Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Ῥουφῖνος μὲν οὖν ἰδίᾳ τε πολλοῖς κακῶν ἀφορήτων γενόμενος αἴτιος καὶ τῇ πολιτείᾳ λυμηνάμενος ἁπάσῃ δίκην ἐξέτισε τῶν πεπονηρευμένων ἀξίαν, Εὐτρόπιος δὲ πρὸς πάντα Στελίχωνι συνεργήσας τὰ κατὰ τούτου βεβουλευμένα τῶν ἐν τῇ αὐλῇ πραττομένων κύριος ἦν.
καὶ τὴν μὲν Ῥουφίνου περιουσίαν κατὰ τὸ πλέον ἐσφετερίζετο, καὶ ἑτέρους ἐνδιδοὺς ἐκ ταύτης οἰκειοῦσθαι τὰ ὁπωσοῦν ἄξια τῆς αὐτοῦ κτήσεως νομιζόμενα: τῆς δὲ Ῥουφίνου γαμετῆς σὺν τῇ θυγατρὶ τῇ τῶν Χριστιανῶν ἐκκλησίᾳ προσδραμούσης δέει τοῦ μὴ συναπολέσθαι τῷ ἀνδρί, πίστιν δοὺς ὁ Εὐτρόπιος ἐφῆκεν αὐταῖς εἰς τὴν κατὰ Ἱεροσόλυμα πόλιν ἐκπλεῦσαι, πάλαι μὲν οἰκητήριον Ἰουδαίων οὖσαν, ἀπὸ δὲ τῆς Κωνσταντίνου βασιλείας ὑπὸ Χριστιανῶν τιμωμένην οἰκοδομήμασιν.
ἐκεῖναι μὲν οὖν αὐτόθι τὸν λειπόμενον τοῦ βίου διέτριψαν χρόνον: Εὐτρόπιος δὲ πάντας, ὧν εἴη τις λόγος, ἐκποδὼν καταστῆσαι βουλόμενος, ὡς ἂν μηδεὶς ἕτερος πλὴν αὐτοῦ βασιλεῖ παραδυναστεύοι, καὶ ἐπὶ Τιμασίῳ στρατιωτικῶν ἡγησαμένῳ ταγμάτων ἀπὸ τῶν Οὐάλεντος χρόνων καὶ πολλῶν μετασχόντι πολέμων ἐπιβουλὴν ἵστησιν, οὐδεμιᾶς αἰτίας ὑπούσης. ἦν δὲ ἡ συκοφαντία