Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἰουλιανοῦ δὲ τὴν οἰκείαν ἀσέβειαν ἐκκαλύψαντος, αἱ πόλεις στάσεων ἐνεπλήσθησαν. ἀναθαρρήσαντες γὰρ οἱ τῇ τῶν εἰδώλων πλάνῃ δεδουλωμένοι ἀνέῳξαν μὲν τοὺς τῶν εἰδώλων σηκούς, τὰς δὲ μυσαρὰς ἐκείνας καὶ λήθης ἀξίας τελετὰς ἐπετέλουν· καὶ ἧπτον μὲν τὸ ἐπιβώμιον πῦρ, τὴν δὲ γῆν τῷ αἵματι τῶν θυμάτων μιαίνοντες ἐμόλυνον κνίσῃ καὶ καπνῷ τὸν ἀέρα,

ὑπὸ δὲ τῶν θεραπευομένων βακχευόμενοι δαιμόνων, λυττῶντες καὶ κορυβαντιῶντες τὰς ἀγυιὰς περιέθεον βωμολοχίαις τε καὶ κωμῳδίαις κατὰ τῶν ἁγίων ἐχρῶντο, καὶ λοιδορίας καὶ πομπείας οὐδὲν εἶδος ἀπῆν.

οἱ δὲ τῆς εὐσεβείας θιασῶται, φέρειν τὰς τούτων οὐ δυνάμενοι βλασφημίας , ἀντελοιδοροῦντο καὶ τὴν ὑπ’ ἐκείνων πρεσβευομένην διήλεγχον πλάνην.

χαλεπαίνοντες δὲ οἱ τῆς ἀσεβείας ἐργάται καὶ θρασύτητος ἐφόδιον ἔχοντες τὴν ἀπὸ [*](2—6 Theodoret. H. E. V 35 — 7—13 vgl. Rufin. H. E. X 31. 13, 1—6 Socrat. III 9 — 15—17 vgl. Chronic. Pasch, a. 362 S. 546 VII 1 (Artemii Passio 22) — 16—19 vgl. Sozomen. V 3, 1) [*](* 16—18 Georg. Mon. 539, 14 — 17—19 Theophyl. Bulg. mart. 10 PG 126, 165 B) [*](B HN (n) + GS (s) = r AL (y) FVRfv)) [*](1 μακροτάτην B ι 2 διέμεινεν > B ι ἔτη διέμεινεν ~ s ι 3 τὶν ἀντιοχαίων ἐκκλησίαν B ι 4 εἰσενέγκας ryv ι 6 δὴ] δὲ HSL δὴ, ὴ auf Rasur Ae ι 8 οὐκ ἐκ τῆς ~ B ι 10 σαρδῶ HS ι 12 καὶ > BnG, übergeschrieben Ae ι ἐδέξαντο] εἰλήφασιν n ι 13 ἀπεσβέσθη B ι 15 ς am Rand HSS ι 16 τῇ > B ι 18 ἐπετέλουν Brv Georg. ἐτέλουν y ἐπ übergeschrieben Ac ι 19 θυμάτων] θυομένων V κνήσει ι 21 δαίμονες B ι ἀγυὰσ AGV ι 22/23 λοιδορ///ίαισ Β ι nach λοιδορίας + τε r ι 24 οὐ By μὴ rvAc ι 25 ἐξήλεγχον L)

182
τοῦ κρατοῦντος αὐτοῖς προσγενομένην παρρησίαν, πληγὰς αὐτοῖς ἀνηκέστους ἐπέφερον. ὁ γὰρ παμμίαρος βασιλεύς, δέον προμηθεῖσθαι τῆς τῶν ἀρχομένων εἰρήνης, αὐτὸς τοὺς δήμους κατ’ ἀλλήλων ἐξέμηνε.

περιεώρα γὰρ τὰ παρὰ τῶν θρασυτέρων κατὰ τῶν ἐπιεικεστέρων τολμώμενα καὶ τὰς πολιτικὰς δὲ καὶ στρατιωτικὰς ἀρχὰς τοῖς ὠμοτάτοις καὶ δυσσεβεστάτοις ἐπίστευεν, οἳ προφανῶς μὲν θύειν τοὺς τῆς εὐσεβείας ἐραστὰς οὐκ ἠνάγκαζον, πᾶν δ᾿ εἶδος αὐτοῖς ἐπετίθεσαν ἀτιμίας. ἀφείλετο γὰρ καὶ τὰ γέρα τὰ παρὰ τοῦ μεγάλου Κωνσταντίνου τοῖς ἱερωμένοις ἀπονενεμημένα.