Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Ταύτην δὲ διαφυγὼν ὁ Μαξέντιος τὴν ἐπιβουλήν, ἔχειν τε ἤδη βεβαίως οἰόμενος τὴν ἀρχήν, ἐν Λιβύῃ καὶ Καρχηδόνι τοὺς τὴν εἰκόνα τὴν αὐτοῦ περιοίσοντας ἔπεμπεν. ὅπερ γενέσθαι κωλύσαντες οἱ αὐτόθι στρατιῶται τῇ περὶ Γαλέριον Μαξιμιανὸν εὐνοίᾳ καὶ μνήμῃ, ἐπειδὴ Μαξέντιον ἐπιστρατεύσειν αὑτοῖς ἔγνωσαν ταύτης ἕνεκα τῆς ἀντιστάσεως, εἰς τὴν Ἀλεξάνδρειαν ἀνεχώρησαν. ἱκαναῖς δὲ δυνάμεσι περιπεσόντες, αἷς ἀντίσχειν οὐχ οἷοί τε ἦσαν, ἐπὶ τὴν Καρχηδόνα πάλιν ἀπέπλευσαν.
ἐφ̓ οἷς κινηθεὶς ὁ Μαξέντιος ὥρμησεν ἐπὶ τὴν Λιβύην ἐκπλεῦσαι καὶ τῶν ταῦτα τολμησάντων
ὃ δὲ ὑποπτεύσας ὡς οὐχ ὁμηρείας ἕνεκεν αἰτοίη τὸν παῖδα δοθῆναι Μαξέντιος ἀλλ̓ ἐπὶ πράξεσιν ἀπίστοις, ἀπωθεῖται τὴν ἐπὶ τούτῳ πρεσβείαν. ἐπεὶ δὲ καὶ τοὺς δόλῳ διαχρησομένους αὐτὸν ὁ Μαξέντιος ἐξαπέστειλεν καὶ προδοσίᾳ τὸ σκευωρηθὲν ἐφωράθη, τότε δὴ καιρὸν εὑρόντες οἱ στρατιῶται πρὸς ἀπόστασιν ἐπιτήδειον τὴν ἁλουργίδα περιέθεσαν Ἀλεξάνδρῳ, Φρυγί τε ὄντι τὸ γένος καὶ δειλῷ καὶ ἀτόλμῳ καὶ πρὸς πάντα πόνον ὀκνοῦντι καὶ προσέτι γεγηρακότι.