Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Καὶ γὰρ οὗτος τοὺς ἀλάστορας εἰσοικισάμενος δαίμονας, κορυβαντιῶν διετέλει καὶ κατὰ τῆς εὐσεβείας λυττῶν. διὰ γὰρ δὴ τοῦτο καὶ τοὺς Ἰουδαίους κατὰ τῶν εἰς Χριστὸν πεπιστευκότων καθώπλισε,,. καὶ Πρῶτον μὲν αὐτοὺς συναλίσας ἤρετο τί δή ποτε τοῦ νόμου θύειν κελεύοντος ταῖς θυσίαις οὐ χρῶνται· ἐπειδὴ δὲ ἔφασαν ἑνὶ τόπῳ τὴν σφετέραν περιγεγράφθαι λατρείαν, παραυτίκα προσέταξεν ὁ θεομισὴς ἀνεγεῖραι τὸν καταλυθέντα νεών, τὴν δεσποτικὴν ὑπολαμβάνων [*](1/2 Psal. 113, 16 (134, 18) — 6 Psal. 67, 2 — 14 I Sam. 16, 23 — 16—S. 200, 5 vgl. Rufin. H. E. X 38—40. Socrat. III 20. Sozomen. V 22, 413 Orat. 3—4 u. —7. Job. Chrys. De S. Babyla c. Julian. 22 — 20/21 Julian, bei De mens. IV 53. vgl. Julian. S. 295 C. 397 D — — S. 199, 20 vgl. Philostorg. VII 9. Artemii Passio 68. Tbeophan. 51, 28. Cedren. I 537, 9. Zonar. XIII 12, 24 S. 62, .5. Amm. Mareen. 23, 1, 2f.) [*](* —S. S. 200, 6 Cass. VI 43 — 16—S. 200, 15 Georg. Mon. 543, 8) [*](B V2 HN(n) + GSP (s) = r AL (y) F) [*](1 αὐτοῖς] αὐτῶν GS ι nach γένοιντο + πάντες F + Rasur von 6 Buchst. V2 ι 2 ἐπ’] ἐν P ι 3 αὐτὰσ B ι 5 ἐκέλευεν nGS ι 6 καὶ — αὐτοῦ] καὶ τὰ ἑξῆσ τῆς ᾠδῆς N ι οἵ ἐχθροὶ αὐτοῦ>H ι 8 τοῦ σώματος = Cass. > L ι 9 τισι = Cass.] τινι ν auf Rasur, A ι 10 ἐκέλευσεν = Synax.] προσέταξεν B \ κόρης B I 12 B ι συνήθως δὲ] καὶ συνήθωσ B ι αὐτὸν = Cass.] αὐτῶν B ι 12/13 ἔβαλλε μελῳδίαις] ἔβαλεν ὑμνῳδίαις Ρ ι 14 κατέπαυε BV2nPF am Rand Ac κατέπαυσεν GSL effujaverat Cass. > Α ι 16 καὶ1 > B ι διὰ: x am Rand HSS ι 17 κατὰ τῶν εἰσ’ (+ τὸν V2 χν πεπιστευκότων καθώπλισεν BV2 κατ’ αὐτῶν (///////////////// τῶν P) καθώπλισεν καθώπλησεν Ρ) τῶν εἰσ’ τὸν τὸ) > Py) χν πεπιστευκότων ryF, bei Cass. Georg. Wortfolge wie im Text ι 18 αὐτοὺς > ACass. 1 20 περιγράφεσθαι B, vgl. περιγεγραμμένην Georg. ι 21 ναόν y Georg.)

199
ὁ μάταιος πρόρρησιν διελέγχειν. ἔδειξε δὲ μᾶλλον τὴν ταύτης ἀλήθειαν.

τούτων γὰρ ἐκεῖνοι τῶν λόγων ἀσπασίως ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. οἱ δὲ πάντοθεν συνέθεον, καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομίαν εἰσφέροντες ἐχορήγησε δὲ ὅτι πλεῖστα καὶ ὁ τοῦτο προστεταχώς,

οὐ φιλοτιμίᾳ χρώμενος ἀλλὰ τῇ ἀληθείᾳ μαχόμενος. συναπέστειλε δὲ καὶ ἄρχοντα τῶν δυσσεβῶν προσταγμάτων ἄξιον ὑπουργόν, φασὶ δὲ αὐτοὺς καὶ σκαπάνας ἐξ ὕλης ἀργύρου καὶ ἄμας καὶ κοφινίδας κατασκεύασαι.

᾿Επειδὴ δὲ ὀρύττειν ἤρξαντο καὶ τὸν χοῦν ἐκφορεῖν, πανημέριον μὲν τοῦτο ἔδρων μυριάδες πολλαί, νύκτωρ δὲ ὁ χοῦς αὐτόματος ἀπὸ τῆς φάραγγος μετετίθετο κατέλυσαν δὲ καὶ αὐτὰ τῆς οἰκοδομίας τὰ λείψανα, νεόδμητα πάντα κατασκευάσειν ἐλπίσαντες. ἐπειδὴ δὲ καὶ ὁ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες καὶ στρόβιλοι καὶ [*](5) καταιγίδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν. ἔτι δὲ μεμηνότων ἐκείνων καὶ τῇ μακροθυμίᾳ τῇ θείᾳ μὴ σωφρονιζομένων, πρῶτον μὲν σεισμὸς ἐγένετο μέγιστος καὶ τοὺς παντελῶς ἀμυήτους τῶν θείων ἱκανὸς καταπλῆξαι. ἐπειδὴ δὲ οὐκ ἔδεισαν , πῦρ ἐκ τῶν ὀρυττομένων ἀναδραμὸν θεμελίων πλείστοις μὲν τῶν ὀρυττόντων ἐνέπρησε, τοὺς δὲ ἄλλους ἐσκέδασε.

καὶ νύκτωρ δὲ παμπόλλων ἔν τινι πελαζούσῃ καθευδόντων στοᾷ, κατηνέχθη μὲν ἀθρόως σὺν τῷ ὀρόφῳ τὸ οἰκοδόμημα, τοὺς δὲ καθεύδοντας συνέχωσεν ἅπαντας.

κατὰ δὲ τὴν αὐτὴν νύκτα καὶ αὖ πάλιν τῇ ὑστεραίᾳ ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σωτηρίου σταυροῦ τὸ σχῆμα φωτοειδές· καὶ αὐτὰ δὲ τὰ τῶν Ἰουδαίων ἐσθήματα [*](1 Matth. 24, 2. Mark. 13, 2. Luk. 19, 41. 21, 24 — 15—23 vgl. Gedichte des äm, Zeitschr. f. kath. Theol. II 355 (1878)) [*](B V2 HN (n) + GSP (s) = r AL fy) F) [*](1 πρόσρησιν B ι 4/5 οἰκοδομὴν L Georg. ι 5 ἐχορήγει V-, ministravit Cass. ι 8 ἄμμας nGP Georg,, awas Cass. Cod. L \ κοφινίδασ BV2r κοφινιάδασ F κοφίνους y cophinos Cass. (chofinos Cod. L) ι 10 ἐπειδὴ] ἐπεὶ nGSy ι nach δὲ + καὶ B ι ἐκφορεῖν V2y ἐκφέρειν BrF Georg., s. S. 64, 5 ι 11 αὐτόματος BnGSF sponianea terra Cass. αὐτομάτως V2Py, s. S. 76, 14 ι 15 λέλαπεσ BA ι 16 ἀθρόως = Georg.] ἀφόβως L ι ἐσκέδασεν P ι 17 μὴ σωφρονιζομένων τῇ θεία ~ n ι 18 ἱκανὸς ἱκανώς V2P καταπλῆξαι V2r ἱκανώς κατέπληξεν ByF quisquis . . . vehementer attritus est Cass., vgl. S. 179, 6; 211, 13 ι 19 ὀρυσσομένων y ι 19/20 ἀναδραμὸν θεμελίων BV2 θεμελίων ἀναδραμὸν ryF ἀναδραμὼν NGPF) Georg. ι 20 BV2 >ryF ι ἐνέπρησε] κατέπρησε ἔπλησε F ι 22 σὺν τῶ ὀρόφῳ übergeschrieben Ac ι 24 nach πάλιν + ἐν GS ι 24/25 σταυροῦ > GS 1 25 τὸ > V2 ι φωτοειδὲς σχῆμα ~ V2 ι τὰ nach Ἰουδαίων ~ B)

200
σταυρῶν ἐπεπλήρωτο, οὐκ ἔτι μέντοι φωτοειδῶν ἀλλ’ ἐκ μελαίνης κατεσκευασμένων χροιὰς.

ταῦτα οἱ ἀντίθεοι θεασάμενοι καὶ τὰς θεηλάτους μάστιγας ὀρρωδήσαντες ἀπέδρασάν τε καὶ τὰ οἰκεῖα κατέλαβον, θεὸν ὁμολογοῦντες τὸν ὑπὸ τῶν προγόνων τῷ ξύλω προσηλωθέντα. ταῦτα ἤκουσε μὲν Ἰουλιανός, παρὰ πάντων γὰρ ᾔδετο, τῷ δὲ Φαραὼ παραπλησίως τὴν καρδίαν ἐσκλήρυνεν.