Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Διοκλητιανὸς μὲν τελευτᾷ τρισὶν ἐνιαυτοῖς ὕστερον, ἤδη δὲ καταστάντες αὐτοκράτορες Κωνστάντιος καὶ Μαξιμιανὸς ὁ Γαλέριος ἀνέδειξαν Καίσαρας Σεβῆρον καὶ Μαξιμῖνον, ἀδελφῆς ὄντα παῖδα τοῦ Γαλερίου, Σεβήρῳ μὲν τὴν Ἰταλίαν Μαξιμίνῳ δὲ τὰ πρὸς ἀνίσχοντα ἥλιον παραδόντες.
τῶν δὲ πραγμάτων εὖ διακειμένων καὶ τῶν πανταχοῦ βαρβάρων ἐκ τῶν προλαβόντων κατορθωμάτων ἀσμένως ἡσυχαζόντων, Κωνσταντῖνος ἐξ ὁμιλίας γυναικὸς οὐ σεμνῆς οὐδὲ κατὰ νόμον συνελθούσης Κωσταντίῳ τῷ βασιλεῖ γεγενημένος, ἤδη μὲν ἔχων ἔννοιαν ἐν ἑαυτῷ βασιλείας, εἰς μείζονα δὲ καταστὰς
δεδιὼς δὲ μή ποτε φεύγων καταληφθείη ʽπεριφανὴς γὰρ ἦν ἤδη πολλοῖς ὁ κατέχων αὐτὸν ἔρως τῆς βασιλείασ̓ τοὺς ἐν τοῖς σταθμοῖς ἵππους, οὕς τὸ δημόσιον ἔτρεφεν, ἅμα τῷ φθάσαι τὸν σταθμὸν κολούων καὶ ἀχρείους ἐῶν τοῖς ἑξῆς ἑστῶσιν ἐχρῆτο. καὶ ἑξῆς τοῦτο ποιῶν τοῖς μὲν διώκουσιν ἀπέκλεισε τὴν ἐπὶ τὸ πρόσω πορείαν, αὐτὸς δὲ προσήγγιζεν τοῖς ἔθνεσιν ἐν οἷς ἦν ὁ πατήρ.