Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Καὶ τὰ μὲν Θεσσαλῶν καὶ Μακεδόνων ἐν τούτοις ἦν, ὁ δὲ βασιλεὺς Θεοδόσιος λαμπρὸς καὶ ὥσπερ ἐπὶ νίκῃ σεμνῇ θρίαμβον ἐκτελῶν εἰς τὴν Κωνσταντινούπολιν εἰσῄει, τῶν μὲν κοινῶν ἀτυχημάτων οὐδένα ποιούμενος λόγον, συνεκτείνων δὲ τῷ τῆς πόλεως μεγέθει τὴν τῆς τρυφῆς ἀμετρίαν. ὁ δὲ βασιλεὺς Γρατιανὸς οὐ μετρίως ἐπὶ τοῖς ἀγγελθεῖσι συνταραχθεὶς στρατιὰν ἀρκοῦσαν ἐξέπεμψεν, Βαύδωνι τῷ στρατηγῷ ταύτην παραδούς, ᾧ καὶ Ἀρβογάστην συνέπεμψεν:
ἄμφω δὲ ἦσαν Φράγγοι τὸ γένος, εὖνοί τε σφόδρα Ῥωμαίοις καὶ χρημάτων ὡς μάλιστα ἀδωρότατοι καὶ περὶ τὰ πολέμια φρονήσει καὶ ἀλκῇ διαφέροντες. τούτων ἅμα τῇ στρατιᾷ τοῖς κατὰ Μακεδονίαν καὶ Θεσσαλίαν ἐπιστάντων χωρίοις, οἱ τὰ
αὐτομόλους γὰρ ἔπεμπον ὡς αὐτὸν ἐλαχίστους, εὔνοιαν καὶ συμμαχίαν καὶ πᾶν τὸ προσταττόμενον ὑπισχνουμένους. καὶ ἐπειδὴ ταῦτα λέγουσι πιστεύσας ἐδέχετο καὶ οὐδὲ ἡ πρώτη πεῖρα δέδωκεν αὐτῷ τὸ. λυσιτελοῦν ἰδεῖν, ἐπηκολούθησαν καὶ ἐπὶ τούτοις ἕτεροι, καὶ πάντας προσίετο, καὶ πάλιν ἐπὶ τοῖς αὐτομόλοις τὰ πράγματα ἦν διὰ τὴν τοῦ βασιλέως ἠλιθιότητα. ταύτην δὲ ἔτρεφεν ἡ τῆς τρυφῆς ἄσκησις ἐν αὐτῷ.
πάντα γὰρ ὅσα πρὸς ἠθῶν ἀρκεῖ καὶ βίου διαφθοράν, ἐπὶ τῆς τούτου βασιλείας τοσαύτην ἐπίδοσιν ἔσχεν ὥστε πάντας σχεδόν, ὅσοι τὰ τοῦ βασιλέως ἐζήλουν ἐπιτηδεύματα, τὴν ἀνθρωπίνην εὐδαιμονίαν ἐν τούτοις ὁρίζεσθαι. μῖμοί τε γὰρ γελοίων καὶ οἱ κακῶς ἀπολούμενοι ὀρχησταί, καὶ πᾶν ὅ τι πρὸς αἰσχρότητα καὶ τὴν ἄτοπον ταύτην καὶ ἐκμελῆ συντελεῖ μουσικήν, ἠσκήθη τε ἐπὶ τούτου, καὶ μετὰ ταῦτα, --- τὴν ἐκείνων ἄνοιαν ζηλώσαντας εἶναι, εἰς τοσαύτην κατενεχθέντος διαφθορὰν τοῦ πολιτεύματος. ἔτι τε καὶ τὰ τῶν θεῶν ἕδη κατὰ πᾶσαν ἐπολιόρκει πόλιν καὶ χώραν, κίνδυνός τε πᾶσιν ἐπέκειτο τοῖς νομίζουσιν εἶναι θεοὺς ἢ ὅλως εἰς τὸν οὐρανὸν ἀναβλέπουσι καὶ τὰ ἐν αὐτῷ φαινόμενα προσκυνοῦσι.