Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

[*]([λα΄])

Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν ὁ Κωνστάντιος, ἀγείρας τὴν στρατιάν. ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ ὁ τῶν Ῥωμαίων στρατὸς ἀλλ’ ὁ τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων θεός. τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι.

Νίσιβις, ἣν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν [*](5/6 vgl. Philostorg. VI 3 — 7—9 vgl. Philostoig. ιΧ 4. Socrat. IV 13, 12 12 s. oben S. 154, 1 — 15 S. 165, 9 — 24f Theodoret. Relig. Histor. 1 PG 82, 1293 C) [*](* 20— S. 170, 10 Cass. V 45. Vaticanus syriac. 145 F. 68 r (= Σ)) [*](B A HN (n) τι GS (s) = r L + FVR [R bis 24 ὀνομάζουσιν] (v) = z Τ) [*](1 ἐλεγχόμενον HGv ι κολάσοι = puniret Cass.] κατακρίναι T ι 2 ὁ > BHST I φεύγειν B ι τὸν εὐνόμιον Τ ι 3 πιστευθέντι v ι 3 4 ταῖς ὑποθήκαις μί’ πεισθέντι ~ r Cass. ι 5 μὲν = qnklcm Cass. > T ι ἠδικεῖσθαι BA κεῖ aus κῆ corr. A) GT ι 6 αὐτὸν B ι ἀέτι////ον, ἀέτι auf Rasur A ι 7 nach Ἐντεῦθεν + δὲ s, αἱ deimle Cass. ι δὴ > B [8 τῆσ — συμφωνίας BArLT ταῖσ — συμφωνίαις vAc ι 12 βλασφημίαν Ἀρείου ~ Τ ι πόθει φιλοτιμίας ~ Α ι 13 τὰ πραχθέντα Τ ι 14 συνῆλθεν A ι 15 αὐτὸν = eum Cass.] αὐτοῦ Τ ι 15/16 μεμένηκεν = mansit Cass.] μὲν ἧκεν A ι 16 vor αὐτὸς + ὁ NHs ι 17 τὶν] τὸν T ι ἐπισκοπῆς B ι 20 λᾶ am Rand HSS ι σαβόρου Bs (aber ω Bm) σαβωρίου n Sahorus Cass. Codd. LP [22 vor στρατὸς + βασιλεὺσ ἧ T, Cass. Σ wie im Text ι 24 Μυγδονίαν = Cass.] μυγδοίασ Α ἧ μυγδονίαν)

168
μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας. ταύτης ἐπίσκοπος ἦν καὶ πολιοῦχος καὶ στρατηγὸς Ἰάκωβος, οὑ καὶ πρόσθεν ἐμνήσθην, τῆς δὲ ἀποστολικῆς χάριτος τἀς ἀκτίνας οὕτος ἠφίει.

τούτου τὰς ἀξιαγάστους καὶ πολυυμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ Ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὐθις ταύτας ἀπαριθμήσασθαι· μίαν δὲ μόνην ἐρῶ τοῦ προκειμένου ἕνεκα διηγήματος. τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις υποκειμένην ὁ Περσικὸς ἐπολιόρκει στρατός.

ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκών, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν οὐκ ἴσχυσεν.

ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον ὃς μέσην διατέμνει τὴν πόλιν (Μυγδόνιος δὲ ὄνομα τούτῳ) ἐπισχών, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας καὶ ὑψηλὰς ἐργασάμενος ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπινέως ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν.

τὸ δὲ οὐχ ἤνεγκε σφοδροτάτην οὖσαν τὴν προσβολήν, ἀλλ’ ἐκλίθη τε καὶ κατέπεσε. ταὐτὸ δὲ πάθος καὶ τὸ ἕτερον τοῦ περιβόλου μέρος ὑπέμεινε, δι’ οὗ τὴν ἔξοδον ὁ Μυγδόνιος εἶχε· κατηνέχθη γὰρ τὴν ῥύμην οὐκ ἐνεγκόν.

ταῦτα Σαβώρης ἰδὼν ἤλπισεν ἀκμῆτί [*](2 oben S. 31, 2 — — S. 170, 10 Theodoret. Relig. Histor. ebd. 1304 A f. vgl. Chronic. Pasch, a. 350 S. —539. Theophan. 39, 13. Philostorg. III 23) [*](*8—S. 170, 10 Niceph. H. E. IX 28. Histor. S. Ephraemi 6 [in S. Hymni et Sermones ed. Lamy II 18]) [*](B A HN(n) + GS(s) = r L + FV (v) = z Τ) [*](2 ἢν > Τ, erat Cass. ι 2/3 οὐ καὶ πρόσθεν ἐμνήσθην = Σ > T Cass. ι 3 τὰς > s I οὗτος aus αὐτὸς corr. A αὐτὸς L ι 5 παρέλκον, λκ corr. B πάρεργον A γρ. παρέλκον am Rand Ac, vgl. S. 146, 23 ι ἀπαριθμήσασθαι ταύτασ Τ ἕνεκεν Τ ι 8 ἐπολιόρκει = obsidebat Cass.] ἐπολέμει A ι 10 χαράκωμα s 12 ὃς μέσον διαβαίνει τῆς πόλεως n per cicitatem mediavi properantis Cass., διατέμνει bezeugt Σ ι τούτῳ] αὐτῶ T 114 ἵνα = Cass. Σ > B ι συσχῶδιν B ι ὡς] ὡς δὲ B ι 15 ὑπερεκβλύζον A ι ἐξαπινέωσ BAL ἐξαπίνησ rvT ι 16 τὸ δὲ οὐκ = Σ Relig. Hist.] ὡσ δ’ οὐκ B ι σφοδροτάτης οὔσησ τῆς προσβολῆσ n, den Accusativ bezeugen Cass. Σ ι σφοδροτάτην οὖσαν] σφόδρα L σφόδρα A in σφοδρο corr. Ac τάτην οὖσαν am Rand Ac ι 17 τε > BA übergeschrieben Ac I τἀυτὸ δὲ AnL τὸ αὐτὸ δὲ sv = Σ τοῦτο δὲ τὸ B ι πάθος] παθὸν A παθεῖν L ι τοῦ περιβόλου τὸ ἕτερον ~ n ι 18 ὑπέμεινε — 19 > mit leerem Raum H ι δι’ οὐ = Cass. Σ] δι’ οὐ καὶ s ι ὁ > AL, übergeschrieben Ac ι 19 ἐνεγκὸν BT ἐνεγκών Arz ι σαβόρησ s ι ἀκμῆτί Brv ἀκμητὶ A m = Σ ἀκονητὶ Τ ἀκονητὴ AL sine pugna Cass.)

169
λοιπὸν τοῦ ἄστεος περιέσεσθαι. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἡσύχασεν, ὥστε καὶ τὸ τέλμα διαυανθῆναι καὶ τὸν ποταμὸν γενέσθαι βατόν. παν- στρατιᾷ δὲ προσβαλὼν τῇ ὑστεραίᾳ καὶ προσδοκῶν διὰ τῶν καταπεπτωκότων τοῦ τείχους εἰς τὴν πόλιν εἰσιέναι μερῶν. ὁρᾷ τὸ τεῖχος ἑκατέρωθεν ᾠκοδομημένον καὶ μάταιον αὐτῷ τὸν πόνον γεγενημένον.

ὁ γὰρ θεῖος ἐκεῖνος ἀνήρ, διὰ προσευχῆς καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε· καὶ ταῦτα ἔδρα οὐ τῷ τείχει πελάζων, ἀλλ’ ἔνδον ἐν τῷ θείῳ νεῷ τὸν κύριον τῶν ὅλων ἀντιβολῶν. τὸν δὲ Σαβώρην οὐ μόνον τῆς οἰκοδομίας τὸ τάχος κατέπληξεν, ἀλλὰ καὶ ἑτέρα ὄψις ἐξεδειμάτωσεν.

εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ τὸ βασιλικὸν περικείμενον σχῆμα καὶ τῆς τε ἁλουργίδος τοῦ τε διαδήματος αἴγλην ἐκπεμπομένην τοπάσας δὲ εἶναι τῶν Ῥωμαίων τὸν βασιλέα, θάνατον ἠπείλησε τοῖς μὴ παρεἷναι τοῦτον ἀπηγγελκόσιν.

ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παρ’ αὐτῶν εἰρημένα καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα καὶ τὸν θεὸν ἴφη τῶν Ῥωμαίων ὑπερμαχεῖν. καὶ δυσχεράνας ὁ δείλαιος βέλος ἀφῆκεν εἰς τὸν ἀέρα εἰδὼς μὲν ὡς οὐ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών.

Τότε Ἐφραὶμ ὁ θαυμάσιος συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο) τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους καὶ τοὺς βαρβάρους ἰδεῖν καὶ τῆς ἀρᾶς κατ’ αὐτῶν ἀφιέναι τὰ βέλη.

ἄξας δὴ οὖν ὁ θεσπέσιος ἄνθρωπος ἀνέβη μὲν εἴς τίνα πύργον· τὸ δὲ μυρίον πλῆθος ἰδών, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀράν, σκνίπας δὲ αὐτοῖς τοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν [*](B A HN(n) + GS(s) = r L + FV (v) = z Τ) [*](1 τοῦ ἄστεος λοπὸν ~ Nsv ι ἄστεωσ B ι περιέσεσθαι BrvTAc περιγενέσθαι γενέσθαι AL ι 2 τέρμα Β ι διαυανθῆναι ALT διαυγανθῆναι B διαξηρανθῆναι Nsv ξηρανθῆναι Η austrocknen Σ purtjaretur Cass. ι 3 προσβαλὼν = Σ] βαλὼν B προλαβὼν A, nicht übersetzt von Cass. ι 4 εἰς τὴν πόλιν = Cass. Σ > AL ι 5 καὶ μάταιον — γεγενημένον = Σ rT Cass. ι 10 κύριον τῶι ὅλων Σ θεὸν AL ι σαβόρην s σαβώριον B ι 11 τὸ vor 10 τῆς ~ B ι 13 vor αἴγλην + τὴν v übergeschrieben Ac ι 14 τὸν ῥωμαίων βασιλέα nv ι 15 ἀπάγγελκόσιν κὸσιν A ι nach ἐκείνων + ὡς B ι 21 θαυμάσιος = Cass. Σ] μακάριος T ι 21/22 παρὰ Σιροῖς ἐγένετο = Cass. Σ > Τ ι 23 κατ’ αὐτῶν = Cass. Σ > T ι ἀφεῖναι A ι 24 δὴ] δὲ N > Hsv ι 25 μυρίων Τ ι σκνείπασ B σκνήπασ Τ ι 26 ἐκπεμφθῆναι S ἐξεπεμφθῆναι G ι κώπασ B κώνοπασ AG ι καἲ > TCass. Σ ι σμικρῶν s)

170
ζωϋφίων τοῦ ἐπαρκοῦντος ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν.

εἵπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη, καὶ τῶν μὲν ἐλεφάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵππων καὶ τῶν ἄλλων κτηνῶν ἆ τε ὤτα καὶ τὰς ῥῖνας.

οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωϋφίων τὴν προσβολὴν τούς τε ῥυτῆρας ἀπέρφηξαν καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, καὶ τήν τε τάξιν συνέχεαν τό τε στρατόπεδον καταλιπόντες ἔφυγον κατὰ κράτος. οὕτως ὁ τρισάθλιος βασιλεύς, τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσεβούντων προμηθουμένου θεοῦ μεμαθηκὼς τὴν ἰσχύν, ἀνέζευξεν ἐκεῖθεν, αἰσχύνην οὐ νίκην ἐκ τῆς πολιορκίας δρεψάμενος.