Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ταῦτα μὲν οὖν τοῖς ἀπολειφθεῖσιν ἐπέστειλε. τοὺς δὲ συνεληλυθότας ὀκτωκαίδεκα δὲ ἤσαν καὶ τριακόσιοι) πολλοῖς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας κατὰ ταὐτὸν εἱστίασεν ἅπαντας, τοὺς μὲν ἀξιωτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας. θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν ἑδραῖον τοῦ πάθους ἐγένετο πρόξενον, τὰ χείλη τοῖς τραύμασι προσενήνοχεν , ἑλκύσειν ἐκεῖθεν τῶ φιλήματι τὴν εὐλογίαν πιστεύων.

πέρας δὲ τοῦ συμποσίου λαβόντος, ἕτερα πάλιν αὐτοῖς προσενήνοχε δῶρα. καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρχοντας, καθ’ ἑκάστην πόλιν χορη- [*](12 —15 Euseb. Vit. Const. III 15. vgl. Sozomen. I 25, 1 –16 — 19 vgl. Rufin. H. E. X 4. Socrat. I 11, 2) [*](* 11 — S. 47, 3 Th. loannes, Mnemeia Hagiologika S. 215, 1 – 12 —19 Georg. Mon. 504, 8 – 12 — S. 47, 6 Niceph. H. E. VIII 26 A HN(n) GS(s) DL + FV (v) = z T) [*](1 τὴν AzT Gel. Eus. Socr. > ns ι 3 vor λόγον + τῆς καθολικῆσ πίστεως TGel. ι vor ἡμέρας + τοῦ πάσχα TGel. ι 4 ὀφείλεται AG ι ἵνα = Gel. Eus. Socr. Α ι 9 ἡμετέρας TZGel. Eus. HSS ὑμετέρας Socr. ι 10 διαφυλάξει AT Eus. Cod. VSocr. Codd. FM διαφυλάξοι GzEus.Codd. JMBA Socr. Codd. AC διαφυλάξειεν n φυλάξοι SGel. ι ἀδελφοὶ ἀγαπητοί NT Gel. Eus. Socr. ἀδελφοί μου ἀγαπητοί H ἀγαπητοὶ ἀδελφοί A ἀγαπητοί ι sz ι 11 ια am Rand HSS ι ταῦτα] ταύτην Τ ι οὑν = Gel. > A ι ἀπολειφθεῖσιν = Gel.] ἀποῦσιν Τ* ι 13 δὲ] τε Τ ι 13/ 14 εὐτρεπισθῆναι κελεύσας = Gel. Mnem.] εὐτρεπίσας Τ* ι 14 κατ’ αὐτὸν n ι ἑστίασεν NGF Gel. Georg. ι 15 ἄλλας ΠMnem ἄλλας τραπέζας Gel. ι 16 ἶνας = Gel. Georg. Mnem.] ἐν αὐτοῖσ’ παφνούτιον καί τινας ἄλλουσ Τ* ι ὡς] ὅτι T ι 18 ἑλκύσειν = Gel. Georg. Mnem.] ἑλκύσαι DT)

47
γεῖσθαι παρεγγυῶν ταῖς ἀειπαρθένοις καὶ χήραις καὶ τοῖς ἀφιερω- μένοις τῇ θείᾳ λειτουργίᾳ ἐτήσια σιτηρέσια. φιλοτιμίᾳ μᾶλλον ἢ χρείᾳ ταῦτα μετρήσας.

τούτων τὸ τριτημόριον μέχρι καὶ τήμερον χορηγεῖται, Ἰουλιανοῦ μὲν τοῦ δυσσεβοῦς πάντα καθάπαξ ἀφελομένου, τοῦ δὲ μετ’ ἐκεῖνον τὰ νῦν χορηγούμενα παρασχεθῆναι προστεταχότος ὁ γὰρ λιμὸς ὀλίγην ἐποίει τότε τὴν εἰσφοράν. εἰ δὲ τοῦ νῦν χορηγουμένου τριπλάσιον ἦν τὸ τηνικαῦτα παρασχεθέν, ῥᾴδιον τὴν τοῦ βασιλέως μεγαλοψυχίαν τῷ βουλομένῳ καταμαθεῖν.

Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ· φιλαπεχθήμονες γὰρ ἄνδρες ἐγράψαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν.

ὁ δὲ πρὸ τῆς γεγενημένης ὁμονοίας ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι προσέταξεν. ἔπειτα τὴν σύμβασιν ἐργασάμενος ταύτας κομίσας παρόντων αὐτῶν κατέκαυσεν, ὀμωμοκὼς ἠ’ μὴν μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι. οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερέων τὰ πλημμελήματα δῆλα γίνεσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασίν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσιν.

φασὶ δὲ αὐτὸν καὶ τόδε προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος γένοιτο, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψῃ τοὺς θεω- μένους τῶν δρωμένων ἡ ὄψις. οὕτω παραινέσας καὶ τοσαύτης ἀξιώσας τοὺς ἱερέας τιμῆς, καταλαβεῖν ἕκαστον τὴν οἰκείαν παρηγγυησε ποίμνην.

[*](4 vgl. Artemii Passio 22 PG 96, 1272 B. Sozomen. V 5, 2. Theodoret. H. E. IV 4 – 9 —14 vgl. Rufin. H. E. X 2. Socrat. I 8, 18 —19. Sozomen. ι 17, 3 — 5)[*](* 9 —21 Gelas. Cyzic. II 8 – 9 —23 Georg. Mon. 508, 4)[*](A HN(n) GS(s) DL + FY (v) = z T [bis 8 καταμαθεῖν u. von 15 οὐ γὰρ bis 23 ποίμνην])[*](1 ταῖς] τὰ ταῖς Α > DT Gel. ι 3 μετρήσας = Gel.] μερίσας s ι καὶ > Τ ι 4 μὲν > T ι 6 ἐποίει τότε] ἐποιεῖτο z ι 7 ἢν > T ι 9 ἐκεῖνο Ls ι ἐκεῖνο nach δίκαιον co v, nach ἡγοῦμαι ~ s ι 11 ὁ δὲ = Gel. Georg.] ὃς LV ὃσ σ auf Rasur Ac) A ι 12 ταύτας = Gel. Georg.] ταῦτα v ι 13 δακτύλω sD I 14 κομίσασ AnsD Georg, κομισάμενος Ly ι 15 μηδὲ A. ι ἐγγεγραμμένων nGel. ἐν αὐταῖς γεγραμμένων Georg. γεγραμμένων Asz ι 17 λαμβάνοντες = Gel. Georg.] λαβόντες n ι 17/18 ἁμαρτάνουσιν AGel. ι 19 γίνοιτο A ι nach ἂν + αὐτὸν T ι 20 βλάψαι Lv Gel. Georg. Cod. Ρ βλάψαιε Georg. ι 21 οὕτω] οὕτωσ αὐτοὺς Τ ι 22 καταλαβεῖν = Georg.] καταλαμβάνειν A ι οἰκείαν] ἰδίαν L ι 22/23 παρεγγύησε A)
48

Ἐγὼ δὲ τῆς τῶν Ἀρειανῶν ἕνεκα βδελυρίας, οἳ οὐ μόνον τῶν κοινῶν ἡμῖν καταφρονοῦσι πατέρων ἀλλὰ καὶ τοὺς σφετέρους ἀρνοῦνται, τὴν Εὐσεβίου τοῦ Καισαρέων ἐπιστολὴν ἣν περὶ τῆς πίστεως ἔγραψεν ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ, τῆς τούτων λύττης ἔλεγχον ἔχουσαν ἐναργῆ.

τοῦτον γὰρ γεραίροντες ὡς ὁμόφρονα, τοῖς ὑπὸ τούτου γραφεῖσιν ἄντικρυς ἀντιλέγουσιν. γέγραφε δὲ τὴν ἐπιστολὴν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν, ὡς εἰκός, ἐγκαλοῦντας αὐτῷ. δηλοῖ δὲ ἄμεινον τὰ γεγραμμένα τὸν τοῦ γεγραφότος σκοπόν. » Εύσεβίου τοῦ Καισαρείσς τῆς Παλαιστίνης ἐπισκόπου ἐπι- στολὴ ἣν ἀπὸ τῆς Νικαίας ἀπέστειλεν ὅτε ἡ μεγάλη σύνοδος συνεκροτήθη.