Historia Nova
Zosimus
Zosimus, Historia Nova, Zosimi Historia Nova, Mendelssohn, Teubner, 1887
Τῆς Αἰγύπτου τοίνυν ὑπὸ Παλμυρηνοῖς γενομένης, οἱ ἐκ τῆς ἐν Ναΐσσῳ Κλαυδίου καὶ Σκυθῶν μάχης περιλειφθέντες, προβαλλόμενοι τὰς ἁμάξας, ὡς ἐπὶ Μακεδονίαν ἐχώρουν, σπάνει δὲ τῶν ἐπιτηδείων λιμῷ πιεζόμενοι διεφθείροντο αὐτοί τε καὶ ὑποζύγια. προάγουσι δὲ αὐτοῖς ἡ Ῥωμαίων ἵππος ὑπαντιάσασα, πολλούς τε ἀνελοῦσα, τοὺς λοιποὺς ἐπὶ τὸν Αἶμον ἀπέτρεψεν.
κυκλωθέντες δὲ τοῖς Ῥωμαίων στρατοπέδοις οὐκ ὀλίγους ἀπέβαλον. ἐπεὶ δὲ διαστάντων πρὸς ἑαυτοὺς πεζῶν καὶ ἱππέων ἐδόκει βασιλεῖ τοὺς πεζοὺς τοῖς βαρβάροις διαμαχέσασθαι, καρτερᾶς γενομένης μάχης ἐτρέποντο Ῥωμαῖοι: καὶ ἀναιρεθέντων οὐκ ὀλίγων, ἡ ἵππος ἐπιφανεῖσα μετρίαν αὐτοῖς τὴν τοῦ πταίσματος πεποίηκεν αἴσθησιν.