Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὢ ἀνοσίου τύφου >καὶ ἀμέτρου μανίας καὶ μελαγχολικῆς ἡρμοσμένης δόξης κενῆς καὶ >σατανικοῦ φρονήματος εἰς τὰς ἀνοσίους αὐτῶν ψυχὰς ἀποσκιρώσαντος.

>οὑ κατῄδεσεν αὐτοὺς ἡ τῶν ἀρχαίων γραφῶν φιλόθεος σαφήνεια, >οὐδὲ ἡ τῶν συλλειτουργῶν σύμφωνος περὶ Χριστοῦ εὐλάβεια τὴν >κατ᾿ αὐτοῦ θρασύτητα αὐτῶν ἠμαύρωσεν. ὢν οὐδὲ τὰ δαιμόνια τῆς >ἀνοσιουργίας ἀνέξεται, φωνὴν βλάσφημον κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ >εἰπεῖν φυλαττόμενα.

[*](1/2 Job. 14, 8—9 — 3/4 vgl. Sap. Sal. 7, 26 — 4/5 Psal. 35, 10 — 5/6 vgl. Job. 5, 23)[*](* 8—19 Niceph. H. Ε. VIII 7)[*](A HN (n) GS (s) DL + FV (v) = z Τ W [von 8 Καὶ τί — 19 φρονήματος])[*](1 ἐμφανίζει] ἐμφαίνει Τ ι 3 αὐτοῦ εἰκόνος ~ TCass. ι 4 ὧν] ὂν n, vgl. Cass. : qtiem similiter ι 8 ἔτι] ἐστι sT, ἔτι fehlt bei Cass. ι εἰ] εἰσ’ s ι 9 λαοῦ Α s λαοῦ ἥμων ~ TW, nostrum populum. Cass. ι 11 ἀχρήστους Τ, ingratas Cass. ι 12 ἑαυτοὺς A. ι 15 σοφίας>W ι ἀκτήμονες] ἐπιγνώμονες Ρron.13,10) oder ἐπιστήμονες (z. B. Jes. 5, 21)? Jülicher ι 18 μανίας = Cass.] κακίας A ι S Sirmond mit Verbesserang der Tbeodoretiscben Überlieferung; nicht übersetzt von Cass.; μελαγχολίᾳ Christ. ι 19 εἰς — ἀποσκιρώσαντος > V ἀποσκιρώσαντος AnST ἀποσχηρώσαντοσ DF ἀποσκιράσαντοσ G ἐγσκηνώσαντοσ L am Rand A rehementer insiliens [= ἀποσχιρτήσαντος nach Val., s. S. 8, 18) Cass. 22 ἠμέρωσεν Τ mansuefecit Cass.)
20

>Ταῦτα μὲν οὑν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπηπορήοθω >πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους καὶ τὴν >εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους.

φασὶ γὰρ ἡμᾶς >οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων >ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν >δύο, δυοῖν θάτερον δεῖν εἶναι λέγοντες οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ >ὄντων αὐτὸν εἶναι φρονεῖν, ἢ πάντως ἀγέννητα λέγειν δύο· ἀγνο- >οῦντες οἱ ἀνάσκητοι ὡς μακρὸν ἂν εἴη μεταξὺ πατρὸς ἀγεννήτου >καὶ τῶν κτισθέντων ὑπ’ αὐτοῦ ἐξ οὐκ ὄντων, λογικῶν τε καὶ >ἀλόγων.

ὧν μεσιτεύουσα φύσις μονογενής, δι’ ἧς τὰ ὅλα ἐξ οὐκ >ὄντων ἐποίησεν ὁ πατὴρ τοῦ θεοῦ λόγου, ἐξ αὐτοῦ τοῦ ὄντος πα >τρὸς γεγέννηται· ὡς καὶ αὐτός που διεμαρτύρατο λέγων ὁ κύριος »ὁ ἀγαπῶν τὸν πατέρα ἀγαπᾷ καὶ τὸν υἱὸν τὸν ἐξ αὐτοὶ γεγεννημένον«.

>Περὶ ὤν ἡμεῖς οὕτως πιστεύομεν, ὡς τῇ ἀποστολικῇ ἐκκλησίᾳ >δοκεῖ· εἰς μόνον ἀγέννητον πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν >αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ >ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου >καὶ προφητῶν καὶ εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων >καὶ ἁπάντων ἁγίων κύριον· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν >υἱὸν τοῦ θεοῦ μονογενῆ γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος ἀλλ’ ἐκ >τοῦ ὄντος πατρός, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητάς ταῖς >τομαῖς ἢ ταῖς ἐκ διαιρέσεων ἀπορροίαις, ὥσπερ Σαβελλίῳ καὶ Βαλεν- >τίνῳ δοκεῖ, ἀλλ’ ἀρρήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς >ἀνωτέρω παρεθήκαμεν· »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;« [*](5f vgl. unten 26, 8f — 13/14 ι Joh. 5, 1 — 25 oben 14, 3/4 Jes. 53, 8) [*](A HN(n) GS(s) DL + FV (v) = z Τ) [*](1 ἐπηπορήσθω AS ἐπιπορήσθω G ἐπηπορείσθω LF ἐπιπορείσθω n ἐπιπορίσθω T ἐπαπορείσθω D ἐπεισπορίσθω V, haec . . . iacula . . . dirigantur Cass. ι2 ὕλῃ = materia Cass. ὑλακὴ T ι κατὰ τοῦ χυ(??) An κατὰ χυ zT κατὰ s 3 προσθεμένους T προ///θεμένουσ V, contendunt Cass. ι 4 εὑρεταὶ z ι 6 vor ἀγέννητα ~ T ι δεῖν > sV ι λέγοντες ’δειν εἶναι ~ An, esse oportere dicentes Cass. ι 8 μακρὸν nsT μακρὰν Az ι nach εἴη + ἡ DL ι 9 τε > ALV I 11 πεποίηκεν s I vor ἐξ + ἢ L übergeschrieben Ac, + ὅσ D, Cass. wie im Text ι 13 ἀγαπᾶ καὶ An ἀγαπᾶ szTCass. ι 13/14 γεγεννημένον ἐξ αὐτοῦ ~ AJoh., Cass. wie im Text ι 17 τὰ übergeschrieben Ac ι 18 οὔτε2] οὐδὲ Τ I 20 κύριον2 > z ι τὸν > Ans, übergeschrieben Ac ι 21 nach θεοῦ + τὸν z übergeschrieben Ac ι 21/22 πατρός vor ἀλλ’ ἐκ ~ Τ, Cass. wie im Text ι 23 διαιρέσεων AnzCass. διαιρέσεως sT)

21
>τῆς ὑποστάσεως αὐτοῦ πάσῃ τῇ γενητῇ φύσει ἀπεριεργάστου τυγχανούσης, >καθὼς καὶ αὐτὸς ὁ πατὴρ ἀπεριέργαστός ἐστι, διὰ τὸ μὴ >χωρεῖν τὴν τῶν λογικῶν φύσιν τῆς πατρικῆς θεογονίας τὴν εἴδησιν.

>ἅπερ οὐ παρ’ ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι >κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου >φωνῆς καὶ διδασκούσης· »οὐδεὶς οἶδε τίς ἐστιν ὁ πατήρ, εἰ μὴ >ὁ υἱός· καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ‘. >ἄτρεπτον τοῦτον καὶ ἀναλλοίωτον ὡς τὸν πατέρα, ἀπροσδεῆ καὶ >τέλειον υἱόν, ἐμφερῆ τῷ πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ >λειπόμενον ἐκείνου. εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη καὶ ἀπαρἀλλα- >κτος τοῦ πατρός.

πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη δι’ ὢν ἡ >μείζων ἐμφέρεια, δῆλον ὡς αὐτὸς ἐπαίδευσεν ὁ κύριος ὁ πατήρ >μου« λέγων »μείζων μού ἐστὶ. καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι >τὸν υἱὸν ἐκ τοῦ πατρὸς πιστεύομεν· ἀπαύγασμα γάρ ἐστι τῆς >δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως. ἀλλὰ μή τις >τὸ ἀεὶ πρὸς ὑπόνοιαν ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ τῆς >ψυχῆς αἰοθητήρια πεπωρωμένοι·

οὔτε γὰρ τὸ ἦν, οὔτε τὸ ἀεί, οὔτε >τὸ πρὸ αἰώνων ταὐτόν ἐστι τῷ ἀγεννήτῳ. ἀλλ’ οὐδ’, ὁτιοῦν ἀνθρώ- >πων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον ὡς καὶ >ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω καὶ τεθάρρηκα τῇ περὶ πάντων >ὑμῶν ὀρθῇ προθέσει), κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων >τὸ ἀγέννητον δηλούντων.

ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις >ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ’ ἀξίαν τοῦ μονογενοῦς θεότητα >καὶ οἶον ἀρχαιότητα σημαίνειν μὴ δυναμένων, τῶν δὲ ἁγίων ἀνδρῶν >ὡς δύναμις ἑκάστῳ ἐμφανίσαι τὸ μυστήριον βιαζομένων καὶ συγ- [*](4 Job. 14, 17. 15, 26. 16, 13 — 6/7 Matth. 11, 27 — 12/13 Joh. 14, 28 — 14/15 Hebr. 1, 3 — 16 unten 26, 7 f — 17 vgl. Hiob 17, 7 u. Jer. 4, 19) [*](Α HN(n) GS(s) DL + FV(v) = z T) [*](1 τῇ > A, übergeschrieben Ac ι γενητὴ NvT creatae Cass. γεννητὴ AHsDL ι 4 δεῖ, cGtivenit Cass. > v ι 6 vor οὐδεὶς + καὶ n ι 7 καὶ οὐδεὶς — ὁ πατήρ = Cass. > T ι 9 ἐμφερῆ Asz ἐμφερεῖ T ἐμφερῆ τε n aequalemque Cass. τᾥ1>A, übergeschrieben Α c ι μεμαθήκαμεν An > szTCass. ι 11 εἶναι AnsvT δεῖ εἶναι D convenit esse Cass. εἶναι δεῖ L δεῖ übergeschrieben Ac ι 12 μεῖζον A ι δῆλον Ansz δηλοῦ////αι Τ, nicht übersetzt von Cass. ι ὡς ausradiert in T ι 17 πεπωρωμένοι nsT caecatos Cass. πεπηρωμένοι Az, aber in A η auf Rasur Ac 19 ὀνοματοποιῆ T ι σπουδάσῃ ALv ι 20 τεθάρσηκα s ι 22 παρεκτάσεισ n παρέκτασιν D ι 23 κατ’ ἀξίαν = digne Cass.] κατὰ κατὰ n ι 24 οἶον] οἱονεὶ T ι δυναμένων AnGvT δυνάμενα DLAc valentia Cass. δυναμένη S)

22
>γνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δι’ εὐλόγου ἀπολογίας διὰ >τοῦ λέγειν· εἰς ἃ ἐφθάσαμεν.

εἰ δέ τι παρὰ τὸ ἀνθρώπινον διὰ >χειλέων φθέγμα μεῖζόν τι προσδοκῶσιν οἱ ἄνδρες, τὰ ἐκ μέρους >αὐτοῖς γνωσθέντα καταργεῖσθαι λέγοντες, δῆλον ὅτι πολὺ τοῦ >ἐλπιζομένου λείπεται τὸ ἦν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων· ὅπερ >δ᾿ ἂν ἡ, οὐκ ἔστι ταὐτὸν τῷ ἀγεννήτῳ.

οὐκοῦν τῷ μὲν ἀγεννήτῳ >πατρὶ οἰκεῖον ἀξ)ίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον >λέγοντας· τῷ δὲ υἱῷ τὴν ἁρμόζουσαν τιμὴν ἀπονεμητέον, τὴν ἄναρχον αὐτώ παρὰ τοῦ πατρὸς γέννησιν ἀνατιθέντας· καὶ ὡς >ἐφθάσαμεν αὐτῷ σέβας ἀπονέμοντες, μόνον εὐσεβῶς καὶ εὐφήμως >τὸ ἢν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων λέγοντες ἐπ’ αὐτοῦ, τὴν μέντοι >θεότητα αὐτοῦ μὴ παραιτούμενοι, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ χαρακτῆρι >τοῦ πατρὸς ἀπηκριβωμένην ἐμφέρειαν κατὰ πάντα ἀνατιθέντες, τὸ >δὲ ἀγέννητον τῷ πατρὶ μόνον ἰδίωμα παρεἷναι δοξάζοντες, ἅτε δὴ >καὶ αὐτοῦ φάσκοντος τοῦ σωτῆρος· ὁ πατήρ μου μείζων μού ἐστι«.

>Πρὸς δὲ τῇ εὐσεβεῖ ταύτῃ περὶ πατρὸς καὶ υἱοῦ δόξῃ, καθὼς >ἡμᾶς αἱ θεῖαι γραφαὶ διδάσκουσιν, ἓν πνεῦμα ἅγιον ὁμολογοῦμεν, τὸ >καινίσαν τούς τε τῆς παλαιᾶς διαθήκης ἁγίους ἀνθρώπους καὶ τοὺς >τῆς χρηματιζούσης καινῆς παιδευτὰς θείους· μίαν καὶ μόνην καθο- >λικὴν τὴν ἀποστολικὴν ἐκκλησίαν, ἀκαθαίρετον μὲν ἀεὶ κἂν πᾶς ὁ >κόσμος αὐτῇ πολεμεῖν βουλεύηται, νικηφόρον δὲ πάσης τῆς τῶν >ἑτεροδόξων ἀσεβεστάτης ἐπαναστάσεως, εὐθαρσεῖς ἡμὰς κατασκευά- >ζοντος τοῦ οἰκοδεσπότου αὐτῆς διὰ τοῦ βοὰν· »θαρσεῖτε, ἐγὼ [*](2 (10?) Phil. 3, 16 —2 —5 vgl. I Kor. 13, —12 — 12 vgl. Kol. 1, 15. Hebr. 1, 3 — 15 Job. 14, 28 — 24 Job. 16, 33) [*](A HN(n) GS(s) DL + FV (v) ι z T) [*](1 παρὰ τῶν ἀκροατῶν nTCass. διὰ τῶν ἀκροατῶν s διὰ τῶν ἀκροτάτων z auf Rasur Ac ι 2 τοῦ AnsDvT τοῦτο L τὸ übergescbrieben Ac ι λέγει L ι 4 γνωσθέντα] γνωρισθέντα n, vgl. ἐκ μέρους γὰρ γινώσκομεν Kor. ι πολὺ = Cass.] καὶ πολὺ n ι 5 τὸ3 > nsz ι ὅπερ = quodcumqiie Cass.] ἅπερ n 6 ᾗ] εἴη DT εἰ V ι οὐκ ἔστι] οὐκέτι s, non tarnen est Cass. ι ταὐτὰ DHc ι 7 vor οἰκεῖον + τὸ VT ι αὐτὴ] αὐτὸν nL > s ι 11 τὸ πρὸ] πρὸ sLv ι 12 αὐτοῦ > LV ι τῶ > szT ι 14 μόνω T, Cass. wie im Text ι παρεῖ· ’ναι] εἶναι LvT > Cass. ι 15 μου1 > L ι 17 δὲ nacb εὐσεβεῖ ~ Τ ι εὐσεβεῖ =pia Cass.] εὐσεβεία A ι nacb περὶ + τοῦ L ι 19 καινίσαν An κινῆσαν szTAm qui replevit Cass., vgl. Sap. Sal. 7, 27 Psal. 50, 12 Rom. 7, 6 ι 21 ἀεὶ] εἶναι ἀεὶ s /////// ἀεὶ A ι 22 αὐτὴν T ι βουλεύηται nT βούληται Asz ι δὲ nDLAc > AsvT, et Cass. ι τῆς > Τ ι 23/24 κατασκευάσαντος n ι 24 δι’ αὐτοῦ v)

23
>νενίκηκα τὸν κόσμον«.

μετὰ τοῦτον ἐκ νεκρῶν ἀνάστασιν οἴδα- >μεν, ἧς ἀπαρχὴ γέγονεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, σῶμα >φορέσας ἀληθῶς καὶ οὐ δοκήσει ἐκ τῆς θεοτόκου Μαρίας, ἐπὶ συν- >τελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἐπιδημήσας τῷ γένει >τῶν ἀνθρώπων, σταυρωθεὶς καὶ ἀποθανών, ἀλλ’ οὐ διὰ ταῦτα τῆς >ἑαυτοῦ θεότητος ἥττων γεγενημένος, ἀναστὰς ἐκ νεκρῶν, ἀναληφθεὶς >ἐν οὐρανοῖς, καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης.

>Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ’ ἕκαστον ἐπ’ >ἀκριβείας γράφειν φορτικόν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ >τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν. ταῦτα διδάσκομεν, ταῦτα >κηρύττομεν, ταῦτα τῆς ἐκκληοίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὢν >καὶ ἀποθνήσκομεν) τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφρον- >τικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ἐν αὐτοῖς ἐλπίδα μὴ >ἀποστρεφόμενοι.

ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ >Ἀχιλλᾶν καὶ οἱ τῆς ἀληθείας οὑν αὐτοῖς πολέμιοι ἀπεώσθησαν τῆς >τὸν ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ >τὸν μακάριον Παῦλον λέγοντα· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ >ὅ παρελάβετε, ἀνάθεμα ἔστω« κἂν ἄγγελος ἐξ οὐρανοῦ εἶναι >προσποιῆται,

ἀλλὰ καὶ εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσ- >έρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ >Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται. >μηδὲν ἐπιστάμενος‘ καὶ τὰ ἑξῆς.

[*](1 u. 2 I Kor. 15, 12 u. 15, 20 — 3/4 u. 7 Hebr. 9, 26 u. 1, 3 — 9 oben S.17,22 — 10 ι Kor. 15, 11 — 17 Gal. 1,9 — ISGal. 1,8 — 19f ITim. 6, 3f)[*](* 1—18 in Syrisch. Add. Brit. Mus. 12, 156 [vgl. Schwartz, Nachrichten K. Gesellschaft der Wiss. zu Göttingen. Philol. - hist. Klasse. 1905 s. 266] 1 μετὰ — 6 γεγενημένος syrische Übersetzung ebds. [Pitra, Anal, sacra IV 200])[*](A HN(n) GS(s) DL + FV (v) = z Τ)[*](1 μετὰ τοῦτον ἐκ νεκρών An μετὰ τούτων νεκρών sT μετὰ τοῦτο νεκρών DL μετὰ τὶν τῶν νεκρών v hoc novimus actum post resurrectionem a mortuis Cass.; eine bessere Fassung des Textes nicht mit Sicherheit durch eine Contamination dieser Lesarten zu enreichen, z. B. Val.: μετὰ τοῦτο τὴν ἐκ νεκρών ι 2 ὁ χσ(??) Α I 6 αὐτοῦ sv ι ἧττον s ι 7 ἐν οὐρανῶ h in coelum Cass. 9 εἶναι > sz I μηδὲ] μήτε n, non Cass. ι 11 κηρύττομεν An κηρύσσομεν szT I τὰ > sz, vor τῆς ~ T ι 12/13 πεφρονηκότες Α ι 13 ἀναγκάζωσι DGT ι 14 ἐναντίον s ι 15 ἀχιλλέα AsDLF, Αchillas Cass. ι ἀπώσθησαν Τ ι 20 τοῖς1 > NTTim. ι τοῖς2 > z)
24

>Τούτους οὖν ἀναθεματισθέντας ἀπὸ τῆς ἀδελφότητος μηδεὶς >ὑμῶν δεχέσθω μηδὲ ἀνεχέσθω τῶν λεγομένων ἢ γραφομένων ὑπ’ αὐτῶν· πάντα γὰρ οἱ γόητες ψεύδονται, ἀλήθειαν οὐ μὴ λαλήσουσιν.

>περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες ἢ τῷ τῆς >φιλίας προσχήματι καὶ τῷ τῆς εἰρήνης ὀνόματι δι’ ὑποκρίσεως καὶ >κολακείας γράμματα διδόναι καὶ λαμβάνειν, πρὸς τὸ πλανᾶν διὰ >τούτων τὰ ὑπ᾿ αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις καὶ τὰ ἑξῆς.

>Τούτους οὑν τοὺς τὰ τοσαῦτα κατὰ Χριστοῦ τολμήσαντας, τοὺς >τὸν χριστιανιομὸν τοῦτο μὲν δημοσίᾳ διασύραντας, τοῦτο δὲ ἐπὶ >δικαστηρίων ἐπιδεικτιᾶν φιλοτιμουμένους, τοὺς διωγμὸν ἡμῖν ἐν >εἰρήνῃ τὸ ὅσον ἐπ’ αὐτοῖς ἐπεγείραντας, τοὺς τὸ ἄρρητον μυστήριον τῆς Χριστοῦ γεννήσεως ἐπεγείραντας, τούτους ἀποστρεφόμενοι, >ἀγαπητοὶ καὶ ὁμόψυχοι ἀδελφοί, σύμψηφοι γένεσθε κατὰ τῆς μανιώ- >δους αὐτῶν τόλμης καθ’ ὁμοιότητα τῶν ἀγανακτησάντων συλλει- >τουργῶν ἡμῶν καὶ ἐπιστειλάντων μοι κατ’ αὐτῶν καὶ τῷ τόμῳ συνυπογραψάντων· ἃ καὶ διεπεμψάμην ὑμῖν διὰ τοῦ υἱοῦ μου Ἄπι >τοῦ διακόνου, τοῦτο μὲν πάσης Αἰγύπτου καὶ Θηβαίδος. τοῦτο δὲ >Λιβύης τε καὶ Καππαδοκίας καὶ Συρίας καὶ ἔτι Λυκίας καὶ Παμ- >φυλίας, Ἀσίας, Καππαδοκίας καὶ τῶν ἄλλων περιχώρων· ὦν καθ’ >ὁμοιότητα καὶ παρ’ ὑμῶν δέξασθαι πέποιθα.

πολλῶν γάρ μοι βοηθη- [*](7/8 II Tim. 3, 6 — 11/12 vgl. Act. 13, 50) [*](* 1—S. 25, 6 Niceph. Η. E. VIII) [*](A HN(n) GS(s) DL + FV(v) = z T W) [*](1 οὑν = Cass. > An ι ἀπὸ] ὑπὸ DW ι 2 μηδὲ ἀνεχέσθω > s ι 3 nach ψεύδονται + καὶ T ι λαλήσουσιν ALVT λαλήσωσιν nsDFW ι 5 προσσχήματι AS i 6. καὶ > T ι 6/7 διὰ τούτων AnzCass. διὰ τούτου sT ὑπὸ τού. τοι W I 7 ἠπατημένα] πεπλανημένα sz ι σεσωρευμένα ἁμαρτίαις > mit leerem Raum H, fehlt bei Cass. ι 9 τὰ > DTW ι 10 διασύροντασ LT σύροντασ W, den Aorist bezeugt Cass. ι 12 τὸ ὅσον szTWCass. τοσοῦτον An ι ἐπ’] ἐν sLF in Cass. ι ἐπέγείραωτασ A ἐγείραντας Τ, excitare non cessant Cass. ι 13 γεννήσεως SDLVTW nativitatis Cass. γενέσεως AnGF ι ἀποστρεφόμενοι n ἀποστραφέντεσ in A, α und ἐντεσ auf Rasur Ae aversamini Cass. ἀποστραφέντεσ szTW ι 14 ἀδελφοί > nTWCass. ι γένεσθε nsvTW γενέσθαι DL γίνεσθε A 17 ὑμῖν nzTCass. > AsW ι ὄπι ἄπει N) τοῦ διακόνου An τοίδε τοῦ διακόνου ἀπίωνοσ Lv τοῦδε ἀπίωνοσ τοῦ διακόνου D τοῦδε τοῦ διακόνου s τοῦ ἀρχιδιακόνου TCass. ἀπίωνοσ καὶ ἀρχιδιακόνου W ι 19 καἰ4] τε καὶ Τ ι 20 ἀσίας AnLv ἀσίας καὶ sT ἀσίας τε καὶ DW)

25
>μάτων πρὸς τοὺς βλαβέντας πεπορισμένων, καὶ τοῦτο εὕρηται λυσι- >φάρμακον τοῦ ὑπ’ αὐτῶν ἀπατηθέντος λαοῦ, πειθομένων καὶ ταῖς >τῶν συλλειτουργῶν ἡμῶν συγκαταθέσεσιν, εἰς μετάνοιαν διὰ τούτου >ἔρχεσθαι σπουδαζόντων. ἀσπάσασθε ἀλλήλους σὺν τῇ παρ’ ὑμῶν >ἀδελφότητι. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοί· ὀναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς.

>Εἰσὶ δὲ οἱ ἀναθεματισθέντες αἱρεσιῶται, ἀπὸ πρεσβυτέρων μὲν >Ἄρειος, ἀπὸ διακόνων δὲ Ἀχιλλᾶς, Εὐζώϊος, Ἀειθαλής, Λούκιος, >Σαρμάτης, Ἰούλιος, Μηνὰς, Ἄρειος ἕτερος Ἑλλάδιος.‘