Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Καίπερ οὖν ἐν τούτοις ὄντι τῷ στρατοπέδῳ περὶ φιλίας ὅμως ἐποιοῦντο λόγους οἱ Πέρσαι, σουρήναν τε καὶ ἄλλους τῶν ἐν δυνάμει παῤ αὐτοῖς ὄντων ἐκπέμψαντες. Ἰοβιανοῦ δὲ τοὺς περὶ τῆς εἰρήνης προσδεξαμένου λόγους, στείλαντός τε Σαλούστιον τὸν τῆς αὐλῆς ὕπαρχον καὶ Ἀρινθαῖον σὺν τούτῳ, λόγων περὶ τούτου γενομένων αὐτοῖς πρὸς ἀλλήλους ἐγίνοντο μὲν τριακοντούτεις σπονδαί, συνεδόκει δὲ Ῥωμαίους τοῦ τε Ζαβδικηνῶν ἔθνους ἐκστῆναι τοῖς Πέρσαις, ἔτι δὲ Καρδουηνῶν καὶ Ῥημηνῶν καὶ Ζαληνῶν τε πρὸς τούτοις καὶ ἐπὶ πᾶσιν τῶν περὶ αὐτὰ φρουρίων, ὄντων τὸν ἀριθμὸν πεντεκαίδεκα, μετὰ τῶν οἰκητόρων καὶ κτημάτων
μετοικισθῆναι. προσαφείλοντο δὲ καὶ Ἀρμενίας τὸ πολὺ μέρος οἱ Πέρσαι, βραχύ τι ταύτης Ῥωμαίοις ἔχειν ἐνδόντες. ἐπὶ τούτοις αἱ σπονδαὶ γεγονυῖαι καὶ γραμματίοις ἑκατέρωθεν ἐπισφραγισθεῖσαι δεδώκασι Ῥωμαίοις εὐρυχωρίαν τῆς οἴκαδε ἐπανόδου, κατὰ μηδὲν τὰ Περσῶν διαφθείρουσιν ὅρια, μήτε αὐτοῖς ὑπὸ Περσικῆς ἐπιβουλευομένοις ἐνέδρας.