Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
διατρίβοντι δὲ αὐτῷ κατὰ τὴν Πέρινθον, ἣ νῦν Ἡράκλεια μετωνόμασται, συνίσταταί τις ἐπιβουλὴ τοιάδε. ἦν τις ἐν τοῖς βασιλείοις Ἔρως ὄνομα, τῶν ἔξωθεν φερομένων ἀποκρίσεων μηνυτὴς τεταγμένος. τούτῳ πταίσματός τινος ἕνεκεν ὁ βασιλεὺς ἀπειλήσας ἐς φόβον κατέστησεν.
καὶ δεδιὼς μὴ ταῖς ἀπειλαῖς ἔργον ἐπιτεθείη, τῶν δορυφόρων τισίν, οὓς μάλιστα τολμηροτάτους ᾔδει, κοινολογεῖται, καὶ γράμματα δείξας ἅπερ ἦν εἰς τύπον τῶν βασιλέως: γραμμάτων αὐτὸς μιμησάμενος ʽἐκ πολλοῦ γάρ οἱ τὰ τῆς μιμήσεως μεμελέτητὀ πείθει θάνατον ὑφορωμένους ʽτοῦτο γὰρ ἦν ἐκ τῶν γραμμάτων τεκμήρασθαἰ πρὸς τὴν κατὰ τοῦ βασιλέως ὁρμῆσαι σφαγήν.
ἐπιτηρήσαντες οὖν αὐτὸν ἐξιόντα τῆς πόλεως δίχα τῆς ἀρκούσης φυλακῆς