exc. de ins. γαϊνᾶσ Vn Georg, γαΐνησ y γαϊανόσ s Qainas Cass. ι τις > s ι Σκύθης] κέλτιοσ B Celticus Cass. Κελτὸς Georg. Symeon Incerti Vita Chrys., Laudatio a Leone imp.; le Scythe Michael, ἐκ τῶν . . . Σκυθῶν Nic. ι τὴν γνώμην = Symeon] τῆ γνώμη B und Georg., der aber auch τῷ γένει Z. 12 hat ι 13 nach φρονήματι + δὲ Vry, Cass. wie im Text ι καιρόν A γρ. χρόνον am Rand Ac ι 15 τὴν2 > A ι πεζὴν BV πεζῆς Symeon πεζικὴν ry πεζικῆς Georg. ι 15/16 ἐπεφρίκησαν B ι 16 ἅπαντεσ V)

332
τὴν μελετωμένην ὑφορώμενος τυραννίδα.

οὗτος καὶ τῆς Ἀρείου λώβης μεταλαχών, ἕνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν. ὁ δὲ σκοπήσειν ἔφη καὶ θεραπεύσειν αὐτὸν ἐπηγγείλατο. καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε καὶ τῆς δυναστείας ἀνέμνησε καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα καὶ παρεκάλει τῇ δόσει χαλινῶσαι τὸν τοῦ βαρβάρου θυμόν.

ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ· »μὴ τοιαῦτα«, ἔφη, »ὠ βασιλεῦ, ὑπισχνοῦ μηδὲ διδόναι παρακελεύου τὰ ἅγια τοῖς κυσίν. οὐ γὰρ ἀνέξομαι τοὺς μὲν τὸν θεὸν λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν, τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών,

καὶ μή τοι δείσῃς τὸν βάρβαρον ἐκεῖνον, ὢ βασιλεῦ, ἀλλ’ ἄμφω καλέσας, ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ἐπάκουε. ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν καὶ πείσω ἥκιστα αἰτῆσαι ὃ μὴ δοῦναι συμφέρει«.

Τούτων ἀκούσας ὁ βασιλεὺς ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέρους ἐκάλεσε.

καὶ ὁ μὲν Γαϊνὰς τὴν ἐπαγγελίαν ἐξῄτει, ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων οὐκ ἐξεἷναι βασιλεῖ τῶν θείων κατατολμᾶν, εὐσεβεῖν γε προαιρουμένῳ, ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον· »ἅπας σοι«, ἔφη ὁ μέγας Ἰωάννης »θεῖος [*](1—S. 333, 5 vgl. Sozomen. VIII 4, 7—9. Socrat. VI 5, 8 — 7 f vgl. Matfch. 7, 6) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](1 καὶ nur in B, fehlt bei Georg.; eratque Arianus Cass. ι τῆς — 2 μεταλαχών Vry (aber μετασχών L) τῆς ἀρίου μεταλαχών λόγοις, τῆς und ι von λόγοισ’ durch Corr., B ι 2 ἵνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν schreibe ich] ἵνα ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν B ἵνα δοῦναί οἱ τῶν θέων σηκῶν ἐπήγγειλε βασιλέα V ἵνα αὐτῶ δοῦναι τῶν θείων σηκῶν ἐπήγγειλε τὸν βασιλέα ry rogavit imperatorem ut intra civitatem ei unam daret ecclesiam Cass. μίαν ᾔτει . . . ἐκκλησίαν ἔνδον τῆς πόλεως Nic.; vgl. ἐντὸς τῆς πόλεως Georg. Socr. εἴσω τῆς πόλεως Symeon κατὰ τὺ πόλιν Inc. Vita Chrys. ἐν τῇ πόλει Sozomen. VIII 4, 7 danach vielleicht εἴσω τῆς πόλεως in unseren HSS ausgefallen ι 3 αὐτὸν BV Georg. > ry Nic., eum se placare Cass. ι 6 τὸν τοῦ βαρβάρου χαλινῶσαι ~ n, Georg, wie im Text ι 7 ὠ > V Georg. ι 8 μὲν > B Georg. ι 9 τε = Georg, > s ι 10 ἐκδοῦναι = Georg.] δοῦναι V, contradere Cass. ι 10/11 βάρβαρον Bry Nic. Cass. Georg.] τύραννον V ι 12 ἐπάκουε B Nic. Georg, ὑπάκουε ry ἄκουε V audi Cass., vgl. τοῦ βασιλέως ἐπακούοντος Sozom. VIII 4, 8 ι 13 ἥκιστα αἰτῆσαι = Nic. Georg.] μὴ αἰτεῖν αὐτὸν B, ut non praeszimat petere Cass. ι 15 γαϊνὰσ B Nic. Cass. > Vry Georg. ι 16 ἀντέλεγεν Ἰωάννης ~ V, Cass. wie im Text ι 17 εὐσεβεῖν γε προαιρουμένῳ = Georg.] καὶ μάλιστα εὐσεβεῖν προαιρουμένω B pietatem cudodienti Cass. εὐσεβεῖν ὅλως προαιρουμένῳ Symeon)

333
οἶκος ἀνέῳκται καὶ οὐδείς σε εἴργει προσεύξασθαι προθυμούμενον«.

»ἀλλ᾿ ἐγώ«, ἔφη ὁ Γαϊνάς, »ἑτέρας ὑπάρχω συμμορίας καὶ σὺν ἐκείνοις ἕνα θεῖον ἔχειν οἶκον αἰτῶ· καὶ μάλα γε δικαίως αἰτῶ, πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας.« «ἀλλ᾿ ἔχεις«, ἴφη, »μείζους τῶν πόνων τὰς ἀντιδόσεις· στρατηγός τε γὰρ εἶ καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι τί μὲν ἦσθα πάλαι,

τί δὲ γεγένησαι νῦν, καὶ τίς μὲν ἡ προτέρα πενία, τίς δὲ ἡ παροῦσα περιουσία, καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ὁποῖα δὲ νῦν περιβέβλησαι. σκόπησον τοίνυν ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος«.

τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνὰν καὶ σιγὴν ἄγειν ἠνάγκασε, Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε [*]([λδ΄]) τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληίζετό τε καὶ ἐδῄου τὰ πλεῖστα.

ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο οὔτε πρεσβεύεσθαι ἀδεὲς ὑπελάμβανε· τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο.