Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ζωγράφοι μὲν σανίσι καὶ τοίχοις τὰς παλαιὰς ἐγγράφοντες ἱστορίας τέρψιν μὲν τοῖς ὁρῶσι προσφέρουσι, τῶν δὲ γεγενημένων τὴν μνήμην ἐπὶ πλεῖστον ἀνθοῦσαν φυλάττουσι· λογογράφοι δέ, ἀντὶ μὲν σανίδων ταῖς βίβλοις ἀντὶ δὲ χρωμάτων τοῖς τῶν λόγων ἄνθεσι κεχρημένοι, διαρκεστέραν καὶ μονιμωτέραν τῶν πεπραγμένων ποιοῦσι τὴν μνήμην· ὁ γὰρ χρόνος λωβᾶται τῶν ζωγράφων τὴν τέχνην.

τούτου δὴ χάριν κἀγὼ τῆς ἐκκλησιαστικῆς ἱοτορίας τὰ λειπόμενα συγγράψαι πειράσομαι· οὐ γὰρ ὅσιον ᾠήθην λαμπροτάτων ἔργων καὶ ὀνησιφόρων διηγημάτων τὸ κλέος παριδεῖν ὑπὸ τῆς λήθης συλώμενον.

διὰ γὰρ δὴ τοῦτο καὶ τῶν ουνήθων τινὲς ἐπὶ τόνδε με τὸν πόνον πολλάκις παρώτρυναν· ἐγὼ δὲ τῇ μὲν ἐμαυτοῦ δυνάμει τόδε τὸ ἔργον σταθμώμενος τὴν ἐγχείρησιν ὀρρωδῶ. θαρρῶν δὲ τῷ φιλοτίμῳ δοτῆρι τῶν ἀγαθῶν μείζοοιν ἢ κατ’ ἐμαυτὸν ἐγχειρῶ.

Εὐσεβίος μὲν οὖν ὁ Παλαιστῖνος ἀπὸ τῶν ἱερῶν ἀποστόλων τῆς ἱστορίας ἀρξάμενος μέχρι τῆς Κωνσταντίνου θεοφιλοῦς βασιλείας τὰ ταῖς ἐκκλησίαις ουμβεβηκότα ουνέγραψεν· ἐγὼ δὲ τῆς συγγραφῆς ἐκείνης τὸ τέλος ἀρχὴν τῆς ἱστορίας ποιήσομαι.

[*](* 5—9 S. Andreae encom. ab Arsenio ep. Corcyrae [Mustoxidi, Delle Corciresi, Corfu 1848, append. XXIII])[*](A HN(n) GS(s) DL + FV(v) = z)[*](1 — 4 > HL I 1 vor Θεοδωρήτοις + τοῦ μακάριοι A + τοῦ αἰτοῦ μακαρίου N ι 2 ἐπισκόπου Κύρου > D ι κύρων G ι 3/4 ἐκκλησιαστικῆς — πρῶτος > S I 5 α(??) am Rand nD ι 7 ἀνθοῦσαν AnDL Andr. encom. ἀνὰ πᾶσα; 9 καὶ μονιμωτέραν Am ι 11 λείποντα A, vgl. S. 7, 19 ι 14 δὴ > sv ι 15 τὴν μὲν (μὲν > DLV) ἐμαυτοῦ δύναμιν sz ι 15/ 16 τόδε τὸ ἔργον] τόδε G τώδε τῶ ἔργω SV τῶνδε τῶν ἔργων L τοι τε ἔργον D ι 16 θαρρεῖν A 17 δὥτῆρι Α)
5