Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Κωνστάντιος δὲ ἐκ τῆς ἑῴας ἐπὶ τὸν κατὰ Μαγνεντίου πόλεμον ἐξορμήσας
ἑκατέρου τοίνυν κήρυκας περὶ τούτου πρὸς Βετρανίωνα στείλαντος εἵλετο Κωνσταντίῳ θέσθαι μᾶλλον ἢ Μαγνεντίῳ. τῶν οὖν Μαγνεντίου πρέσβεων ἀναχωρησάντων ἀπράκτων συνελθεῖν ἐς ταὐτὸ τὰ στρατόπεδα Κωστάντιος παρεκάλει, καὶ σκέμμα κοινὸν περὶ τοῦ πρὸς Μαγνέντιον προτεθῆναι πολέμου.
παραχθέντος δὲ Βετρανίωνος τοῖς Κωνσταντίου λόγοις, ἐπὶ βήματός τινος ἐπὶ τούτῳ κατασκευασθέντος ἀνέβησαν. Κωστάντιος τοίνυν λαχὼν πρῶτος εἰπεῖν διὰ γένους ἀξίωσιν, πανταχοῦ τῶν λόγων τῆς τοῦ πατρὸς ἀνεμίμνησκε τοὺς στρατιώτας φιλοτιμίας καὶ τῶν ὅρκων οὓς ὀμωμόκασιν, ἦ μὴν εὔνοιαν τοῖς τούτου φυλάξειν παισίν, ἠξίου τε μὴ περιιδεῖν ἀθῷον ἀναχωροῦντα Μαγνέντιον, Κωνσταντίνου παιδὸς ὄντα φονέα, μεθ̓ οὗ πολλοὺς πολέμους διεπόνησαν καὶ μεγίσταις ἐτιμήθησαν δωρεαῖς.
τούτων ἀκηκοότες οἱ στρατιῶται, προκατειλημμένοι τε δώροις ἁδροῖς, τὰ κίβδηλα τῆς βασιλείας ἐξεβόησαν ἐκκαθαίρεσθαι, καὶ ἅμα Βετρανίωνα τῆς ἐσθῆτος ἐκδύσαντες κατήγαγον ἐκ τοῦ βήματος ἰδιώτην. Κωνστάντιος δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὸν συγχωρήσας ἐδίδου βίον αὐτῷ διατρίβοντι κατὰ τὴν Βιθυνίαν ἀρκοῦντα. καὶ βιοὺς ἐν ταύτῃ χρόνον οὐκ ἔχων ἔτι πράγματα τετελεύτηκε.