Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Καὶ ἐκεῖνος μὲν διὰ τῆς Θρᾴκης εἰς Ἰλλυρικὴν πόλιν ἀπήχθη. οὗτοι δὲ πρῶτον μὲν ἀντ’ αὐτοῦ χειροτονοῦσιν Εὐλάλιον. τούτου δὲ ὀλίγον ἐπιβιώσαντος χρόνον, Εὐσέβιον μεταθεῖναι τὸν Παλαιστῖνον ἠθέλησαν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἔφυγε τὴν μετάθεσιν καὶ βασιλεὺς διεκώλυσεν, Εὐφρόνιον προεβάλοντο. καὶ τούτου δὲ τελευτήσαντος ἐνιαυτὸν γὰρ καὶ μῆνας ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίω), Φλακίτῳ τῆς ἐκκλησίας ἐκείνης τὴν προεδρίαν παρέδοσαν.

πάντες δὲ ὁμοίως τὴν Ἀρείου λώβην εἶχον ἐγκεκρυμμένην. διό τοι τοῦτο πλεῖστοι τῶν εὐσεβεῖν προαιρουμένων καὶ τῶν ἱερωμένων καὶ τῶν πολλῶν, τοὺς ἐκκλησιαστικοὺς καταλελοιπότες συλλόγους, πρὸς ἑαυτοὺς Εὐσταθιανοὺς δὲ τούτους ὠνόμαζον ἅπαντες, ἐπειδὴ μετὰ τὴν ἔξοδον τὴν ἐκείνου συνέστησαν.

τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον, νόσῳ χαλεπωτάτῃ καὶ μακροτάτῃ περιπεσόν, ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν τραγῳδίαν ἐγύμνωσεν, οὐ δύο καὶ τρεῖς ἀλλὰ παμπόλλους τῶν ἱερέων τὰ τυρευθέντα διδάξασα. ἔφη γὰρ ἐπὶ χρήμασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πάμπαν εἶναι ψευδῆ· Εὐσταθίου γάρ τινος χαλκέως γεγενῆσθαι τὸ βρέφος. ταῦτα μὲν οὖν ἐν Ἀντιοχείᾳ παρὰ τῆς βελτίστης ἐτολμήθη συμμορίας.

[*](6—8 vgl. Euseb. Vit. Const. III 59—61 — 8—10 vgl. Sozomen. III 20, 4 — 17 vgl. zu S. 71, 10/11)[*](* 15—21 Synax. 481, 3)[*](A HN(n) GS(s) DL + FV(v) = z Τ [bis U συνηθροίζοντο])[*](1"/> nach αὐτὸν + ἐπίστευσ[.]ν ὑμῖν ὡς ἱερεὺς[. .] ἀνίεροι καὶ φωνεῖς Τ*, Gel. Cass. wie im Text ι δικαίως Τ* ι 2 nach ψῇφος + ἐξεφωνήθη Τ*, Gel. Cass. wie im Text ι 3 τῆς σωφροσύνησ καὶ τῆς ἀληθείας n, Gel. Nie. Cass. wie im Text ι 4 κῆ sxsi Rand HSS ι κἀκεῖνος nsz ι 7 ἐπειδὴ δὲ] ἐπεὶ δὲ n ἐξέφυγε n ι 8 προεβάλοντο = Gel. fecerunt Cass.] προεβάλλοντο nDL ι 9 καὶ μῆνας ὀλίγοις = Gel. Cass.] πρὸς μησὶν ἴξ T, vgl. Philostorg. 111 15: μετὰ μῆνας ἕξ ( von Paulinos, der auf Eustathios vor Eulalios folgte) ι φλακίτω Lv Gel. Nie. Theophan. am Rand Ac flacito Cass. Codd. LP φιλακίτω D φαλκίτω NG φαλκιωτῶ S φαλκίω H πλακίτω T πλάκητος Sozom. πλακεντίω A ι 10 ἐκείνης As ι προέδοσαν V ἔδοσαν s, tradidere Cass. ι 12 καὶ τῶν πολλῶν > T ι 15 τὴν2 As > S I 16 καὶ μακροτάτη Ans Gel. > zNic. Polyd. Synax., passionem critdelissinii languoris incurrens Cass. ι 18 παμ πολλοὺσ παι Ac) A ι 19 vor τὸν + καὶ A, καὶ fehlt bei Gel. Cass.)
73