Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
τῇ δὲ ὑστεραίᾳ τοῦ βορέου πολλοῦ πνεύσαντος, προελθὼν Ἄβαντος τοῦ Αἰαντίου λιμένος ἐς ναυμαχίαν παρεσκευάζετο. τῶν δὲ μεινάντων ἐν τῷ στόματι τοῦ Ἑλλησπόντου πεντηκοντόρων ἐκ προστάγματος τῶν στρατηγῶν ἀφικομένων εἰς Ἐλεοῦντα, καταπλαγεὶς ἐπὶ τῷ πλήθει τῶν νεῶν Ἄβαντος ἐνεδοίαζεν ἐπιπλεῦσαι τοῖς ἐναντίοις.
περὶ δὲ μέσην ἡμέραν ὑπέρρει μὲν τό βόρειον πνεῦμα, νότος δὲ πνεύσας πολὺς καὶ τὸν Λικιννίου στόλον πρὸς τῇ τῆς Ἀσίας εὑρὼν ᾐόνι τὰς μὲν ὀκέλλειν ἐποίει, τὰς δὲ πέτραις προσήρασσεν, τὰς δὲ αὐτάνδρους κατέδυεν, ὥστε ἄνδρας μὲν πεντακισχιλίους, ναῦς δὲ αὐτάνδρους διαφθαρῆναι τριάκοντα καὶ ἑκατόν, δἰ ὧν ἔτυχεν ὁ Λικίννιος τοῦ στρατοῦ μέρος ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν ἐκπέμψας οἷα στενοχωρουμένων τῷ πλήθει τῶν μετὰ Λικιννίου πολιορκουμένων ἐν τῷ Βυζαντίῳ.
φυγόντος δὲ Ἀβάντου μετὰ τεσσάρων νεῶν εἰς τὴν Ἀσίαν, τὰ μὲν τῆς ναυμαχίας τοῦτον