Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον ἀφίκετο μὲ,, Ἀμφιλόχιος ὁ θαυμάσιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγοις· ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν οὐκ ἐδέξατο.

ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυτίκα σιγήσας μνήμης ἀξίαν ἐξηύρηκεν μηχανήν. εἴσω γὰρ αὖθις τῶν βασιλείων γενόμενος καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκάδιον θεασάμενος νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεύς), αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν υἱόν.

ὁ δὲ βασιλεύς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν· ὁ δὲ ἀποχρῆν ἔφη τὴν αὐτῷ παρ’ αὐτοῦ προσενεχθεῖσαν τιμήν. ὁ δὲ δυσχεράνας οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν. τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν καὶ βοῶν ἔφη· »ὁρᾷς, ὠ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον [*](7—11 vgl. Rufin. H. E. XI 17. unt. S. 324, 14/15 — 13 ob. S. 230, 6; 270 287, 23 — 17—S. 306, 6 vgl. Sozomen. VII 6, 4—7. Vita Amphilochii PG 39 Symeon 7—8 PG 116, 965 D. Zonar. XIII 19, 10 S. 91) [*](* 12—S. 306, 6 Niceph. H. E. XII 9. Cass. IX 25 — 13—S. 306, 6 Georg. Mon. 576, 3. Gecken. I 555, 15. Synops. 64, 18. Synax. 249, 10 u. 149, 48.) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](2 συνέστη V ι 3 ἑκὰς ὥν = Σ] ἑκάστω B, πόρρω ὢν Symeon ι ἀπέστειλεν F ι ἐπειδὴ] ἐπεὶ n ι 10 παραβαίνειν = Symeon Σ > B ι 11 ἀπεκτανκότασ BFs ἀπεκτακότασ N ἀπεκτονότας HL Symeon ι σφαγῆς = Symeon Σ] φυγῆσ V ι 12 ις am Rand HSS ι 14 ἐζελασθῆναι B Synops. ι 16 ἄξιον VF ι ἐξηύρηκεν B ἐξεύρηκε VF ἐξεῦρε ry Georg. Synax. ι 18 νεός τὴ B ι 19 κατέ- λίπε = Georg. Cass.] κατέλειπεν B ι 21 ἀποχρῆν Sy ἀποχρὴν VF ἀποχρῆν BG Georg. Cod. P ἀπόχρη Synops. Georg, übr. Codd. (jedoch Cod. E ἀποχρὴ) ἀποχρῆναι n)

306
παροινοῦσι χαλεπαίνεις πικρῶς.

πίστευσον δὴ οὑν καὶ τὸν τῶν ὅλων θεὸν τοὺς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν«.

οὕτω συνεὶς ὁ βασιλεὺς καὶ τά τε πεπραγμένα καὶ τὰ εἰρημένα θαυμάσας, νόμον εὐθὺς ἔγρψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα.

Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώπων [*]([ιζ΄]) πολεμίου τὰς ἄρκυς.

πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ· εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκείμενον· καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον.

καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομένοις ὑπ’ αὐτοῦ μηχαναῖς· μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίγνεται τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχανημάτων διαλύων τὴν ῥύμην. τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος οὗτος μετασχὼν βασιλεὺς καὶ τῶν παθημάτων μετέλαχε, καὶ τῷ δικαίῳ θυμῷ ἀμετρία προσγινομένη ὠμόν τι καὶ παράνομον εἰργάσατο πάθος. ἐρῶ δὲ καὶ τοῦτο τῆς τῶν ἐντευξομένων εἵνεκα ὠφελείας οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην.