Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κατ’ ἐκεῖνον δὲ τὸν χρόνον Ἰουστίνα, ἡ Βαλεντινιανοῦ μὲν τοῦ μεγάλου γαμετή τοῦ δὲ νέου μήτηρ, ἃ πάλαι τῆς Ἀρειανικῆς διδασκαλίας ἐδέξατο σπέρματα δῆλα πεποίηκε τῷ παιδί. τοῦ μὲν γὰρ ὁμόζυγος τὸ θερμὸν ἐπισταμένη τῆς πίοτεως, λαθεῖν ἅπαντα τὸν χρόνον ἐσπούδαοε· τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἁπαλὸν καὶ εὔεικτον θεωμένη προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάρρησεν.

ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβὼν (εἰς γὰρ τὸ τῆς φύσεως δέλεαρ ἀποβλέπων τὸ θανατηφόρον ἄγκιστρον οὐχ ἑώρα), Ἀμβροσίῳ πρώτῳ τοὺς περὶ τούτων προσενήνοχε λόγους, ἡγούμενος, εἰ τοῦτον μεταπείσοι, τῶν ἄλλων ῥᾳδίως ἂν περιέσεσθαι καὶ οὐδένα ἀντίπαλον ἔσεσθαι.

ὁ δὲ τῆς τε τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὃν παρέλαβεν ἄσυλον· ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφοράν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρύς ἐστιν ἐναντία καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα.

ὁ δὲ νέος, οἷα δὴ νέος καὶ παρὰ μητρὸς ἠπατημένης θηγόμενος, οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίγνετο καὶ λόχοις ὁπλιτῶν τε καὶ πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου. [*](6—11 vgl. Rufin. H. E. XI 15 [Georg. Mon. 564, 10-17] 10—17] — 22—S. 304, 8 vgl. Paulini Vita Ambrosii 13 [griechisch Papadopoulos-Kerameus Ἀνάλεκτα Ἱεροσολ. σταχυολ. I 41]. Ambros. Epist. 20, 2 u. 8. Epist. 21, 14 PL 16) [*](* 6—23 Niceph. H. E. XII 19 — 6—S. 318, 4 Vaticanus syriac. 145 f. 69v (— Σ)) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](3 νέον Bry Symeon νέον ὄντα VF ι 4 τισ B δέ τισ VFry δὴ Symeon τὴν βαλ. καταφρονήσας νεότητα VF ι 4 u. 6 οὐαλεντινιανοῦ BV Symeon ι 6 ιγ am Rand HSS ι καιρὸν VF ι ἰουστῖνα VF ι μὲν BVFy Symeon > r ι 9 ὁμόζυγος B ὁμοζύγου YFry Symeon; vgl. S. 75,16; 189,19 ι 11 προενεγκεῖν Val., s. aber Z. 14 ι 12 ὑποθήκας BVFny Symeon συνθήκας s ι 13 ἀποβλέ- πων — ἄγκιστρον = Symeon Nic. Σ > B ι οὐκ B ι 15/16 καὶ οὐδένα ἀντίπαλον ἔσεσθαι ΒΣ > VFry, vgl. Symeon: αὐτὸς δὲ οἶον ἀντίπαλον τὸν ἄνδρα ἐδόκει εἶναι ι 16 τε > ry, übergeschrieben Ac ι 20 ἐστιν BVFr Symeon > y ι 21 δὴ VFry Symeon > B ι θηγόμενος = Σ] θελγόμενος S Symeon ι 2 > L ι 22 ἐγένετο s, ἐγίνετο Symeon ι καὶ λόχοις — 23 ἐκκλησιαστικούς = Symeon > s ι 23 κύκλου G κυκλῶν S)

304

ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα οὐδὲν ἐδεδίξατο τῶν ὑπ’ αὐτοῦ γενομένων μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα, μειρακυλλίοις ὑπό τινων προσφερόμενα), τότε δὴ χαλεπήνας προφανῶς αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἔξω βῆναι προθύρων.

ὁ δέ· »ἑκὼν εἶναι τοῦτο«, ἔφη, »οὐ δράσω, οὐδὲ προδώσω τοῖς λύκοις τὸν τῶν προβάτων σηκόν, οὐδὲ τοῖς βλασφημοῦσι τὸν θεῖον παραδώσω νεών· ἀλλ’ εἴ σοι κτεῖναι δοκεῖ, ἔνδον ἐπένεγκέ μοι τὸ ξίφος ἢ τὴν αἰχμήν· ἀσπασίως γὰρ δέξομαι τὴν τοιαύτην σφαγήν‘.