Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν ἐβεβαίωσεν ἣν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν. καὶ νόμον ἕτερον ἔγραψε τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν. Ἰουλιανὸς γὰρ καὶ ταύτην ἐκεκωλύκει τὴν χορηγίαν, ἅτε δὴ τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀναδεξάμενος πόλεμον.

ἐπειδὴ δὲ ὁ ἐκ τῆς ἐκείνου δυσσεβείας ἐπισκήψας λιμὸς ἐπεῖχεν εἰσπράττειν τὰς εἰσφοράς, τῆς Κωνσταντίνου συντάξεως τὸ τριτημόριον Ἰοβιανὸς τὸ τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑπὸ σχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρέξειν τὸ σιτηρέσιον.