Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Ταῦτα οὕτως διαθεὶς ὁ Καῖσαρ Σαλίους τε καὶ Κουάδων μοῖραν καὶ τῶν ἐν τῇ Βαταουίᾳ νήσῳ τινὰς τάγμασιν ἐγκατέλεξεν, ἃ καὶ νῦν ἐφ̓ ἡμῶν ἔτι δοκεῖ περισώζεσθαι. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κωνστάντιος ὁ βασιλεὺς ἦν
Κωνσταντίου τοίνυν ἐν τούτοις ὄντος οἱ Πέρσαι, Σαπώρην ἔχοντες βασιλέα, τὰ περὶ τὴν μέσην ἐλῄζοντο τῶν ποταμῶν, καὶ τὰ περὶ τὴν Νίσιβιν ἅπαντα καταστρεψάμενοι καὶ αὐτὴν ἤδη πάσῃ δυνάμει τὴν πόλιν ἐπολιόρκουν. τοῦ δὲ στρατηγοῦ Λουκιλλιανοῦ πρὸς τὴν πολιορκίαν ἀρκέσαντος, καὶ νῦν μὲν τοῖς ἀπὸ τῆς τύχης ὀρθῶς χρησαμέμου νῦν δὲ καὶ στρατηγήμασιν, ἡ μὲν πόλις τὰ περιστάντα διέφυγεν, εἰς ἔσχατον ἐλθοῦσα κινδύνου. τὸ δὲ ὅπως περιττὸν ἡγησάμην διεξελθεῖν, αὐτοῦ τοῦ Καίσαρος ἐν ἰδίᾳ συγγραφῇ πάντα ἀφηγησαμένου τὰ τότε πραχθέντα, ἅπερ ἔστιν εἰς χεῖρας λαβόντα τὴν ἐν λόγοις ἄκραν τοῦ ἀνδρὸς συνιδεῖν ἀρετήν.
Δοκούντων δὲ εἶναι τῶν κατὰ τὴν ἑῴαν ἐν ἡσυχίᾳ, καὶ τῶν τοῦ Καίσαρος κατορθωμάτων ἐν τοῖς ἁπάντων στόμασιν ὄντων, δεινῶς ὁ Κωνστάντιος συνεστάλη τῷ φθόνῳ. τῇ δὲ τῶν ἐν Κελτοῖς τε καὶ Ἴβηρσι πραγμάτων εὐημερίᾳ δακνόμενος ἐμηχανᾶτο προφάσεις, δἰ ὧν ἂν δυνηθείη κατὰ βραχὺ καὶ ἀνεπαισθήτως τὰς τοῦ Καίσαρος ἐλαττῶσαι δυνάμεις, οὕτω τε τῆς ἀξίας αὐτὸν παραλῦσαι. πέμπει τοίνυν ὡς αὐτόν, τάγματα δύο τῶν ἐν Κελτοῖς στρατιωτῶν ἐκπεμφθῆναι
Ἰουλιανοῦ δὲ ἀγνοίᾳ τῆς αὐτοῦ προαιρέσεως, καὶ ἅμα διὰ τὸ μὴ πρόφασιν ὀργῆς αὐτῷ δοῦναι, τὸ ἐπίταγμα παραχρῆμα πληρώσαντος, τὰ μὲν ἐν Κελτοῖς ἠξιοῦτο πάσης ἐπιμελείας, τοῦ στρατιωτικοῦ κατὰ τὸ συνεχὲς αὐξανομένου, καὶ τῶν παροικούντων ταῖς ἐσχατιαῖς βαρβάρων κατεπτηχότων καὶ πόλεμον μὲν οὐδὲ ὄναρ ἐνθυμουμένων, Κωνστάντιος δὲ καὶ ἕτερα τάγματα στρατιωτικὰ πεμφθῆναί οἱ παρὰ τοῦ Καίσαρος ᾔτει. καὶ τυχὼν τῆς αἰτήσεως ἄλλας μετ̓ οὐ πολὺ τέσσαρας ἴλας ὡς αὑτὸν ἐκέλευεν ἐκπεμφθῆναι, καὶ παραχρῆμα παρασκευάζεσθαι πρὸς ἐκδημίαν ὁ Καῖσαρ τοῖς στρατιώταις ἐσήμαινεν.