Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολιορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς ἐκκλησίας τὸν Ἀθανάσιον· ὁ δὲ προμαθὼν τὴν ἐπιβουλὴν ὑπεχώρησε καὶ τὴν Εσπέραν κατείληφε. καὶ γὰρ τῷ Ῥώμης ἐπισκόπῳ (Ἰούλιος δὲ τηνικαῦτα τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν) οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν.

ὁ δὲ τῷ τῆς ἐχ- [*](5—11 vgl. Socrat. II 2, 1—2 — 22—S. 98, 4 vgl. Athanas. 20 f. Socrat. II 11, 6—7) [*](* 1/2 Gelas. Cyzic. III 12, 142b, 10 — 22—S. 98, 8 Cass. IV 6) [*](B A HN (n) + S = r L + FV (v) = z Τ [von 2 κατιδὼν — 21 Ἀθανάσιον]) [*](1 θαμὰ zGel. u. θ übergeschrieben Ae ἅμα Ar ἅμα B, s. S. 70, 3 ι 2 καθειδὼν B ι εὔριπον] εὐρίπιστον T, vgl. εὔριπον Nie. IX 29 und unten II 31, 10 ι τὴν vor τοῦ ~ Τ ι 3 καὶ] καθάπερ rv ι 4 τὸν] τῶ) BS ι 4/5 δέξασθαι B, assumere Cass. ι 7 τούτω LF τούτων V ι καὶ τοῖς > B ι 9 ἴσα BAT ὅμοια rz vor τἀς + καὶ A ι 11 Τούτῳ: δ am Rand BSz ι Τούτῳ — 12 Περίνθιος] συμπράττων εὐσεβίω τε καὶ θεογονίω καὶ θεοδώρω τῶ περινθίω T* ι συνεργοὶ B θεόγ///νιοσ Α θεόγνιοσ LV Theognius Cass. Codd. LP ι 12 nach Περίνθιος + gestrichen A ι 13 καὶ > Τ ι συγγέγραφεν Α ι 14 οὗτοι BrzTCass. οἱ αὐτοὶ A ι 15 vor τὼ· + καὶ Arz ι 19 δ am Rand A ι 20 τῆς ἐκκλησίας ἐξελάσαι ~ z ι 22 nach γὰρ + καὶ B ι 23 ἐκείνην > B ι nach περὶ + τὸν nF)

98
κλῄσας ἑπόμενος νόμῳ, καὶ αὐτοὺς καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσε καὶ τὸν θεῖον Ἀθανάσιον εἰς τὴν δίκην ἐκάλεσε.

καὶ οὗτος μὲν ἐξώρμησεν εὐθὺς τὴν κλῆσιν δεξάμενος· οἱ δὲ τὸ δρᾶμα συντεθεικότες εἰς μὲν τὴν Ῥώμην οὐκ ἀπῆλθον, εὐφώρατον εἰδότες τὸ ψεῦδος, ἔρημα δὲ τοῦ νομέως τὰ πρόβατα θεασάμενοι λύκον αὐτοῖς ἀντὶ ποιμένος ἐπέστησαν· Γρηγόριος δὲ τούτῳ ὄνομα ἠν. ἓξ δὲ ἔτη θηρίων ἀγρίων ὠμότερον τῇ ποίμνῃ χρησάμενος, δίκας ἔτισε τῆς πονηρίας, ὑπ’ αὐτῶν πικρῶς διαφθαρεὶς τῶν προβάτων.

Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος (Κωνσταντῖνος γὰρ ὁ πρεσβύτατος πολεμῶν ἐτεθνήκει), τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς ἀπωδύρετο καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλοφύρατο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε καὶ τῆς συνόδου τῆς μεγίστης ἣν ἐκεῖνος συνήλισε, καὶ ὡς τὰ παρ’ ἐκείνων γραφέντα τοῦ συνεδρίου κοινωνῶν ἐκράτυνε νόμῳ.

τοιαῦτα ποτνιώμενος εἰς τὸν πατρῷον ζῆλον τὸν βασιλέα διήγειρεν. παραυτίκα γὰρ τούτων ἀκούσας ἐπέστειλε τῷ ἀδελφῷ, παραινῶν τῆς πατρῴας εὐσεβείας ἄσυλον φυλάξαι τὸν κλῆρον· καὶ γὰρ ἐκεῖνος εὐσεβείᾳ τὴν βασιλείαν κρατύνας καὶ τοὺς Ῥωμαίων τυράννους κατέλυσε καὶ τοὺς ἐν κύκλω βαρβάρους ὑπέταξε.

Τούτοις πεισθεὶς τοῖς γράμμασιν ὁ Κωνστάντιος προσέταξεν εἰς τὴν Σαρδικὴν (Ἰλλυρικὴ δὲ αὕτη πόλις τοῦ Δακῶν ἔθνους μητρόπολις) καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἑσπέρας συνδραμεῖν ἐπισκό- [*](15/16 u. 20 — S. 99, 1 vgl. Socrat. II 20, 2—3 Sozomen. III 11, 3) [*](* 6—8 Nicetas Thesaur. VI 10 PG 140, 16 C — 9—19 Cass. IV 20— S.99, 20—S. 99, 16 Cass. IV 21) [*](B Α HN (n) + S = r L + F V (v) = z T [von 6 ἓξ — 19 ὑπέταξε]) [*](2 θεῖον übergeschrieben Ae ι 3 οἵδε τὸ δρᾶμα συντεθεικότεσ BASzCass. οἱ δὲ τὸ δρᾶμα εἰδότεσ ὡς καὶ συντεθεικότεσ n ι 5 τοῦ νομέωσ τὰ πρόβατα θεασόμενοι B τὰ πρόβατα τοῦ νομέως θεασάμενοι A τοῦ νομέωσ θεασάμενοι τὰ πρόβατα rz ι 6 τούτου B ι ἔτη δὲ ~ Α ι θηρίων BT θηρῶν Arz 7 ὠμότερον > B, crudelius Cass. ι 9 Ἀθανάσιος — 10 ἐτεθνήκει > Τ* 10 πρεσβύτεροσ nz ι 11 ἀποδυρόμενοι T* ι τῆς κατὰ ~ Τ ι 11/12 ὠλοφύρατο BAL ὠλοφύρετο rv ὠλοφύραντο Τ* ι 12 τε übergeschrieben Ac ι 13 συνήλισε A συνείλισεν B συνέλεξε rzT am Rand Ac, s. 85, 5 ι 14 κοινῶ n ι ποτνιώμενοι u. 15 διήγειραν Τ* ι 15 πάτριον Α ι 16 ἐπέστειλε τῷ ἀδελφῷ] καὶ ἰδιοπαθήσασ πρὸς τὸν ἀδελφὸν γράμματα διαπέμπεται T* ι 20 Τούτοις: ε am Rand BSz ι πεισθεὶς] εἰσθεὶσ B ι τοῖς As ι τοῖς L ι 21 u. S. 99, 7 σερδικὴν V σαρδικὴν, α aus ε corr., B Sardicae Cass. ι τοῖ· As ι 22 τοὺς 2 > N und, mit leerem Raum, H)

99
ποὺς. πολλὰ γὰρ καὶ ἕτερα τῆς ἐκκλησίας παθήματα τῷ συνοδικῆς θεραπείας ἐδεῖτο.