Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Μούρσῃ τε πλησιάσας ὁ Μαγνέντιος πῦρ προσῆγε ταῖς πύλαις, ὡς ἂν τοῦ καλύπτοντος τὰ ξύλα σιδήρου δαπανηθέντος εἴξαντα τῷ πυρὶ τὴν εἰς τὴν πόλιν εἴσοδον ἀναπετάσαιεν
στάδιον ἦν τι πρὸ τῆς πόλεως τῶν ἀφορισθέντων ἄνωθεν τῇ τῶν ὁπλομάχων ἁμίλλῃ, πανταχόθεν ὕλαις ἀμφηρεφές. τούτῳ Κελτῶν φάλαγγας τέσσαρας ἐναπέκρυψεν, ἐγκελευσάμενος, ἐπειδὰν ἐφισταμένου Κωνσταντίου μέλλοι πρὸ τῆς πόλεως συνάπτεσθαι μάχη, τοῖς ἐναντίοις ἐπελθεῖν ἀδοκήτοις, ὥστε αὐτοὺς ἐν μέσῳ ληφθέντας πανωλεθρίᾳ διαφθαρῆναι. τούτου δὲ τοῖς ἐφεστῶσι τῷ τείχει γνωσθέντος εὐθὺς ὁ Κωνστάντιος Σκολιδώαν καὶ Μαναδὸν τοὺς ταξιάρχους ἐξέπεμπεν:
οἳ δὲ τοὺς ὑπ̓ αὐτοῖς τεταγμένους ὁπλίτας τε καὶ τοξότας ἀριστίνδην ἑλόμενοι τὰς θύρας τοῦ σταδίου πάσας ἀπέκλεισαν, ἀπολαβόντες δὲ τοὺς ὑπερκειμένους τούτου βαθμοὺς πανταχόθεν τε τοὺς ἐν τῷ σταδίῳ κυκλώσαντες κατετόξευσαν. ἐπεὶ δέ τινες αὐτῶν ἐπιθέντες τὰ σάκη ταῖς κεφαλαῖς ἐπειράθησαν τοῦ σταδίου διαρρῆξαι τὰς θύρας, ὁμοῦ συμπεσόντες καὶ τούτους βέλεσί τε βαλλοντες καὶ θείνοντες ξίφεσι διέμειναν, ἄχρις ὅτε διέφθειραν ἅπαντας.
τούτῳ τῷ τρόπῳ τῆς Μαγνεντίου διαπεσούσης ἐπιβουλῆς καὶ τῆς ἐνέδρας εἰς τοὐναντίον αὐτῷ περιστάσης, εἰς ταὐτὸν ἀμφότερα γενόμενα τὰ στρατεύματα συνέπιπτεν ἀλλήλοις ἐν τῷ πρὸ τῆς Μούρσης πεδίῳ. μάχης τε γενομένης οἵα σχεδὸν οὔπω πρότερον ἐν τούτῳ τῷ πολέμῳ φαίνεται γεγονυῖα, πίπτουσι μὲν ἐξ ἑκατέρου πλεῖστοι,