Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Φήμης δὲ πρότερον εἰς τὴν Ῥώμην ἐλθούσης ὡς Ἀρκάδιος ὁ βασιλεὺς τελευτήσειε, κυρωθείσης τε μετὰ τὴν Ὁνωρίου τοῦ βασιλέως εἰς τὴν Ῥάβενναν ἄφιξιν, ἐπειδὴ Στελίχων μὲν εἰς τὴν Ῥάβενναν ἦν, ὁ δὲ βασιλεὺς ἐπέστη Βονωνίᾳ τῇ πόλει, μιᾷ τῆς Αἰμιλίας οὔσῃ, διεστηκυίᾳ δὲ τοῖς καλουμένοις μιλίοις ἑβδομήκοντα τῆς Ῥαβέννης, μετάπεμπτος γίνεται Στελίχων οἷα στρατιωτῶν κατὰ τὴν ὁδὸν πρὸς ἀλλήλους στασιασάντων, ἐφ̓ ᾧ σωφρονισμὸν αὐτοῖς ἐπαχθῆναι.
Στελίχωνος οὖν συναγαγόντος τοὺς στασιάσαντας, καὶ οὐχ
ἐπεὶ δὲ οὐκ ἔσφηλεν αὐτὸν ὁ βασιλεὺς τῆς ὑποσχέσεως, εἰς τὴν περὶ τῶν κοινῶν ἐτράπησαν σκέψιν: ὅ τε γὰρ Στελίχων εἰς τὴν ἑῴαν ἐβούλετο διαβῆναι καὶ τὰ κατὰ τὸν Ἀρκαδίου παῖδα Θεοδόσιον διαθεῖναι, νέον ὄντα καὶ κηδεμονίας δεόμενον, ὅ τε βασιλεὺς Ὁνώριος αὐτὸς στέλλεσθαι τὴν ὁδὸν ταύτην διενοεῖτο, καὶ ὅσα πρὸς ἀσφάλειαν τῆς τοῦ νέου βασιλείας οἰκονομῆσαι.
δυσαρεστήσας ἐπὶ τούτῳ Στελίχων τὸν ὄγκον τῶν περὶ τὴν ὁδὸν ἐσομένων δαπανημάτων ἄγων εἰς μέσον ἀποτρέπει τὸν βασιλέα ταύτης τῆς ἐγχειρήσεως. ἔλεγε δὲ μηδὲ τὴν ἐπανάστασιν Κωνσταντίνου συγχωρεῖν αὐτῷ τῆς περὶ τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν ἀποστῆναι φροντίδος, ἤδη Κωνσταντίνου τοῦ τυράννου τὴν Γαλατίαν πᾶσαν διαδραμόντος καὶ ἐν τῇ Ἀρελάτῳ διατρίβοντος.
προσεῖναι δὲ τούτοις, καίπερ οὖσιν ἱκανοῖς εἰς τὸ δεῖσθαι τῆς τοῦ βασιλέως παρουσίας τε καὶ προνοίας, καὶ τὴν Ἀλλαρίχου μετὰ τοσούτου στρατοπέδου βαρβάρων ἐπιδημίαν, ἀνθρώπου βαρβάρου καὶ ἀπίστου καὶ ἐπειδὰν εὕροι τὴν Ἰταλίαν βοηθείας ἔρημον ἐπελευσομένου. γνώμην δὲ ἀρίστην εἶναι καὶ τῇ πολιτείᾳ λυσιτελοῦσαν Ἀλλάριχον μὲν ἐπιστρατεῦσαι τῷ τυράννῳ, τῶν τε σὺν αὐτῷ βαρβάρων ἄγοντα μέρος καὶ τέλη Ῥωμαϊκὰ καὶ ἡγεμόνας, οἳ κοινωνήσουσιν αὐτῷ τοῦ πολέμου, τὴν ἑῴαν δὲ αὐτὸς καταλήψεσθαι βασιλέως κελεύοντος καὶ γράμματα περὶ τοῦ πρακτέου διδόντος.
ἀλλ̓ ὁ βασιλεὺς μὲν ὀρθῶς ἅπαντα εἰρῆσθαι τῷ Στελίχωνι κρίνας, τά τε γράμματα δοὺς πρὸς τὸν τῆς ἑῴας βασιλέα καὶ πρὸς Ἀλλάριχον τῆς Βονωνίας ἐξήλαυνε: Στελίχων δὲ κατὰ χώραν ἔμενε τέως, οὔτε ἐπὶ τὴν ἑῴαν προϊὼν οὔτε ἕτερόν τι τῶν βεβουλευμένων ἄγων εἰς