Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τοῦτον Εὐνόμιος ἐν τοῖς λόγοις ἐξαίρει καὶ θεοῦ ἄνθρωπον [*]([λ΄]) ὀνομάζει καὶ παμπόλλαις εὐφημίαις γεραίρει. ἀλλὰ τότε καὶ τοῖς ἀποκηρύττουσι συνῆν καὶ παρ’ αὐτῶν τὴν ἐπισκοπικὴν χειροτονίαν ἐδέξατο. οἱ δὲ περὶ Εὐδόξιον καὶ Ἀκάκιον τοῖς ἐκτεθεῖσιν ἐν Νίκῃ τῆς Θρᾴκης συνθέμενοι, ὢν ἐν τοῖς ἔμπροσθεν συγγραφεῖσιν ἐμνήσθημεν, ἀντὶ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον ἑτέρους ἐν ταῖς ἐκείνων ἐκκλησίαις ἐχειροτόνησαν.

καὶ τῶν μὲν ἄλλων περιττὸν ἡγοῦμαι μνησθῆναι, μόνα δὲ τὰ κατὰ Εὐνόμιον διηγήσομαι. Ἐπειδὴ γὰρ ζῶντος Ἐλευσίου τὴν Κύζικον ἔλ(??)βεν ὁ Εὐνόμιος καὶ τοῦ πλήθους τὴν ὑγείαν ὁρῶν ὁ Εὐδόξιος καὶ τὸν βασιλέα θεώμενος χαλεπαίνοντα κατὰ τῶν κεκτίσθαι λεγόντων τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῷ Εὐνομίῳ παρῄνεσε κατακρύψαι τὸ φρόνημα καὶ μὴ δηλῶσαι τοῦτο τοῖς θηρωμένοις κατηγορίας προφάσεις.

καιροῦ γάρ«, ἔφη, »τετυχηκότες κηρύξομεν ἃ νῦν κατακρύπτομεν καὶ τοὺς ἀ- [*](4/5 I Kor. 1, 10 — 13 s. oben S. 145, 3f — — S. 167, 4 vgl. Theodoret. Haaret. Fabul. IV 3 PG 83, 417. Corpus script. Christ. Orient, cur. Chabot. Scrip- tores Syri. Series tertia, t. IV S. 52) [*](* 9— S. 167, 18 Cass. V 43) [*](B A HN (n) -f GS (s) = r L + FVR (v) = z Τ [bis 12 Ἀκάκιον u. von 1 7 Ἐπειδὴ an]) [*](1 εἰσ’ BAL εἰσ’ + τοὺσ rvT und übergeschrieben Ac ι ἑτέρους > s, alii Cass. ι 3 συμφωνεῖ BT ι 4 δεσμὸν B ι 5 νοί· und τῆ auf Rasur Ae ι αὐτῇ > L I 6 γιγνώσκεις B ι 7 ἀπεστείλαμεν BrTCass. in ἐπεστείλαμεν corr. Ae ἐπεστείλαμεν z ι 8 ὑπὸ σὲ = Cass. > Τ ι 9 A am Rand HSS ι Εὐνόμιος] ὁ εὐνόμιοσ T τὸν εὐνόμιον A ι nach λόγοις + αὐτοῦ Τ ι 10 παμπόλλαις Brv πολιαῖς Τ multis Cass. παντοίαις AL ι 13 ἐν > A ι τοῖσ’ übergeschrieben Ac ι γραφεῖσιν rv ι 11 ἐλάμβανεν Τ ι ὁ L ι 19 κεκτῆσθαι B ἐκτίσθαι SVcRcT ι λεγόντων > B ι 21 προφάσεις BLT πρόφασιν rv und ιν auf Rasur Ac) A ι 22 ἔφη > s ι κηρύξωμεν B)

166
γνοοῦντας διδάξομεν καὶ τοὺς ἀντιλέγοντας ἢ πείσομεν ἢ καταναγκάσομεν ἢ κολάσομεν.‘ ταύταις πειθόμενος ταῖς ὑποθήκαις Εὐνόμιος συνεσκιασμένην προὔφερε τὴν ἀσέβειαν.

ἀλλ’ οἱ τοῖς θείοις ἐντραφέντες λογίοις, τῶν λεγομένων ὁρῶντες τὸ ὕπουλον, ἐδυσχέραινον μέν, ἀντιλέγειν δὲ προφανῶς θρασύτητος ἔργον, οὐκ ἀγχινοίας, ἐνόμιζον. τῆς οὑν αἱρετικῆς κακοδοξίας περιθέμενοι προσωπεῖα, οἴκοι προσελθόντες ἱκέτευον προφανῶς σφίσιν ἐκθέσθαι τοῦ δόγματος τὴν ἀλήθειαν καὶ μὴ Περιιδεῖν τῇδε κἀκεῖσε ταῖς διαφόροις περιφερομένους διδασκαλίαις. ὁ δὲ θαρρήσας ἐξέφηνεν ὃ κατέκρυπτε φρόνημα.

ἀλλὰ γὰρ ἄδικον ἔλεγον ἐκεῖνοι καὶ λίαν ἀνόσιον μὴ ἅπαντας τοὺς ὑπ’ αὐτὸν τελοῦντας τῆς ἀληθείας μεταλαχεῖν.

ὁ δὲ τούτοις καὶ τοῖς τοιούτοις ὑπαχθεὶς λόγοις ἐν τοῖς τῆς ἐκκλησίας συλλόγοις τὴν βλασφημίαν ἐγύμνωσεν. ἐκεῖνοι δὲ τῷ ζήλῳ τὰς ψυχὰς παραθήξαντες εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον.

καὶ πρῶτον μὲν παρ’ Εὐδοξίῳ ἐγράψαντο τὸν Εὐνόμιον· ἐκείνου δὲ μὴ προσδεξαμένου, τῷ βασιλεῖ προσελθόντες τὴν παρ’ ἐκείνου γιγνομένην ἀπωδύροντο λώβην· τῆς Ἀρείου γὰρ ἔλεγον βλασφημίας δυσσεβέστερα εἶναι τὰ παρὰ τούτου λεγόμενα. θυμωθεὶς δὲ ἐπὶ τούτοις ὁ βαδιλεὺς ἀγαγεῖν τε τὸν Εὐνόμιον τῷ Εὐδοξίῳ προσέταξε καὶ διελεγχόμενον τῆς ἱερωσύνης γυμνῶσαι.

ἐπειδὴ δὲ πολλάκις ὑπὸ τῶν κατηγόρων ὀχλούμενος ὁ Εὐδόξιος ἀναδυόμενος διετέλει, προσῆλθον αὐθις βασιλεῖ, ὀλοφυρόμενοι καὶ βοῶντες μηδὲν ὡν προσετάχθη τὸν Εὐδόξιον δεδρακέναι, ἀλλὰ πόλιν τοσαύτην περιορᾶν ταῖς Εὐνομίου βλασφημίαις ἐκδεδομένην,

τότε Κωνστάντιος αὐτὸν ἐξελάσειν ἠπείλησε τὸν Εὐδόξιον, εἰ μὴ τὸν Εὐνόμιον ἀγαγὼν [*](14—19 vgl. Philostorg. VI 1) [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z T) [*](1 διδάξωμεν BG ι 1/2 πείσωμεν ἧ καταναγκάσωμεν ἧ κολάσωμεν BGT, das Futur, bezeugt Cass. 1 2 ὁ εὐνόμιοσ T ι 3 προέφερε, B ι οἱ] ὁ B i τῶν //// A ι a κακοδοξίας] κακοδαιμονίας L ι προθέμενοι T, circianponentes ’ass. I προσωπεῖον L ι οἴκοι = ad domum eius Cass] καὶ B ι 7 σφίσιν ASz eis Cass. φησὶν nGT αὐτὸν B ι 9 ὁ δὲ — φρόνημα = Cass.] ὁ δὲ φρόνημα ὅπερ εἶχε θαρρήσας ἐξέφηνεν n ι θαρρήσας BnT θαρσήσας Asz ι ἐξέφηνεν] ἐξέφερεν T ι 10 ἅπαντασ BAL πάντας rvT ι 10/11 αὐτων A ι 11 μεταλαχεῖν] μὴ μετασχεῖν Α ι nach ὁ δὲ + αὐτίκα n, fehlt bei Cass. j 13 παρακαταθήξαντεσ L und, κάτα gestrichen, Α ι 16 ἀπωδύραντο v, cum gemitu pandiderunt Cass. Codd. LP ι 18 δὲ rvT > BAL Cass. ι ἐπὶ τούτοις > Τ, pro his Cass. ι τε > Τ gestrichen A ι 21 προσῆλθον ///// A ι αὖθις] πάλιν AL | 22 τοσαύτην BALT tavtam Cass. τοιαύτην rv ι 24 αὐτὸν (αὐτὸσ A γρ. αὐτὸν Am) ἐξελάσειν Arz ἐξελάσειν αὐτὸν BT ι ὑπείλησε T)

167
δικάσοι καὶ ἐξελεγχόμενον ἐφ’ οἷς ᾐτιάθη κολάσοι.

ταύτην δείσας τὴν ἀπειλὴν ὁ Εὐδόξιος φυγεῖν ἐκ τῆς Κυζίκου τῷ Εὐνομίῳ γραμμάτων ἐδήλωσε καὶ ἑαυτῷ μέμφεσθαι μὴ πεισθέντι ταῖς ὑποθήκαις. ὁ δὲ Εὐνόμιος δείσας μὲν ὑπεχώρησε, τὴν δὲ ἀτιμίαν οὐκ ἐνεγκὼν προδοσίαν μὲν κατηγόρει τοῦ Εύδοξίου, ἠδικῆσθαι δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἀέτιον ἔλεγεν.

Ἐντεῦθεν λοιπὸν ἰδίαν φατρίαν συνεστήσατο. ὅσοι γὰρ δὴ συνίστορες ἠσαν τῆς ἐν τοῖς δόγμασιν αὐτῶν συμφωνίας Εύδοξίου μὲν ἀπέστησαν, προδοσίαν κατεγνωκότες, Εὐνομίῳ δὲ συνετάχθησαν καὶ τὴν ἐπωνυμίαν ἐξ ἐκείνου μέχρι καὶ τήμερον ἔχουσιν. ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος ὁ Εὐνόμιος ταῖς τῆς ἀσεβείας προσθήκαις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν.

ὅτι δὲ φιλοτιμίας πάθει δουλεύων ἴδιον συνεστήσατο σύλλογον αὐτὰ τὰ πεπραγμένα βοᾷ. ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν καὶ θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμένηκεν Εύδοξίῳ συμπεφραγμένος· ἡνίκα δὲ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον ἀλλ’ ἐπισκόπους ἐχειροτόνει καὶ πρεσβυτέρους ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος. ταῦτα μὲν οὑν ἐν Κωνσταντινουπόλει γεγένηται.