Historia Nova

Zosimus

Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887

Ταύτης διαβοήτου τῆς πράξεως ἐν ἅπασι γενομένης καὶ ἐν τοῖς ἁπάντων στόμασιν οὔσης, παντός τε σωφρονοῦντος ἐπὶ τοῖς τοσούτοις ἀτοπήμασι σχετλιάζοντος, αὐτὸς μὲν Ῥουφῖνος ὥσπερ τι σεμνὸν ἐργασάμενος ὕπατος ἀνεδείκνυτο, Τατιανῷ δὲ καὶ τῷ τούτου παιδὶ Πρόκλῳ, Ῥουφίνῳ προσκεκρουκόσι δἰ οὐδὲν ἕτερον ἢ ὅτι τὰς ὑπάρχους ἔχοντες ἐξουσίας, ὃ μὲν τῆς αὐλῆς ὃ δὲ τῆς πόλεως, ἀδωρότατα καὶ

209
ὡς ἔνι μάλιστα δεόντως αὐτὰς διετίθεσαν, ἐπήγετο πράγματα λόγον οὐκ ἔχοντα.

καὶ ἵνα εἰς ἔργον ἀχθείη τὰ κατ̓ αὐτῶν βουλευόμενα, πρότερον ἀπετίθετο Τατιανὸς τὴν ἀρχὴν καὶ ἤγετο εἰς κρίσιν, ὑπάρχου τῆς αὐλῆς ἀποδεδειγμένου Ῥουφίνου. καὶ τῷ μὲν φαινομένῳ κοινωνεῖν ἐτάχθησαν ἕτεροι Ρουφίνῳ τῆς κρίσεως, ἐκεῖνος δὲ μόνος εἶχε τῆς ψήφου τὸ κῦρος.

ἐπεὶ δὲ Πρόκλος αἰσθόμενος τῆς ἐπιβουλῆς ἔλαθεν ἑαυτὸν ἀποκρύψας, ὑφορώμενος ὁ Ῥουφῖνος τὸ δραστήριον τοῦ ἀνδρός, δεδιὼς δὲ μὴ νεώτερόν τι φρονήσας συνταράξῃ τινὶ τὰ κατ̓ αὐτὸν μηχανῇ, μετελθὼν ἀπάτῃ τὸν πατέρα καὶ ὅρκοις, καὶ τὸν βασιλέα πείσας ὑποφῆναι καὶ αὐτῷ καὶ τῷ παιδὶ μεγίστας ἐλπίδας, τούτῳ τε τῷ τρόπῳ μεταγαγὼν ἐκ τῆς ἀληθοῦς ὑπονοίας εἰς ματαίους ὀνείρους, ἀναπείθει Τατιανὸν γράμμασι τὸν παῖδα μετακαλέσασθαι.

Πρόκλον μὲν οὖν ἅμα τῷ φανῆναι συναρπασθέντα τὸ δεσμωτήριον δέχεται, Τατιανοῦ δὲ τῇ τῆς πατρίδος οἰκήσει παραδοθέντος ἀκροάσεις συνεχεῖς ἐπὶ τῇ Πρόκλου συνῄεσαν κρίσει, καὶ τελευτῶντες οἱ δικασταὶ κατὰ τὸ Ῥουφίνῳ συγκείμενον ἀπάγεσθαι τοῦτον ἐν Συκαῖς τῷ προαστείῳ τὴν ἐπὶ θανάτῳ προσέταττον. οὗπερ αἰσθόμενος ὁ βασιλεὺς ἔστελλε μὲν δῆθεν τὸν ἀνακαλεσόμενον ἐκ τοῦ τραχήλου τὸ ξίφος: ὃ δὲ συνθήματι Ῥουφίνου πειθόμενος σχολαίτερον ἀπιών, ἔφθασεν ἤδη πεσοῦσαν τὴν κεφαλήν.