Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Τὰ μὲν οὖν ἄχρι τῆς Ἰοβιανοῦ τελευτῆς, μεθ̓ ὃν Οὐαλεντινιανὸς ᾑρέθη τῶν Ῥωμαϊκῶν προεστάναι πραγμάτων, ἐν τῇ πρὸ ταύτης ἀνείληπται βίβλῳ. νόσου δὲ κατὰ τὴν ὁδὸν ἐνσκηψάσης αὐτῷ καὶ τὸ φύσει πρὸς ὀργὴν τοῦ ἀνδρὸς ἕτοιμον εἰς ὠμότητα μείζονα καὶ παραφορὰν ἄκραν ἀναστησάσης, ὑποψία μὲν αὐτὸν εἰσῄει ψευδὴς ὡς ἔκ τινος γοητείας ὑπὸ τῶν Ἰουλιανοῦ φίλων αὐτῷ σκευωρηθείσης νοσοίη, κατηγορίαι δὲ κατά τινων ἦσαν ἐπιφανῶν, ἃς ἀγχινοίᾳ τε καὶ φρονήσει διέλυεν ὁ τῆς αὐλῆς ὕπαρχος: ἦν δὲ ἔτι Σαλούστιος.
ἐνδούσης δὲ αὐτῷ τῆς νόσου, τῆς Νικαίας ἀπαναστὰς εἰς τὴν Κωνσταντινούπολιν παρεγένετο. τοῦ δὲ στρατοπέδου καὶ τῶν ἄλλως πρὸς αὐτὸν ἐπιτηδείως ἐχόντων ἑλέσθαι κοινωνὸν τῆς βασιλείας παρακαλούντων, ὅπως εἴ τις τοῖς πράγμασι συμβαίη περίστασις, ἔχοιεν τὸν ἀντιληψόμενον καὶ μὴ ταὐτὰ πάθοιεν οἷς ἐπὶ τῆς Ἰουλιανοῦ πεπόνθασι τελευτῆς, πείθεται τῇ παραινέσει, καὶ στρέψας ἐν αὑτῷ γνώμην ἐκ πάντων ὧν ἔλαβε