Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Πόλιν τοίνυν ὁ βάλῃς, τὴν ποίμνην τοῦ ποιμένος γυμνώσας, λύκον ἀντὶ ποιμένος ἐπέστησεν. ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν καταλιπόοντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε Μόδεστος δὲ τηνικαῦτα ἢν) τούς τε ὑπ’ αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένοις.

ὑπὸ τὴν ἕω τοίνυν ὁ ὕπαρχος τὸ κελευόμενον ἔδρα. διιὼν δὲ τὴν ἀγορὰν εἶδε γύναιον βρέφος φέρον ἐν ταῖς κεφσὶ καὶ μάλα γε ἐπειγό- [*](13—S. S. 239, 16 vgl. Rufin. XI 5. Socrat. IV 18. Sozomen. VI 18, 2—7 Chronie. Edessenum anno 684 in Corpus Script. Christ. Or. cur. Chabot. Scriptores Syri. Versio. Series III t. IV S. 5) [*](B V2 HN(n) + GSP[Pbis4 ἀνάπλεως](s) = r AL (y) F) [*](1 διὰ τὴν τῆς ἀρετῆς περιφερόμενος V2yF ἡ διὰ τῆ; τῆς ἀρετῆς περιφερομένην B τὴν τῆς ἀρετῆς περιφερόμενος r, quas gcnfes cum maximo virtutis suoe splendore transierat Cass. ι μὲ;] μὲν οὑν V2 ι αὐτὸν > y ι 2 ὁ > GS ι οὐάλησ Bs, zweiter Hand V2 ι οἰκεῖν τὴν νῆσον] νῆσον οἰκεῖν V2 ι ἐπεῖδ’] ἐπεὶ B ι μυρίασ B ι 3 πάντοθεν > BCats, ι συρέοντα B ι συρρέοντα πρὸς αὐτὸν ~ L ι ἀποστολικῆς γὰρ] καὶ γὰρ ἀποστολικῆς y ι 4 ἀνάπλεοσ BGS ι ἀπήλαυνεν n ι αὐτὸν > s ι nach αὐτὸν + κατὰ y + καὶ F, Cass. wie im Text ι 6 γειτονεῦον = vicinum Cass.] γειτονεύουσι yF ι βαρβάροις γειτονεῦον ~ V2 Cass. wie im Text ι 7 ’φήνω BV2 Pheno Cass. φιλὼ yFNic. ô Michael ι 9 κλεινὴ B 1 ἀξιουμένην V2 ἀξιουμένη B ἠξιμωένην ryFNic. ι 9/10 ἀρρώστων V2, infirmantium Cass. ι 10 ὑγίειαν V2F ι 12 ιζ am Rand HSS ι οὐάλησ Bs ι 13 ἀντὶ] ἀντὶ τοῦ V2F ι 14 ὄστεωσ B, ω in ο corr. V2F ἄστεος ry ι 15 αἴδεσσαν B ἔδεσαν V2s ι 16 εἰσπράττειν BV2 πράττειν ryF I 19 δεήσει Bs ι χρόμενοσ B ι 21 ταῖν χεροῖν rF)

239
μένον· καὶ γὰρ καὶ τὴν τῶν ἡγουμένων διέκοψε τάξιν πάντων ἐκείνων καταφρονήσασα.

ψυχὴ γὰρ ὑπὸ θείου ξήλου πυρπολουμένη οὐδὲν ἀνθρώπινον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παιδιάν. τότε δὴ ταύτην ὁ ὕπαρχος θεασάμενος καὶ συνεὶς τὸ γιγνόμενον, ἤγαγέ τε καὶ ἤρετο ὅποι βαδίζοι. ἡ δέ· »μεμάθηκα«, ἔφη, »τὰς κατὰ τῶν θείων θεραπόντων τυρευθείσας καὶ θέλω τοὺς ὁμοπίστους καταλαβεῖν, ὀριγνωμένη ἵνα σὺν ἐκείνοις δέξωμαι τὰς ὑφ’ ὑμῶν ἐπιφερομένας σφαγάς«.

»τὸ δὲ βρέφος«, ἔφη ὁ ὕπαρχος, τί δή ποτε φέρεισ;« ἡ δὲ ἔφη· ἵνα καὶ τοῦτό μοι τῆς ἀξιεράστου τελευτῆς κοινωνήσῃ‘. ταῦτα ὁ ὕπαρχος παρὰ τῆς ἀνθρώπου μαθὼν καὶ διὰ ταύτης τὴν ἁπάντων ἐγνωκὼς προθυμίαν, ἀπήγγειλέ τε τῷ βασιλεῖ καὶ τὸν ἐσόμενον μάτην ἐδήλωσε φόνον· δύσκλειαν γάρ‘, ἔφη, μόνον ἐκ τοῦ δρωμένου δρεψόμεθα, ἐκείνων δὲ τὴν προθυμίαν οὐ σβέσομεν«.

Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκηθέντων οὐκ εἴασε λυπηρῶν· τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέρους φημὶ καὶ διακόνους, ἀγαγεῖν τε προσετάχθη καὶ δυοῖν θάτερον, ἢ πεῖσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεως ἐξελάσαι καὶ εἰς τινας ἐσχατιὰς παραπέμψαι.

ἐπειδὴ δὲ συνήθροισεν ἅπαντας, ἠπίοις χρώμενος λόγοις πείθειν ἐπειρᾶτο ταῖς βαοιλέως νομοθεσίαις ἀκολουθεῖν· παραπληξίας γὰρ ἔλεγεν εἶναι μεστὸν τῷ βασιλεῖ τηλικούτων καὶ τοσούτων ἡγουμένῳ εὐαριθμήτους ἀντιτείνειν ἀνθρώπους.