Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Στελίχων δὲ τῆς κατὰ τὴν ἑσπέραν βασιλείας ἐπιτροπεύων ἐκδίδωσι πρὸς γάμον Ὁνωρίῳ τῷ βασιλεῖ τὴν ἀπὸ Σερήνας οὖσαν αὐτῷ θυγατέρα: Σερήνα δὲ ἦν παῖς Ὁνωρίου, ὃς Θεοδοσίῳ τῷ τῶν βασιλευόντων πατρὶ γέγονεν ἀδελφός.
ὀχυρώσας δὲ τῇ πρὸς τὸν βασιλέα κηδείᾳ τὴν δύναμιν, καὶ ἄλλως ἅπαν σχεδὸν τὸ Ῥωμαίων στρατόπεδον ὑπήκοον εἶχε: τελευτήσαντος γὰρ μετὰ τὴν Εὐγενίου καθαίρεσιν ἐν Ἰταλίᾳ Θεοδοσίου, στρατηγὸς ὢν τοῦ παντὸς στρατεύματος ὁ Στελίχων, εἴ τι δυνατὸν αὐτοῦ καὶ πολεμικώτατον ἦν, τοῦτο κατέσχε, τὸ δὲ ἀπεσκληκὸς καὶ ἀπόβλητον χωρεῖν ἐπὶ τὴν ἑῴαν ἠφίει.
καὶ ταῦτα διαθείς, ἔχων τε πρὸς Ῥουφῖνον ἐγκότως οἷα δύναμιν αὐτῷ ἀντίρροπον κατὰ τὴν ἑῴαν ἔχειν βουλόμενον, ὡς Ἀρκάδιον ἰέναι διενοεῖτο, διαθεῖναι κατ̓ ἐξουσίαν καὶ τὰ κατ̓ ἐκεῖνον ἐθέλων: ἔλεγε γὰρ ἐπιτετράφθαι