Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Στέφανος δὲ (αὐτὸς γὰρ τῆς Ἀντιοχέων ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος) εἶχε μὲν καὶ ἄλλους τῶν τυραννικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντεχομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς.

ἡγεῖτο δὲ τούτων νέος τις θρασύτητι μὲν συζῶν, τὸν δὲ παράνομον ἀσπαζόμενος βίον· ὃς οὐ μόνον τοὺς ἐκ τῆς ἀγορᾶς ἀπῆγε προπηλακίζων καὶ αἰκιζόμενος, ἀλλὰ καὶ ταῖς οἰκίαις ἐπιὼν ἀναίδην καὶ ἄνδρας ἐξῆγε καὶ γυναῖκας σεμνότητι κοσμουμένας. καὶ ἵνα μὴ σφόδρα μηκύνω τὴν τούτου διηγούμενος πονηρίαν, τὸ κατὰ τῶν ἀρίστων ἀνδρῶν τολμηθὲν διηγήσομαι· ἀπόχρη γὰρ τεκμηριῶσαι τὰ κατὰ τῶν ἀστῶν ὐπ’ ἐκείνου παρανόμως πραχθέντα.

Οὑτος πρός τινα χαμαιτύπην παραγενόμενος ἔφησε ξένους ἔν- [*](10—S. 121, 22 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 AB — 23—S. 121 vgl. Athanas. Histor. Arian. ad monach. 20"/>) [*](* 15—S. 121, 22 Niceph. H. Ε. IX 23. Gramer Anecd. Paris. II 95, 12) [*](A HN (n) + GS (s) = r B2L + FVR (v) = z T) [*](1 καὶ Ἀθανάσιον — 2 δικασάντων] παῦλον καὶ ἀθανάσιον καὶ τοὺσ λοιποὺς ἀποδοῦναι ταῖσ ποίμναισ δῆλον καὶ τῶν συκοφαντιῶν γεγενημένων καὶ τῆσ τῶν παλαίων ἀθανασίω δικησάντων Τ* ι 2 πάλαι > r, priscorum Cass. ι 2/3 δυσμενείας καὶ παρανομίας ~ n, Cass. wie im Text ι 3 προστέθεικε AB2L προσέθηκε rvT ι ἀπελάσει n ι ταύτην — 8 κοινωνός > T* ι 7 ἅπερ = quae Cass,] ὅπερ n ι 8 ἀλλ’ ἐπὶ — 9 εἰωθότες = Cass.] οἱ δὲ τῆ ἀληθεία πολεμεῖν ἐγνωκότεσ τούτοις ἀλγήσαντεσ Τ* ι 10 γὰρ > L ι παρὰ] ὑπὸ r ι 12 θ am Rand Α ι nach γὰρ + ἢν Α ι nach ἐκκλησίας + αὐτὸς T ι 15 περιέβαλλε AHLVCass. περιέβαλε sB2FRT τε ἔβαλε N ι16 μὲν συζῶν] ζῶν Β2 ι 17 προπηλακίζων] προφυλακίζων G φυλακίζων S ι 18 ἀνέδην HS ι 22 ἀστῶν AHs αὐτῶν N ἀρίστων zAcT ι παρανόμως ὑπ’ ἐκείνου ~ T)

120
αγχος ἐληλυθότας δεῖσθαι νύκτωρ αὐτῆς. εἶτα πεντεκαίδεκα στασιώτας λαβὼν καὶ τούτους ἐν ταῖς κατὰ τὴν ὑπώρειαν αἱμασιαῖς κατακρύψας, ἧκεν ἄγων τὴν χαμαιτύπην· καὶ τὸ συγκείμενον ἐπιφθεγξάμενος σύνθημα καὶ μαθὼν ὡς πάρεισι τοῦ δράματος οἱ ουνίστορες, ἧκε παρὰ τὴν αὔλιον θύραν τῆς τῶν ἀνδρῶν ἐκείνων καταγωγῆς.

καὶ ταύτην ἀνεῳγυῖαν εὑρὼν (ἕνα γὰρ τῶν οἰκετῶν τοῦτο δρᾶσαι χρήμασιν ἐπεπείκει) εἰσήγαγε τὴν γυναῖκα· καὶ τοῦ οἴκου τὴν θύραν ἐπιδείξας, ἔνθα δὴ καθεύδειν θάτερον τῶν ἀρχιερέων συνέβαινεν, εἴσω γενέσθαι προσέταξεν,

αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθεν. συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν (τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ) ἐν τῷ προδόμῳ καθεύδειν, ὁ δὲ Βιχέντιος (οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο) ἐν τῷ ἐνδοτέρωῳ θαλάμῳ κατέμενεν.

εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφράτας αἰσθόμενος (σκότος δὲ ἦν) ἤρετο τίς ὁ βαδίζων· φθεγξαμένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον, καὶ παραυτίκα τὸν σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει.

ὁ δὲ Ὄναγρος (οὕτω γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις κατὰ τῶν εὐσεβούντων ἐκέχρητο) μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δικαστὰς ἔσεσθαι προσδοκῶντας. βοῆς δὲ πλείστης γενομένης, συνέδραμον μὲν οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος.

καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνήθησαν (ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή. ὑπὸ δὲ τὴν ἕω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν κατέλαβον τὰ βασίλεια· καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες ἔλεγον μὴ δεῖσθαι δίκης μηδὲ βασάνου τὰ τούτου παρανομήματα.

ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι- [*](Α HN (n) + GS (s) = r B2L + FVR [R bis 4 δράματος οἱ] (v) = z Τ) [*](1 καὶ αὐτῆσ B2 |7 ἐπεπήκει A |καὶ τοῦ auf Rasur A |8 ἐπιδεί- ξασ//// A | τῶν γ ἀρχιερέων καθεύδειν α θάτερον β A | 8/9 συνέβη B2 | 9 δὲ > T | 9/10 ἐξῆλθεν καλέσων ~ T |10 σινέβη — 12 κατέμενεν A m | εὐφράταν Alv | 11 δὲ] δέ γε ALv | 12 ὀνομάζεται Τ | κατέμενεν ArvTCass. κατέμεινεν B2L | 14 u. 15 εὐφρἀτασ ALv | δὲ] γὰρ T | 15 δαίμονασ Τ 17 εἰσ A s | ὀνἀγριοσ Τ, Onager Cass. | 19 τοῖς ποσὶν > A | 20 εἰσελθὼν und ἀπεκάλει Τ | nach τοὺς + τῆς gestrichen Α | 21 γεγενημένησ A 22 μὲν > An, übergeschrieben Ac | 24 γε > AB2 | τοῖς ἄλλοις — 25 σὺν > s | 25 ὑπὸ τὴν ἕω δὲ ~ T | 27 βασάνου AHB2v βασάνων NsLT, verberibus Cass. | 28 τοίτου AzTCass. τούτων r | γε > B2)

121
βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον.

καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τις αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν.

ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσίν καὶ τὸ γενόμενον δέος καὶ τὴν εὐχὴν καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.