Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Κωνστάντιος δὲ θεασάμενος ὡς ἐμφυλίου τῆς μάχης οὔσης οὐδὲ τὰ τῆς νίκης ἐκβήσεται κατὰ νοῦν αὐτῷ, τῶν Ῥωμαϊκῶν
ταῦτα δὲ αὐτοῦ τῶν στρατοπέδων ἔτι συμπεπλεγμένων ἀλλήλοις λογιζομένου, πρὸς μείζονα λύσσαν ἐπαρθέντες οἱ Μαγνεντίῳ συναγωνιζόμενοι οὐδὲ νυκτὸς μαχομένοις αὐτοῖς ἐπελθούσης ἐπαύσαντο, ἐπέμεινάν τε αὐτοί γε οἱ στρατηγοὶ στρατιωτῶν ἔργα πληροῦντες καὶ τοῖς καθ̓ ἕκαστον στρατιώταις ἐπικεῖσθαι τοῖς ἐναντίοις ἐγκελευόμενοι.
καὶ τῶν Κωνσταντίου δὲ στρατηγῶν εἰς ἀνάμνησιν τῆς ἀνδρείας καὶ τῆς Ῥωμαίων δόξης ἐπανελθόντων, νυκτός τε βαθείας οὔσης, ἔπαιον ἀλλήλους δόρασί τε καὶ ξίφεσι καὶ παντὶ τῷ προσπίπτοντι καὶ εἰς χεῖρας ἰόντι: καὶ οὔτε τὸ σκότος οὔτε ἕτερόν τι τῶν εἰωθότων ἀνακωχὴν πολέμου ποιεῖν ἔπαυσε τὰ στρατόπεδα τοῦ φονᾶν κατ̓ ἀλλήλων καὶ ἐν εὐτυχήματι μεγίστῳ ποιεῖσθαι τὸ σὺν ἀλλήλοις ἅπαντας ἄρδην ἀποθανεῖν.
τῶν δὲ στρατηγῶν ἀνδρείας καὶ ἀρετῆς ἔργα κατὰ τὴν μάχην ἐπιδειξαμένων μέγιστα, πίπτουσιν ἄλλοι τε καὶ Ἀρκάδιος ὁ τοῦ τάγματος τῶν Ἀβούλκων ἡγούμενος καὶ Μενέλαος ὁ τῶν ἐξ Ἀρμενίας ἱπποτοξοτῶν ἄρχειν τεταγμένος.