Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Διηγήσομαι δὲ καὶ τῆς τούτων πίστεως τὸ θερμόν τε καὶ ἀκραιφνές, ἀδικεῖν νομίζων εἰ μὴ διὰ τῆς συγγραφῆς ἀείμνηστος γένοιτο. ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνη,, γυμνώσαντες, ἕτερον ἀντ’ ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν. οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπονος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλησιαστικὸν συνήθως ἀφίκετο σύλλογον· μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδενὸς αὐτὸν οὔτε ὁρῶντος οὔτε λόγου μεταδιδόντος, καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ συνεζηκέναι ποiλῇ. ἐρῶ δὲ καὶ τούτου τεκμήριον.

Ἐπειδὴ γὰρ λούσασθαι βουληθέντος οἱ οἰκέται τοῦ βαλανείου τὰς θύρας ἔκλεισαν τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες, πλῆθος πρὸ τῶν θυρῶν θεασάμενος ἀναπετάσαι ταύτας ἐκέλευσε, καὶ ἀδεῶς τοῦ λουτροῦ τοὺς πάντας κοινωνῆσαι προσέταξε. ταὐτὸ δὲ τοῦτο καὶ ἔνδον ἐν τοῖς θόλοις πεποίηκε. λουομένῳ γὰρ αὐτῷ παρεστηκότας ἰδών συμμετασχεῖν τῶν θερμῶ, ὑδάτων ἐκέλευσεν· οἱ δὲ σιγῶντες εἱστήκεισαν. ὁ δὲ τιμὴν τὴν στάσιν ὑπολαβών, θᾶττον ἀναβὰς ἐξελήλυθεν.

οἱ δὲ τοῦ τῆς αἱρέσεως ἄγοις καὶ τὸ ὕδωρ μετεσχηκέναι νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις παρέπεμψαν ἕτερον δὲ αὐτοῖς κερασθῆναι προσέταξαν. τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχουσαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον.

[*](B V2 HN(n) + GSP(s) = r AL (j) F)[*](1 πάντας B ι 3 καὶ > n ι 5 ιε am Rand BV2s ι 7 ἐπειδὴ: ιε am Rand ny ι 8 προυβάλλοντο yF ι 10 κομῶν] κωμῶν BG, ο auf Rasur V2 μάμπων n ι 12 ἀφίκοντο V2 ι 13 ὁρῶντεσ B ι λόγων n ι μεταδιδόντος λόγου ~ V2 ι 14 τούτου] τοῦτο τὸ V2 cuius rei hoc. probatur indicium Cass. ι 17 τοὐ] οἱ V2 ι 18 τούς πάντας B omnes Cass. > V2ryF, τὼ βουλμένῳ Nic. ι κοινωνῆσαι BV2 κοινωνεῖν ryF Nic. ι ταὐτὸ δὲ τοῦτο = hoc idem Cass.] τοῦτο δὲ B τὸ ἴσον δὲ Nie. ι 19 ἐποίησεν B ι λουομένου γὰρ αὐτοδαῆ, V2, lananti sibi Cass. 20 ἐκέλευσεν] προσέταξεν V2 ι 21 εἱστήκεισαν] ἑστήκεσαν B in εἱστήκεσαν corr. V2, s. S. 239, 23 ι τὴν στάσιν τιμὴν ~ L ι ἀναβάς V2nSF ascendens Cass. ἀναστάς BGPy,vgl. Polyd. u. Exe. Bar. ἡνίκα . . . ἀνῆλθεν ι 22 μετεσχηκέναι] μετεσχηματηκέναι B ι 23 τοῖς ὑπονόμοις μὲν ~ B ι 24 προσέταξ//// V2 ι 20 καὶ > yF, κοινὴν übergeschrieben Ac)
236

Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος οὕτω γὰρ ὠνομάζετο), Λούκιον αὐτοῖς ἀντ’ ἐκείνου προὐβάλοντο, προφανῆ λύκον καὶ τῶν προβάτων ἐπίβουλον. ἀλλὰ καὶ ποιμένος ἔρημα ὄντα τὰ πρόβατα τὰ ποιμένων εἰργάζετο· διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον.

ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα, διήγημα.

Μειράκια γὰρ δὴ κατὰ τὴν ἀγορὰν οφαῖραν ἀλλήλοις ἀντέπεμπον.

τερπόμενα τῇ παιδιᾷ τούτου δὲ παριόντος. συνέβη τὴν σφαῖραν ἐκπεσοῦσαν διὰ τῶν τοῦ ὄνου διαβῆναι ποδῶν. οἱ δὲ ἀνωλόλυξαν, μύσους ἀναπλησθῆναι τὴν σφαῖραν ὑπειληφότες· ὁ δὲ συνεὶς ἐκέλευσεν ἑνὶ τῶν ἑπομένων προσμεῖναι καὶ γνῶναι τὸ δρώμενον.

οἱ δὲ παῖδες πῦρ ἀνάψαντες καὶ τὴν σραῖραν διὰ τῆς φλογὸς ἀκοντίσαντες, οὕτω καθαίρειν ὑπέλαβον καὶ οἶδα μὲν ὡς μειρακιῶδες τοῦτο καἰ τῆς παλαιᾶς λείψανον συνηθείας· ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν.

Ο μέντοι Λούκιος οὐκ ἐξήλωσε τὴν Εὐνομίου πραότητα, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους τῶν ἱερωμένων ἐξοστρακίσαι τοὺς ἄρχοντας ἔπεισε, τοὺς δέ γε διαφερόντως τῶν θείων ὑπερμαχοῦντας δογμάτων εἰς αὐτὰ ἐξέπεμψε τῆς Ῥωμαίων ἡγεμονίας τὰ τέρματα · μάτα· Εὐόλκιον μὲν διακονίας ἠξιωμένον, εἰς Ὄασιν εἰς τὸ ἔρημον πολυθρύλητον, Ἀντίοχον δέ, καὶ τῇ Εὐσεβίου τοῦ μεγάλου συγγενείᾳ κοσμούμενον ἀδελφιδοῖς γὰρ αὐτοῦ ἐτύγχανεν ὤν), καὶ πολιοῖς οἰκείοις κατορθώ- [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](2 προυβάλλοντο yF, constituerimt Cass. ι 3 καὶ τῶν — ἀλλὰ > GS ἀλλὰ = sed Cass.] ἀλλ’ ὅμως y ι 4 nach ποι[μένων] bis S. 238, 4 ἀνάπλεως Blatt 14 zur älfte verloren in Ρ ι εἰργάζετο V2SF ἠργάζετο BG εἰργάζοντο ny ι 7. 8. 10. 12 σφαῖραν] σφέραν BG, αἷ auf Rasur zweiter Hand V2 ι ἀντέπεμπον = Nie] ἀντιπέμποντεσ V2 porrigentes, Insu delectabantur Cass. I 8 τῇ παιδιᾷ] τὰ παιδία V2 ι 9 διαβῆναι ποδῶν] ποδῶν διαβῆναι V2 ποδῶν διελθεῖν Nic. ποδῶν ἐκκυλισθῆναι y, per asini eins transiret pedes Cass. ι οἱ δὲ — 11 δρώμενον = Cass. > r (P fehlt) ι 10 ἀναπλησθῆναι μύσους ~ y, pollutione completam Cass. ι ὑπειληφότες] ὑπολαβόντες B εἰληφότες ’h Bm 11 ἑνὶ ryFNic. τινι V2 alicui Cass. > B ι παῖδες = Nie. > B, piieri Cass. ι 12 τῆς φλογὸς] τοῦ πυρὸσ y, flamniam Cass. ι 14 ἱκανῶς B ι μῖσος = odiam Cass.] μύσος B. ι aus υ corr. V2 ι 15 πόσον V2 ι 16 nach μέντοι + οὑν expung. V2 17 καὶ ἄλλους] καὶ ἄλλων B > Cass. ι 18 δογμάτων ὑπερμαχοῦντας ~ V2 20 Ὄασιν] θάσιν B ι εἰς2] ἧσ’ V2, in Cass. ι πολυθρύλητον BV2 πολύδριον rF πολίχνιον y, nicht übersetzt von Cass. ι 21 τῆ — συγγενεία V2S τῆ — συγγενείασ (sic) B τῆς — συγγενείασ nGyF ι 22 ἀδελφιδὴσ V2 ι γὰρ] δὲ GS, enim Cass.)

237
μαcι λαμπρυνόμενον, καὶ μὲν δὴ καὶ ἱερωσύνης ἠξιωμένον, εἰς τινα τῆς Ἀρμενίας ἐσχατιάν.

ὅπως δὲ οὗτος τῶν θείων ὑπερήθλει δογ- μάτων, τὰ μετὰ ταῦτα δηλώσει.

Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσεβίος μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τὰς ἰσαρίθμους νίκας καὶ τὸ τῶν μαρτύρων ἐδέξατο τέλος, ουνῆλθε μὲν ουνήθως τοῦ ἔθνους ἡ σύνοδος, ἀφίκετο δὲ καὶ Ἰοβἷνος, τῆς Πέρρης τηνικαῦτα ἐπίσκοπος ὤν.

ὀλίγον δέ τινα χρόνον οὕτος τῆς τῶν Ἀρειανιξόντων ἠνέσχετο κοινωνίας. πάντων δὴ οὑν τὸν Ἀντίο- χον ψηφισαμένων τοῦ θείου διάδοχον, καὶ παρὰ τὴν ἱερὰν τρἀπεξ‘‘ν ἀγαγόντων τε καὶ κλῖναι βιασαμένων τὰ γόνατα, ἐπειδὴ στραφεὶς εἶδε τὸν ιοβἷνον τὴν δεξιὰν ἐπιτιθέντα τῇ κεφαλῇ, ἀπεσείσατό τε τὴν χεῖρα καὶ τῶν χειροτονούντων ἀποκριθῆναι προσέταξε, λέγων μὴ ἀνέξεσθαι δεξιᾶς δεξαμένης διὰ βλασφημίας τελεσθέντα μυστήρια, ἀλλὰ ταῦτα μὲν μετ’ οὐ πολὺν χρόνον ἐγένετο·

τότε δὲ εἰς τὴν Ἀρμενίαν τὴν ἐνδοτέραν ἀπήχθη. ὁ δὲ θεῖος Εὐσεβίος παρὰ τὸν Ἴστρον διῆγε, τῶν Γότθων τὴν Ορᾴκην ληιζομένων καὶ τὰς πόλεις πολιορκούντων, ὡς τὰ παρ’ ἐκείνου γραφέντα δηλοῖ.