In Aristotelis Libros De Anima Commentaria

John Philoponus

Joannes Philoponus, In Aristotelis Libros De Anima Commentaria, Commentaria in Aristotelem Graeca 15, Hayduck, Reimer, 1897

1
[*](Ed. Trinc. a 1r)

ΠΡΟΟΙΜΙΟΝ

Μέλλοντας ἡμᾶς τῶν περὶ ψυχῆς ἀκροᾶσθαι λόγων ἀναγκαῖον εἰπεῖν πρότερον περὶ τῶν δυνάμεων τῆς ψυχῆς, ποσαχῶς τε διαιροῦνται καὶ ποίας ἑκάστη τῆς ὀνομασίας τετύχηκεν, εἶτα πόσαι τῶν ἀρχαιοτέρων περὶ αὐτῶν δόξαι γεγόνασιν, καὶ ἐπὶ τούτοις τὴν ἀληθῆ περὶ αὐτῶν δόξαν ἐκ διαιρέσεως ἀφορίσασθαι. πρῶτον μὲν αἱ ψυχικαὶ δυνάμεις τὴν εἰς δύο διαίρεσιν ἐπιδέχονται· αἱ μὲν γὰρ αὐτῶν εἰσι λογικαί, αἱ δὲ ἄλογοι. ἑκατέρα δὲ τούτων τῶν δυνάμεων διχῇ πάλιν διαιρεῖται· τῶν γὰρ λογικῶν δυνάμεων αἱ μέν εἰσιν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί· ὁμοίως δὲ καὶ αἱ ἄλογοι. πάλιν δὲ αἱ λογικαί τε καὶ γνωστικαὶ τῆς ψυχῆς δύνα. μεὶς διαιροῦνται τριχῇ· ἡ μὲν γάρ τίς ἐστι δόξα, ἡ δὲ διάνοια, ἡ δὲ νοῦς. ἡ μὲν οὖν δόξα καταγίνεται περὶ τὸ καθόλου τὸ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ γινώσκει. οἶδε γὰρ ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, καὶ ὅτι πᾶς ἄνθρωπος δίπους. ἔτι γε μὴν καὶ τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ συμπεράσματα. οἶδε γὰρ ὅτι ἡ ψυχὴ ἀθάνατος, διὰ τί δὲ ἀθάνατος, οὐκέτι οἶδεν· διανοίας γὰρ τοῦτο ἔργον, δόξης δὲ τὸ ὅτι μόνον εἰδέναι. ὅθεν καὶ καλῶς ὁρίζεται αὐτὴν ἐν τῷ Σοφιστῇ διαλόγῳ ὁ Ἐλεάτης ξένος διανοίας ἀποτελεύτησιν. τῆς γὰρ διανοίας συλλογισαμένης [*](1 Tit. ἰωάννου — ἐπιστάσεων (3) D: post Ἀλεξανδρέως add. τοῦ Φιλοπόνου t 9 incipiunt excerpta PselJi q. d. de anima (Migne P. G. t. 122 p. 1030 sqq.) de quibus cf. Praefationis Supplem. 12 δυνάμεων D: om. t 13 δὲ (ante καὶ) D: διαιροῦνται Pal. t τε D: om. t 16 τοῦτο— γινώσκει om. Pal. Suid. v. Δόξα οἶδε γὰρ Pal. t Suid.: οἶδεν D καὶ ὅτι Pal. t Suid.: οἶδεν ὅτι D 18 οἶδε γὰρ Dt: οἷον Pal. Suid. 19 post δέ ἀθάνατος add. ἡ ψυχή t οὐκέτι — ἔργον D: οὐκ οἶδεν ἡ δόξα ὅτι διανοίας ἔργον ἐστὶ τοῦτο t 20 post εἰδέναι add. ὥστε δόξα ἐστὶ τό τε γινῶσκον τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου καὶ τῶν διανοητῶν τὰ συμπεράσματα t, eademque Pal. Suid., praeterquam quod habent δοξαστά ἐστι τό τε ἐν τοῖς κτλ. αὐτὴν D : τὴν δόξαν t ἐν τῷ Σοφιστῇ] Plato Soph. p. 264 Α 21 ante ἀποτελεύτησιν add. λέγων t)

2
ὅτι ἀθάνατος ἡ ψυχή, λαβοῦσα ἡ δόξα τὸ συμπέρασμα τοῦτο μόνον οἶδεν a 1r ὅτι ἀθάνατος. διανοίας γὰρ ἔργον τὸ οἱονεὶ ὁδόν τινα διανύειν μεταβαίνουσαν ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, ὅθεν ἔσχε καὶ τοὔνομα. οἷον πόθεν ὅτι ἡ ψυχὴ ἀθάνατος ζητεῖ ἡ διάνοια· εἶτα ἐκ τῶν σαφεστέρων ἀρξαμένη διαβαίνει ἐπὶ τὸ ζητούμενον λέγουσα ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον καὶ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. τοῦ δὲ νοῦ ἔργον τὸ ἁπλαῖς ἐπιβολαῖς κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ γὰρ ἡ αἴσθησις προσβάλλουσα τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρειττόνως ἢ κατὰ ἀπόδειξιν τοῦτο γινώσκει οὐ γὰρ δεῖται συλλογισμοῦ, ὅτι τόδε ἐστὶ λευκόν, ἀλλὰ ἁπλῆ ἐπιβολῇ τοῦτο γινώσκει), οὕτω καὶ ὁ νοῦς ἁπλῇ ἐπιβολῇ γινώσκει τὰ νοητὰ κρειττόνως ἢ κατὰ ἀπόδειξιν. αὕτη δὲ ἡ τοῦ νοῦ ἐνέργεια μόνοις παραγίνεται τοῖς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης ἀφιγμένοις, τοῖς διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. ὅθεν περὶ τούτου λέγων ὁ Πλωτῖνός φησιν ὅτι “ὅστις δὲ ἐνήργησεν, οὗτος οἶδεν ὃ λέγω, ἅτε δὴ τῆς τοιαύτης καταστάσεως μηδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης,” καταγίνεται οὖν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἅπερ ὁ Τίμαιος ὁριζόμενος ἕλεγεν εἶναι νοήσει μετὰ λόγου περιληπτά , ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά, ἅπερ καὶ αὐτὰ τὰ δοξαστὰ λέγων ὁ Τίμαιός φησιν εἶναι δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, ἐσχάτην δὲ ἡ δόξα, μέσην δὲ ἡ διάνοια, ἥτις καὶ μάλιστα οἰκεία ἐστὶ τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἐπειδὴ καἰ αὕτη τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει. καὶ διὰ ταύτης, λέγω δὴ τῆς διανοίας, ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶν ἡ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφός ἐστι καὶ σύμφυλος τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀύλων ἀνάγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν, καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν κἀκεῖ φαντάζεται. ὃ καὶ ὁ Πλάτων’ ἐν τῷ Φαίδωνι λέγει ὅτι τοῦτό ἐστι τὸ χαλεπώτατον [*](2 διανοίας — οἱονεὶ D: διάνοια δέ ἐστι τὸ οἷον t 3 ὅθεν— τοὔνομα D: ἐξ οὐ καὶ τὴν κλῆσιν εἵλκυσεν Pal. t 6 post ἀθάνατος add. καὶ τῆς μὲν διανοίας ἔργον τοῦτο t 7 ἐπιβολαῖς D: προσβολαῖς Pal. t κρειττόνως D: καὶ κρεῖττον Pal. t 8 προσβάλ- λουσα Dt: προσβαλοῦσα Suid. v. Νοῦς: προσλαβοῦσα Pal. post προσβάλλουσα add. τυχὸν t 9 et 1 1 κρειττόνως D : κρεῖττον t 9 τοῦτο γινώσκει D : αὐτοῦ τὴν πω σιν ἔων t 10 post δεῖται add. πρὸς ταῦτα t 11 νοητὰ] διανοητὰ ’ 12 αὕτη δὲ ἡ D: ἡ δέ γε t post ἐνέργεια add. ἐκείνοις t τοῖς D: οἶς t 13 ἀφιγμένοις τοῖς D: γέγονεν ἀφικέσθαι καὶ t lb. IG Πλωτῖνος] nescio quo loco, sed cf. Enn. V, 3,14. 17 VI, 7,35. 36 18 οὖν D: τοίνυν t ὁ Τίμαιος] Plato Tim. p. 28 A 20 ὁ Τίμαιος] Plato Tim. ibid. 22 ἔχει D: ἐπέχει t 23 μάλιστα — ἡμετέρᾳ D: προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ Pal. t αὕτη scripsi: αὐτὴ libri 23. 24 μέσην ἐν D Suid.: post μέσην add. τὴν t 24 δὴ scripsi: δὲ Dt: om. Pal. 25 ἡ τελειότης D: ἡ om. Pal. t 27 τῶν συνεθισμῶν D 28 ἀνάγειν Dt: ἄγειν Suid. 29 αἰ- σθητῶν Dt: νοητῶν Pal. Suid. κἀκεῖ D Pal. t: κἀκείνων Suid. δ D: ὡς Pal. t 30 ὁ Πλάτων ἐν τῷ Φαίδωνι] Phaed. p, 66 D τό om. t)
3
τῶν ἐν ἡμῖν, ὅτι ὅταν καὶ σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος [*](a 1r) μικρὸν ἀγάγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα ὅτι σῶμά ἐστι [*](40) τὸ θεῖον, καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ [*](a 1r) ἀσχηματίστως περὶ τοῦ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων. τοιαῦτα δέ ἐστι τὰ διανοητά, οἷά ἐστιν ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία, ἔτι δὲ καὶ τὰ μαθηματικά, ἅτινα, τὰ μαθήματα λέγω, τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν, ἵν συνεθισθεῖσα ἐν τούτοις ἐνεργεῖν ἀύλως ὁδῷ προελθοῦσα καὶ ἐπὶ τὰ παντελῶς χωριστὰ τῆς ὕλης, λέγω τὰ θεῖα, χωρήσῃ. ὅθεν καὶ ὁ Πλωτῖνος ἀγέσθωσαν οἱ νέοι, φησί, διὰ τῶν μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως᾿. εἰ δέ ποτε ἡ διάνοια συλλογίζεται καὶ περὶ τῶν νοητῶν, ἀλλ’ οὐ καθ’ αὑτήν, ἀλλὰ τῷ νῷ συμπλακεῖσα, ὧμπερ καὶ ἐπὶ τῶν αἰσθητῶν συλλογίζεται συμπλακεῖσα τῇ φαντασίᾳ. τούτου τοίνυν τοῦ νοῦ εἰ καὶ μὴ μετέχομεν οἱ πολλοί, ἀλλ’ οὖν ἴχνη τινὰ καὶ ἰνδάλματα διαβέβηκεν καὶ εἰς ἡμᾶς· ταῦτα δέ ἐστιν αἱ κοιναὶ ἔννοιαι, ἃς ἀναποδείκτως, μᾶλλον δὲ κρειττόνως ἢ κατὰ ἀπόδειξιν πάντες γινώσκομεν, οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, ὅτι ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα γίνεται, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατά. φάσις ἢ ἡ ἀπόφασις, ὅτι πάντα τοῦ ἀγαθοῦ ἐφίεται, καὶ ὅσα τοιαῦτα. πρὸς γὰρ τὴν τούτων πίστιν κατασκευῆς οὐ δεόμεθα, ἀλλὰ κατὰ πρώτην ἐπιβολὴν κρεῖττον ἢ κατὰ ἀπόδειξιν ταῦτα γινώσκομεν. αὗται οὖν, ὡς εἴπομεν, αἱ κοιναὶ ἔννοιαι αἱ διὰ πάντων χωροῦσαι ἰνδάλματα τοῦ νοῦ ἐναργῶς εἰσιν. περὶ τούτου καὶ ἐν τοῖς ’ Αποδεικτικοῖς ὁ Ἀριστοτέλης πρὸς τοὺς νομίζοντας μὴ εἶναι ἐπιστήμην ἔλεγεν, ὅτι οὐ μόνον ἐπιστήμην εἶναι λέγομεν, ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης , ἡ τοὺς ὅρους γινώσκομεν, ὅρους λέγων ἤτοι τὰς κοινὰς ἐννοίας καὶ τοὺς ἐν τοῖς συλλογισμοῖς ὅρους δεῖ γὰρ πάντα συλλογισμὸν ἀπὸ κοινῶν ἐννοιῶν ἔχειν τὴν ἀρχήν, αἵτινες, ὡς εἴπομεν, ἀπὸ τοῦ νοῦ καὶ πρὸς ἡμᾶς φοιτῶσιν· ἀναποδείκτως γὰρ ἴσμεν ὅτι τόδε τι ἄνθρωπός ἐστιν ἢ ψυχὴ ἤ τι τοιοῦτον), ἢ τὰ νοητὰ ὅρους φησὶ ὡς πέρατα τῶν ὄντων· ὅρος γάρ ἐστιν, ὥς φησιν ὁ γεωμέτρης, ὅ τινός ἐστι πέρας. ἀρχὴν οὖν ἐπιστήμης φησὶ τὸν νοῦν εἶναι· δι’ αὐτοῦ γὰρ ἔχομεν [*](1 περιελκόντων σωμάτων D, sed corr. in mrg. περὶ ὁλκῶν τοῦ σώματος D 1 2 μικρὸν D Pal.: μικρῶν t 4 καὶ μέγεθος ἔχει καὶ σχῆμα Pal. t: μέγεθος ἔχει, σχῆμα ἔχει D .5 τοῦ θεοῦ D Pal. t: τοῦ oin. Suid. 6 ἑαυτῆς D Pal.: αὐτῆς t 7 περὶ D Suid.: πὼς Pal.: πῶς t 8 ἔτι τε D 9 τὰ μαθήματα λέγω D: om. Pal. Suid. t 11 παντελῶς D Pal.: παντελῆ t 12 Πλωτῖνος] Enn. I 33 13 φύσεως D Pal. t: πίστεως Plotia. 15 ἐπὶ D: περὶ Pal. t 16 τοίνυν Pal. t: om. D οὖν D: om. Pal. t 17 καὶ εἰς D: καὶ om. Pal. t 18 κρειτ- τόνως D: κρεῖττον Pal. t 24 ἔννοιαι αἱ διὰ Suid. v. Κοιναὶ ἕννοιαι: αἱ om. D Pal. t 25 ἐναργῶς εἰσιν D : εἰσιν ἐναργῶς Pal. t post ἐναργῶς εἰσιν add. διὸ καὶ ἀρχὴν ἐπιστήμης τὸν νοῦν καλοῦσιν, ᾧτινι τὰ νοητὰ γινώσκομεν Pal. Suid. t: om. D ἐν τοῖς Ἀποδεικτικοῖς] Anal. post. Α3 p. 72b 23)
4
τὰς κοινὰς ἐννοίας, ὅθεν ἡ διάνοια ὡς ἀπὸ ἀρχῶν τὰς ἐπιστημονικὰς ἀπδείξεις [*](a 1v) ποιεῖται· ἤγουν ὅρους λέγει τὰ νοητά· καὶ γὰρ αὐτὰ ἔσχατά ἐστι τῶν ὄντων. λέγομεν οὖν, φησίν, εἶναι τὸν νοῦν, ὃν ἀρχὴν ἐπιστήμης ἐκάλεσεν, ᾧτινι τὰ νοητὰ γινώσκομεν· ταῦτα γὰρ ὅροι ὡς πέρατα. ἄξιον δὲ ζητῆσαι, ἐπειδὴ ἐλέγομεν τὴν δόξαν τὸ μὲν ὅτι εἰδέναι, τὸ δὲ διότι ἀγνοεῖν, ἐλέγομεν δὲ καὶ τὸ καθόλου ἐν τοῖς αἰσθητοῖς εἰδέναι, ἔτι γε μὴν καὶ τῶν διανοητῶν τὰ συμπεράσματα, πόθεν τῇ δόξῃ ἡ γνῶσις τοῦ καθόλου ἐν τοῖς αἰσθητοῖς. τίνος γὰρ ἀποδείξαντος ὅτι πᾶς ἄνθρωπος δίπους λαβοῦσα τοῦτο τὸ συμπέρασμα ἔχει παρ’ ἑαυτῇ, ὥσπερ ἐπὶ τῶν διανοητῶν τῆς διανοίας ἀποδειξάσης ὅτι ἡ ψυχὴ ἀθάνατος τὸ συμπέρασμα λαβοῦσα ἡ δόξα κα- τέχει; οὔτε γὰρ ἡ διάνοια τοῦτο ἀπέδειξε, λέγω δὴ ὅτι πᾶς ἄνθρωπος δίπους ἢ πᾶς ἵππος χρεμετιστικὸς ἢ ὅσα τοιαῦτα· οὐ γὰρ δυνατὸν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστώσασθαι. οὐ γὰρ ἐπειδὴ Ξανθὸς καὶ Βαλίος τετράπους καὶ οἱ ἐν τῷδε καὶ τῷδε τυ τόπῳ ἵπποι, ἤδη δυνατὸν λέγειν ὅτι καὶ πάντες, οὐδ’ ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ Αἰθίοψ μέλας, ἤδη δῆλον ὅτι καὶ πᾶς Αἰθίοψ μέλας. ὅτι μὲν οὖν ἡ διάνοια τὸ αἰσθητὸν οὐκ ἀποδείκνυσι δῆλον· ὅτι δὲ οὔτε ἡ φαντασία οὔτε ἡ αἴσθησις, καὶ τοῦτο πρόδηλον, καὶ ὅταν περὶ αὐτῶν λέγωμεν, ἔτι πολλῷ μᾶλλον φανερὸν ἔσται· ἑκάστη γὰρ τούτων μερικόν τι γινώσκει. πόθεν οὖν τῇ δόξῃ τὸ καθόλου τῶν αἰσθητῶν γινώσκειν ; λέγομεν οὖν ὅτι μάλιστα μέν πὼς δυνατὸν τὴν διάνοιαν καὶ τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου συλλογίσασθαι, ὥσπερ ἐποίησεν ὁ Ἀριστοτέλης ἐπὶ τῶν ἄστρων, βουλόμενος δεῖξαι ὅτι σφαιρικά, πιστωσάμενος τοῦτο ἀπὸ ἑνὸς τῆς σελήνης· εἰ γὰρ ἐπὶ τῶν ὁμοουσίων ὃ ἐφ’ ἑνός, ἀνάγκη καὶ ἐπὶ πάντων εἶναι, ὁμοούσια δὲ πάντα τὰ ἄστρα, δέδεικται δὲ ὅτι ἡ σελήνη σφαιρική, δῆλον ὅτι καὶ τὰ ἄλλα σφαιρικὰ ἔσται. καὶ καπνόν τις ἑωρακὼς συλλογίζεται ὅτι καὶ πῦρ ὑπάρχει ἐν τῷ τόπῳ οὕτως· ἐν τῷ τόπῳ τούτῳ καπνός ἐστι· πᾶς καπνὸς ἐκ πυρός ἐστιν· ἐν τῷ τόπῳ ἄρα τούτῳ πῦρ ἐστιν. ἴσως μὲν οὖν, ὅπερ εἶπον, δυνατὸν καὶ περί τινων αἰσθητῶν συλλογίζεσθαι τὸ καθόλου, εἰ καὶ μὴ ἐπὶ πάντων· πλὴν λέγω ὅτι ἔχει ἡ λογικὴ ψυχὴ συνουσιωμένους τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτῇ, διὰ δὲ τὸ καταδεδυκέναι ἐν τῇ ὕλῃ οἷον ἐγκατεχώσθησαν, ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν [*](2 ὅρους t: ὅρον D 9 inter συμπέρασμα et ἔχει supra lin. add. ἡ δόξα D παρ’ ἑαυτῇ D: πᾶν ἑαυτῇ t 18 πολλῷ μᾶλλον hue transposuit Diels: post αἴσθησις (17) habent libri 19 τῇ δόξῃ D: ἡ δόξα Pal. t 20 γινώσκειν D: ἐπιγινώσκειν Pal. t λέγομεν οὖν D: καὶ λέγομεν Pal. t μέν πὼς D D: μέν Pal. t 22 ὁ Ἀριστοτέλης] de caelo Β 11 p. 29 1b 17 sqq. βουλόμενος — εἶναι (24) D: βουλόμενος γὰρ ὅτι σφαιρικὰ δεῖξαι πιστοῦται τοῦτο δι’ ἑνὸς τῆς σελήνης. φησὶ γὰρ ὅτι ἐπὶ τῶν ὁμοουσίων, ὡς ἐφ’ ἑνὸς ἔχει, οὕτωκαὶ καὶ ἐπὶ πάντων ἀνάγκη εἶναι t 25 ἡ σελήνη D: ἡ om. t 26 ἑωρακὼς συλλογίζεται omisso τις D: τις ἰδὼν συλλογίζεται Pal.: ἑωρακόσι συλλογίσασθαι ἔξεστι t 26. 27 ἐν τῷ τόπω D: ἐν ᾧ ὁ καπνός ἐστιν add. t 29 αἰσθητῶν D Pal. Suid.: μερικῶν t συλλογίζεσθαι D Pal.: συλλογίσασθαι t 31. 32 οἷον ἐγκατεχώσθησαν scripsi: : οἱονεὶ κατεχώσθησαν Dt: οἷον ἐγκατεχώσθη Pal.: οἷον ἐγκαταχωσθεῖσα Suid, 32 κρυπτόμενος σπινθήρ D: ante σπινθὴρ add. ἐστιν ὁ t)
5
τις μικρὸν τὴν τέφραν ’ρᾶν διορύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ [*](a 1 v) διορύξας τὸν σπινθῆρα ἐποίησεν, ἀλλὰ μόνον τὰ ἐμποδίζοντα ἔπαυσεν, τοῦτον τὸν τρόπον καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων. οὕτω καὶ τοὺς διδασκάλους φασὶ μὴ τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν οὖσαν ἐν ἡμῖν καὶ οἷον κρυπτομένην ἐκφαίνειν· ἐπεὶ εἰ μὴ ἦσαν ἐν ἡμῖν οἱ τῶν ὄντων λόγοι, διὰ τί συναισθόμεθα, ὅταν τις παρὰ τὴν τῶν πραγμάτων φύσιν διαλέγηται; οἷον δύο τινῶν περὶ ψυχῆς διαλεγομένων τοῦ μὲν καταψηφιζόμεθα καὶ ἐλέγχομεν αὐτὸν μὴ συμφώνως τῇ τῶν πραγμάτων φύσει διαλεγόμενον, τῷ δὲ συντιθέμεθα καὶ λέγομεν μᾶλλον ἀληθεύειν· πρὸς τί οὗν παραβάλλοντες τὰ παρ’ ἐκείνων λεγόμενα λέγομεν τὸν μὲν ἀληθεύειν, τὸν δὲ μή, εἰ μηδεὶς ἦν τῶν πραγμάτων παρ’ ἡμῖν λόγος; ἢ δῆλον ὅτι πρὸς τὰς παρ’ ἡμῖν κρυπτομένας περὶ αὐτῶν ἐννοίαι ὑπὸ τῶν προσδιαλεγομένων ἐρεθιζομένας παραβάλλοντες ἢ ἀληθεύειν αὐτοὺς ἢ ψεύδεσθαι λέγομεν. οὕτως οὖν καὶ τὴν δόξαν | λέγω [*](a 2r) τῆς αἰσθήσεως μαθούσης ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα δίπους, ἐρεθισθεῖσαν ὑπ’ αὐτῆς ἀναμνησθῆναι ὅτι καὶ πᾶν τὸ ὁμοφυὲς δίπουν)· μᾶλλον δὲ προσφυέστερον εἰπεῖν καὶ ταῦτα κοινὰς έννοίας καὶ τοῦ νοῦ ἀποσκιάσματα· πᾶν γὰρ ὅπερ ἴσμεν κρειττόνως ἢ κατὰ ἀπόδειξιν , ταῦτα κατὰ κοινὴν ἔννοιαν ἴσμεν. ἃ δὲ δείξεως δεῖται εἰς τὸ γνωσθῆναι ὑφ’ ἡμῶν, τούτων τὰ συμπεράσματα χωρὶς ἀποδείξεως ἔργον ἐστὶ τῆς δόξης εἰδέναι. οἷον οἶδεν ἄνευ λόγου ὅτι ἡ ψυχὴ ἀθάνατος, διότι ἡ τούτου γνῶσις μετὰ ἀποδείξεως ἐστι, καὶ οὐ κρειττόνως ἢ κατὰ ἀπόδειξιν, ὥσπερ ἄνευ ἀποδείξεως ἴσμεν ὅτι πᾶς ἄνθρωπος γελαστικόν.

Αἱ μὲν οὖν τῶν λογικῶν γνωστικαὶ δυνάμεις διῃρημέναι· πρακτικαὶ [*](27) δ’ εἰσὶ βούλησις καὶ προαίρεσις. καὶ ἡ μὲν βούλησις μόνου ἐστὶ τοῦ ἀγαθοῦ, ἡ δὲ προαίρεσις ἐπαμφοτερίζει. καὶ ἡ μὲν βούλησις αὐτῆς καθ’ αὑτήν ἐστι τῆς λογικῆς ψυχῆς, ἡ δὲ προαίρεσις τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ. ὅτε γάρ ἐστιν ἔξω τῆς γενέσεως ἡ ψυχή, κατὰ βούλησιν μόνην ἐνεργεῖ· ἐν μόνῳ γάρ ἐστι τῷ ἀγαθῷ * ὅταν δὲ γένηται ἐν τῇ γενέσει, ἐπειδὴ συμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμεις δι’ ἃς ἐροῦμεν αἰτίας, τότε τῇ ἐπιπλοκῇ τῆς ἀλόγου ἴσχει τὴν προαίρεσιν, διότι ποτὲ μὲν πρὸς τῆς ἀλογίας, ποτὲ δὲ πρὸς τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται μὲν οὖν αἱ λογικαὶ τῆς ψυχῆς δυνάμεις.

[*](34)

Τῶν δὲ ἀλόγων τῆς ψυχῆς δυνάμεων αἱ μέν εἰσι γνωστικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί· καὶ γνωστικαὶ μὲν φαντασία καὶ αἴσθησις. διαφέρουσι δὲ ἀλλήλων αὗται, ὅτι ἡ μὲν αἴσθησις πρὸς τὸ ἐκτὸς ἀποτείνεται, ἡ δὲ φαντα- σία ἔνδον ἔχει τὴν γνῶσιν. ἡ μὲν γὰρ αἴσθησις τὸ παρὸν μόνον καὶ οὗ ἀντιλαμβάνεται ἔξωθεν τοῦτο οἶδεν, ἡ δὲ φαντασία παρὰ τῆς αἰσθήσεως λαβοῦσα [*](10) [*](6 συναισθόμεθα D: συνεσόμεθα t 11 μηδεὶς D Pal.: μὴ t 13 αὐτῶν D: ψυχῆς t 15 αἰσθήσεως μαθούσης Pal.: post αἰσθήσεως add. ὡς Dt 16 πᾶν τὸ ὁμοφυὲς δίπουν Pal.: πᾶς δίπους Dt 17. 18 πᾶν γὰρ ὅπερ D Pal.: πάντα γὰρ ἅπερ t 18 ταῦτα] fort. τοῦτο 21 τούτου D: τούτων t 24 Αἱ μὲν οὖν —ψυχῆς δυνάμεις (33) post ἄλογοι δυνάμεις (p. 6,25) exhibent Dt: rectum ordiiiem servavit Pal.)

6
τοὺς τύπους τῶν αἰσθητῶν ἐν ἑαυτῇ τούτους ἀναπλάττει· ὅθεν καὶ παθητικὸν [*](a 2r) νοῦν αὐτὴν καλεῖ ὁ Ἀριστοτέλης, νοῦν μὲν ὡς ἔνδον ἔχουσαν τὸ γνωστὸν καὶ ἁπλῇ προσβολῇ, ὥσπερ ἐκεῖνος, ἐπιβάλλουσαν καὶ οὐ διὰ κατασκευῆς, παθητικὸν δὲ διότι μετὰ τύπων καὶ οὐκ ἀσχηματίστως γινώσκει. ἐκλήθη δὲ φαντασία οἱονεὶ φαοστασία τις οὖσα· φαντασία γάρ ἐστιν ἡ τῶν φανθέντων στάσις· ἵστησι γὰρ ἐν ἑαυτῇ τὰ ἔξω φανέντα. ἑκατέρα δὲ αὐτῶν περὶ μερικὸν ἀποτείνεται· τόδε γὰρ τὸ λευκὸν οἶδεν, οὐ μὴν πᾶν λευκόν. διαφέρουσι δὲ τῷ τὴν μὲν τὸ ἔξω τὴν δὲ τὸ ἐντὸς εἰδέναι· καὶ ἡ μὲν φαντασία τῶν πέντε αἰσθήσεων δέχεται τοὺς τύπους, ἑκάστη δὲ τῶν αἰσθήσεων μόνον γινώσκει τὸ διιὸν αἰσθητόν.

Τῶν δὲ ὀρεκτικῶν καὶ ζωτικῶν ἡ μέν ἐστι θυμός, ἡ δὲ ἐπιθυμία. ζητήσειε δ’ ἄν τις πῶς λέγομεν ἀντιδιαστέλλεσθαι τὴν ἐπιθυμίαν πρὸς τὸν θυμόν. τί γάρ; οὐχὶ καὶ ὁ θυμὸς ἐπιθυμεῖ τοῦ ἀντιλυπῆσαι τὸν προλυπήσαντα; τί δέ; οὐχὶ καὶ ὁ λόγος ἐπιθυμεῖ τῶν μαθημάτων καὶ τῶν θεωρημάτων; λέγω οὖν πρὸς τοῦτο ὅτι ἔστιν ἡ ἐπιθυμία καὶ κοινότερον λεγομένη καὶ ἰδικώτερον· ὥσπερ γὰρ ἡ διάθεσις λέγεται καὶ κοινῶς καὶ ἐπὶ τῆς ἕξεως, λέγεται δὲ καὶ ἰδικῶς ἡ ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν, οὕτω καὶ ἡ ἐπιθυμία λέγεται καὶ κοινῶς ἐπὶ πασῶν τῶν δυνάμεων τῆς ψυχῆς, λέγεται δὲ καὶ ἰδικώτερον ἡ ἀντιδιαστελλομένη πρὸς τὸν θυμόν. ἐπειδὴ γὰρ ἔπεμψεν ἡμὰς ἡ πρόνοια ἐνταῦθα κατακοσμήσοντας τὰ τῇδε, ἐπίστευσεν ἡμῖν τὸν κλῆρον τοῦτον ὃν βούλεται ἡμᾶς σώζειν· καὶ ἵνα τοῦτο ὦ ποιῶμεν, ἐπειδὴ πολλὰ τὰ λυμαινόμενα τὸν κλῆρον τοῦτον, ἔστι δὲ καὶ ῥευστὸς τὴν φύσιν καὶ φθαρτός, δέδωκεν ἡμῖν θυμὸν καὶ ἐπιθυμίαν, ἵνα τῷ μὲν τὰ λυμαινόμενα ἀποσοβῶμεν, τῆ δὲ τὸ ἀπορρέον ἀνυφαίνωμεν. αὗται μὲν οὖν αἱ τῆς ψυχῆς λογικαί τε καὶ ἄλογοι δυνάμεις.

Παρὰ δὲ ταύτας εἰσὶν αἱ φυτικαὶ καλούμεναι· αὗται δέ εἰσι τρεῖς, θρεπτικὴ αὐξητικὴ γεννητική. φυτικαὶ δὲ καλοῦνται, διότι αὗται μόναι ἐν τοῖς φυτοῖς ὁρῶνται· καὶ γὰρ τρέφονται ἀρδευόμενα καὶ κοπριζόμενα καὶ αὔξεται καὶ γεννᾷ ὅμοιον ἑαυτοῖς· ἄμπελος γὰρ ἐξ ἀμπέλου καὶ ἐλαία ἐξ ἐλαίας.

Ὡς οὖν ἀνακεφαλαιωσάμενον εἰπεῖν, ἐσμὲν καὶ ἄνθρωποι καὶ ζῷα καὶ ἔμψυχα· καὶ ὡς μὲν ἄνθρωποι τὰς λογικὰς ἃς ἀπηριθμήσαμεν δυνάμεις ἕχομεν, ὡς δὲ ζῷα τὰς ἀλόγους, ὡς δὲ ἔμψυχα τὰς φυτικάς. ἔμψυχα γὰρ λέγομεν καὶ τὰ φυτά· ἐμψύχων γὰρ τὸ αὔξεσθαι καὶ τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς. λέγονται γοῦν καὶ αὐτὰ ζῆν τε καὶ τεθνάναι· ἡ δὲ ζωὴ καὶ ὁ θάνατος παρουσίᾳ καὶ ἀπουσίᾳ τῆς ψυχῆς γίνεται. ὅσα μὲν οὖν ἔχουσι τὰς κρείττους ζωάς, ἐξ ἀνάγκης καὶ τὰς καταδεεστέρας, οὐκέτι δὲ καὶ ἔμπαλιν· οὐ γὰρ δυνατὸν ἔχειν τὰς λογικὰς δυνάμεις μὴ πρότερον ἐσχηφαοστασία [*](5 φαοστασία D Pal. cf. Sophonias de An. p. 121,19: φανστασία t Suid. v. Φαντασία 5. G φανθέντων D Pal.: φανέντων t 6 αὐτῶν D Pal.: τούτων t 7 μερικὸν Dt: μερικῶν Pal.: μερικὰ Suid. 13 θυμούμενος Suiil. v. Θυμός 16 et 19 ἰδικώτερον D Pal. t: εἰδικώτερον Suid. 17 et 19 ἀντιστελλομένη t 27 αὐξητικὴ καὶ γεννητική t 31 ἀνακεφαλαιωσάμενος t 30 ὅσαι D 37 οὐκέτι — καταδεεστέρας (p. 7,1) oin. D, in mrg. suppl. D2)

7
κότας τὰς καταδεεστέρας. ἀμέλει καὶ τῶν αἰσθήσεων οὐκ ἔστι μετασχεῖν [*](a 2r) τῆς κρείττονος τὸν μὴ μετασχόντα τῆς χείρονος· ὅσα γοῦν μετέχει ἔω, ταῦτα καὶ ἀκοῆς καὶ τῶν λοιπῶν, καὶ ὅσα ἀκοῆς, ταῦτα καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς μετέχοντα, οὐ πάντως δὲ καὶ ὄψεως, ὡς καὶ ὁ σπάλαξ· ἀμέλει εἰσί τινα μόνης ἁφῆς μετέχοντα, οἷον οἱ σπόγγοι. ὥστε οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ τῆς ἐλάττονος μετασχόντα. τοῦτο δὲ οὐχ ὅτι δέονται τῶν χειρόνων αἱ κρείττους, ἵνα ὑποστῶσιν, ἀλλὰ τοὐναν- τίον τὸ σῶμα οὐ δύναται μετασχεῖν τῶν κρειττόνων μὴ πρότερον μεταλα- βὸν τῶν καταδεεστέρων· οὐ δύναται γὰρ τὸ σῶμα μεταλαβεῖν τῆς ἀλόγου μὴ πρότερον μεταλαβὸν τῆς φυτικῆς, οὐδὲ τῆς λογικῆς μὴ τούτων ἀμφοτέρων μεταλαβόν. ἐπειδὴ γὰρ ἔδει μηδὲν τῶν εἰδῶν φθείρεσθαι, ἵνα μὴ ἀτελὲς ᾖ τὸ πᾶν πλήρωμα γάρ ἐστι τῶν εἰδῶν ὁ κόσμος) ἀδύνατον δὲ ἦν τὰ ἐνταῦθα τὰ αὐτὰ μένειν τῷ ἀριθμῷ, γεννητά γε ὄντα καὶ φθαρτά, μετέσχε καὶ αὐτὰ τῆς ἀιδιότητος, ὡς ἠδύνατο, ἐπειδὴ καὶ πάντα ἐφίεται τῆς τοῦ πρώτου ἀιδιότητος ὡς οἰκείας ἀρχῆς καὶ μετέχει ταύτης ἕκαστον κατὰ τὰ ἑαυτοῦ μέτρα. διὰ τοῦτο οὖν καὶ τὰ ἐνταῦθα ὄντα κατ’ ἀριθμὸν ἀίδια μὴ δυνηθέντα εἶναι τῷ γεννᾶν ἕκαστον οἷον αὐτὸ μετέχει τῆς ἀιδιότητος· [*](a 2v) καὶ τοῦτό ἐστι τὸ σκοπιμώτατον ἔργον τῆς φύσεως, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο οἷον αὐτό. ἐπειδὴ τοίνυν δεόμεθα γεννήσεως, ἡ δὲ γεννητικὴ δύναμις ἐν ὡρισμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆς αὐξήσεως. ἐπειδὴ δὲ ἡ αὔξησις γίνεται διὰ τροφῆς, δεόμεθα τῆς θρεπτικῆς δυνάμεως. διὰ ταῦτα μετέχομεν τῶν φυτικῶν δυνάμεων καὶ ἡμεῖς καὶ τὰ ἄλογα. ὥστε ὅταν μὲν ἐνεργῶμεν κατὰ ταύτας τὰς δυνάμεις, ὡς φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡς ἄλογα ζῷα· μόνως δὲ ὡς ἄνθρωποι ἐνεργοῦμεν, ὅταν τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ ὁ Πλωτῖνος πάνυ θείως εἶπεν ὡς ὅσοι ἐμμανῶς κατὰ τἀς θρεπτικὰς δυνάμεις ἐνεργοῦσιν, οὗτοι κινδυνεύουσιν ἀποδενδρωθῆαι.

Ἄξιον δὲ ἐπισκέψασθαι, τίς ἡ διαφορὰ τῆς ἐπιθυμίας πρὸς τὰς φυτικὰς δυνάμεις γεννητικήν τε καὶ θρεπτικήν· οὐδὲ γὰρ ὁρῶμεν τὴν ἐπιθυμίαν περὶ ἅλλο τι ἐνεργοῦσαν ἢ περὶ τροφὰς καὶ γεννητικὰς δυνάμεις, ὥστε κινδυνεύει ἡ ἐπιθυμία ταὐτὸν εἶναι ταῖς φυτικαῖς δυνάμεσι· τί οὖν φαμεν; οὐκ ἔστι ταὐτόν· ἡ μὲν γὰρ ἐπιθυμία μετὰ αἰσθή- σεως ἐνεργεῖ, αἱ δὲ φυτικαὶ δυνάμεις ἄνευ αἰσθήσεως. διὸ καὶ τὰ ἄλογα τὰ θήλεα ἑωρακότα κινεῖται εἰς ὄρεξιν, ὥστε μετὰ γνώσεως τινος ἡ ἐπιθυμία. ἀλλ’ οὐχ αἱ φυτικαὶ φυτικαὶ οὕτως· ἀμέλει καὶ καθεύδοντες πολλάκις ἐκκρίνομεν τὸ σπέρμα, μηδεμιᾶς αἰσθήσεως μηδὲ φαντασίας [*](1 ἀμέλει D Pal.: οὐ μέλει t 4 καὶ ἁφῆς — σπόγγοι (5)] καὶ ἁφῆς· οὐχ ὅσα δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς, πάντως καὶ ὄψεως, ὥσπερ ὁ ἀσπάλαξ, οὐδ’ ὅσα ἁφῆς, ταῦτα καὶ τῶν ἅλλων, οἷον οἱ σπόγγοι ἁφῆς μὲν μετέχουσιν, οὐδεμιᾶς δὲ τῶν αἰσθήσεων ἄλλης Pal. Suid. V. Φυτικαὶ δυνάμεις 4. 5 οὐ πάντως δὲ — σπόγγοι in margine add. D 2 17 οἷον αὐτὸ D: ὅμοιον αὑτῷ αὑτὸ t 19 οἷον αὐτό D: ὅμοιον αὑτῷ t 21 τῆς θρεπτικῆς πάλιν δεόμεθα Pal. Suid. v. Κόσμος 22 φυτικῶν Pal: φυσικῶν Dt Suid. 24 μόνως D: μόνον Pal. t 25 κεχρήμεθα D Pal: χρώμεθα t ὁ Πλωτῖνος] Enn. Ill 4,2 26 πάνυ θείως Dt: ἀστείως λίαν Pal. Suid.)

8
προηγησαμένης, δηλονότι κτὰ τὰς φυτικὰς δυνάμις ἐνεργήσαντες. ὅσπερ [*](a 2v) γὰρ ὅταν ὁ λόγος ἀνδραποδισθῇ ὑπὸ τῆς ἀλογίας, καὶ αὐτὸς κινεῖ πᾶσαν μηχανὴν εἰς ἐκπλήρωσιν τροφῆς καὶ ἀφροδισίων , καὶ οὐ παρὰ τοῦτό φαμεν ταὐτὸν εἶναι τὸν λόγον ταῖς φυτικαῖς δυνάμεσιν, οὕτω οὕτω καὶ ἐπὶ τῆς ἐπιθυμίας. ἀλλὰ τῶν ἆν φυτικῶν δυνάμεων ἵδιον τὸ ἁπλῶς τροφῆς ἐφίεσθαι καὶ γονῆς ἀνεπαισθήτως, τῆς δὲ ἐπιθυμίας τὸ τοιᾶσδε τροφῆς καὶ τοιᾶσδε μίξεως, καὶ ἁπλῶς τοῦ ἡδέος. τί οὖν; ἓν καὶ ταὐτὸν τῶν δύο δυνάμεων ἀποτέλεσμα, τῆς ἐπιθυμίας καὶ τῆς φυτικῆς δυνάμεως; λέγω ὅτι οὐχ ἕν, ἀλλὰ τῆς μὲν ἁπλῶς ἡ τροφὴ ἢ ἡ γονή, τῆς ἐπιθυμίας δὲ τέλος ἡ ἡδονή. ἔστι δὲ τοῦτο τὸ τέλος τῆς ἐπιθυμίας, ἵν’ ὡς εἶπον τῇ ἐφέσει ταύτῃ τόν τε κλῆρον ἡμῶν φυλάττωμεν καὶ τὴν τοῦ γένους διαδοχήν. τοῦ δὲ λόγου , ὅταν ἐξυπηρετῆται τῇ ἐπιθυμίᾳ, οὐ λέγω ἵσιόν τι ταύτης τῆς ἐνεργείας τέλος εἶναι, ὅτι παρὰ φύσιν αὐτῷ ἡ τοιαύτη ἐνέργεια, τὰ δὲ παρὰ φύσιν οὐκ ἀφορᾷ πρός τι τέλος. ὥσπερ γὰρ ὑπηρέτης οὐ τὸ ἑαυτοῦ ἀλλὰ τῆς ἐπιθυμίας τὸ τέλος παρασκευάζει τὴν ἡδονήν. μὴ ἀπορείτω δέ τις τὴν ἰδιωτικὴν ἀπορίαν ἐκείνην ‘ τί οὖν; τρεῖς ψυχὰς ἕχομεν καὶ ὑπὸ τριῶν ψυχῶν διοκούμεθα' ; λέγω γὰρ ὅτι ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι τούτῳ δοκεῖ μὲν ἕν τι πρᾶγμ’ ποιεῖν, κατὰ ἀλήθειαν δὲ οὐχ ἕν τί ἐστιν, οὕτω καὶ τῇ τε ἀλόγῳ καὶ τῇ φυτικῇ συνημμένη μίαν μέν τινα συνέχειαν ποεῖ διὰ τὴν συνάφειαν ἐξῆπται γὰρ προσεχῶς τῆς μὲν λογικῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φυτική), διὰ δὲ τὴν γινομένην ἐκ τῆς συναφείας εἴας ταύτης συμπάθειαν μίαν φαμέν, καὶ ὅτι ὡς ὀργάνοις κέχρηται ταῖς ἅλλαις δυνάμεσιν ἡ λογική. τούτων τῶν δυνάμεων, λέγω δὴ τῶν τε ἀλόγων καὶ τῶν φυτικῶν, αἱ μὲν μᾶλλον ἐγγίζουσι τῇ λογικῇ ψυχῇ, αἱ δὲ ἧττον· αἱ μὲν ἄλογοι μᾶλλον ἐγγίζουσι, διότι πεφύκασι κατακούειν λόγου· διὸ ἐπιπλήττοντες ταῖς ἐπιθυμίαις πραοτέρας αὐτὰς ποιοῦμεν· “στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ” καὶ πάλιν “τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἕτλης”, “ἕθιζε σαυτὸν κρατεῖν ὀργῆς ἡδονῆς λύπης”, καὶ ὅσα τοιαῦτα. καὶ τί λέγω ἐν ἡμῖν; καὶ τῶν θηρίων πολλὰ ἡμερώτερα τῷ λόγῳ γίνεται. αἱ δὲ φυτικαὶ ἅτε μὴ κατακούουσαι λόγου πορρωτέρω εἰσὶ τῆς λογικῆς ψυχῆς· οὐ γὰρ ἔστιν ἐπιτάξαι τῇ θρεπτικῇ δυνάμει μέχρι ποσοῦ θρέψαι ἢ τῇ αὐξητικῇ αὐξῆσαι. ἀλλ’ οὐδὲ τῇ γεννητικῇ· διὸ καὶ ἀβουλήτως πολλάκις ὀνειρώττομεν· εἰ δὲ καὶ μετριωτέραν ποιοῦμεν τὴν γεννητικήν, δῆλον ὅτι οὐχ ἁπλῶς αὐτὴν τὴν δύναμιν, ἀλλὰ τὴν ἐπιθυμίαν καταστέλλομεν ἡ γὰρ δύναμις οὐδὲν ἧττον μένει καὶ μὴ ἐνεργοῦσι αὖπᾶσαν [*](2 κινεῖ coll. D 3 τροφῆς scrips! : τρυφῆς Dt 6. 7 ἐφίεσθαι — τοιᾶσδε τροφῆς in margine add. D 2 6 γονῆς Dt: γονὴν προίεσθαι Pal., fort, recte 11 εἶπον D: εἰπὼν t 16 τὴν D Pal.: om. t 19 καὶ (post οὐτῶ) D: om. t post οὕτω καὶ addendum videtur ἡ λογικὴ ψυχὴ 20 συνημμένη Pal.: συνημμένῃ Dt 23 λογικὴ Pal.: ἄλογος Dt 26 διὸ Pal.: διότι Dt —28 στῆθος — ἔτλης] Od. υ 17. 18 27 δὲ πλήξας 1, 1.: δ’ ἐμπλήξας D: δ’ ἐκπλήξας t τέλαθι δὴ κραδίη 1. 1. 32 ποσοῦ scripsi : πόσου libri τῆ γεννητικῆ ex τὴν γεννητικὴν ut vid. corr. D)
9
τι μὲν αἱ δυνάμις τῆς ψυχῆς αἵ τε λογικαὶ καὶ αἱ ἄλογοι καὶ αἱ [*](a 2v) φυτικαί.

Καθόλου δὲ τὴν ψυχὴν οἱ μέν φασιν ἀσώματον εἶναι, οἱ δὲ σῶμαι καὶ τῶν σῶμα οἱ μὲν ἁπλοῦν, οἱ δὲ σύνθετον· καὶ τῶν σύνθετον οἱ μὲν ἐκ συνημμένων σωμάτων, οἱ δὲ ἀσυνάπτων. τῶν δὲ ἁπλοῦν σῶμα εἰρηκότων τὴν ψυχὴν εἶναι οἱ μὲν εἰρήκασιν αἰθέριον εἶναι σῶμα, ταὐτὸν δέ ἐστιν εἰπεῖν οὐράνιον, ὥσπερ Ἡρακλείδης ὁ Ποντικός, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος, ἐπειδὴ καὶ πῦρ ἔλεγεν εἶναι τὴν ἀρχὴν τῶν ὄντων· οὕτως οὖν καὶ τὴν ψυχὴν πυρίαν εἶναι διὰ τὸ εὐκίνητον· οἱ δὲ ἀερίαν ὡς Ἀναξιμένης ξιμένης καί τινες τῶν Στωικῶν, οἱ δὲ ἐξ ὕδατος, ὡς Θαλῆς καὶ Ἵππων ὁ ἐπίκλην ἄθεος· ἐπειδὴ γὰρ τὴν γονὴν ἑώρων ἐξ ὑγρᾶς οὖσαν οὐσίας, διὰ τοῦτο καὶ ὕδωρ τὴν ἀρχὴν τῶν ὄντων ἐνόμισαν. γῆν δὲ οὐδεὶς αὐτὴν ἐτόλμησεν εἰπεῖν διὰ τὸ βαρὺ καὶ ἀκίνητον τῆς γῆς. οὗτοι μὲν οὖν οἱ ἁπλοῦν σῶμα εἰρηκότες, ἐπειδὴ καὶ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ σώματα, οἵτινες καὶ μόνοι τῶν σῶμα λεγόντων ἀθάνατον δύνανται λέγειν. τῶν δὲ σύνθετον σῶμα ὑπειληφότων οἱ μὲν ἐξ ἀσυνάπτων στοιχείων, ὡς Δημόκριτος καὶ Λεύκιππος καὶ ἀπλῶς οἱ τὰ ἄτομα εἰσάγοντες· ἔλεγον μὲν γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἄτομα καὶ τὸ κενόν· εἶναι οὖν τὴν ψυχὴν ἐκ σφαιρικῶν ἀτόμων διὰ τὸ εὐκίνητον· οἱ δὲ ἐκ συνημμένων, ὡς Κριτίας ὁ εἷς τῶν τριάκοντα· αἷμα γὰρ ἔλεγεν εἶναι τὴν ψυχήν· “αἶμα γάρ”, φησίν, “ἀνθρώποις περικάρδιόν ἐστι νόημα”. τῶν δὲ ἀσώματον δοξασάντων οἱ μὲν χωριστὴν τῶν σωμάτων, οἱ δὲ ἀχώριστον. καὶ τῶν ἁχώρτστον λεγόντων οἱ μὲν ἔλεγον τὸν λόγον εἶναι τῆς κράσεως, οἷον ὅτι, ἐὰν διπλάσιον πῦρ μιχθῇ τῷ | ὕδατι ἢ ἡμιόλιον ἤ τι τοιοῦτον, a 3r ποιεῖ τὴν ψυχήν· ὁ γὰρ διπλάσιος τυχὸν ἢ ἡμιόλιος λόγος οὗτός ἐστιν ἡ ψυχή· οἱ δὲ αὐτὴν τὴν κρᾶσιν, οἱ δὲ ἐντελέχειαν· ἐντελέχεια δέ ἐστιν ἡ τελειότης καὶ τὸ εἶδος τοῦ ὑποκειμένου. διαφέρει δὲ ὁ λόγος τῆς κράσεως· ὁ μὲν γὰρ λόγος ἐν αὐτῇ τῇ ποσότητι θεωρεῖται, ἐν τῷ ἡμιολίῳ ἢ ἐν τῷ διπλασίῳ ἢ ἄλλῳ τινί, καὶ ἁπλῶς ἡ κατὰ τὸ ποσὸν ὡρισμένη σχέσις τοῦδε πρὸς τόδε τοῦτ’ ἔστιν ὁ λόγος τῶν κεκραμένων · ἡ δὲ κρᾶσις ποιότης ἐστὶν ἡ ἀποτελουμένη ἐκ τῆς μίξεως τῶν ποιοτήτων, οἷον ἐκ τοῦ θερμοῦ καὶ ψυχροῦ γέγονε κρᾶσίς τις τὸ χλιαρὸν ἢ ἐκ τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν. ἐντελέχεια δέ ἐστιν ἡ τελειότης τοῦ ὑποκειμένου, μένου, τουτέστι τὸ εἶδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοιχείων τῇ ὕλῃ, ὡς τῷ πηλῷ τὸ τοῦ ὀστράκου εἶδος. τῶν δὲ χωριστὴν εἰρηκότων οἱ μὲν πᾶσαν χωριστὴν σώματος εἰρήκασι, καὶ τὴν λογικὴν καὶ τὴν ἄλογον καὶ τὴν φυτικήν, οἷος ἦν Νουμήνιος πλανηθεὶς ἀπό τινων ῥησειδίων Πλάτωνος εἰπόντος ἐν Φαιδρῷ “ πᾶσα ψυχὴ ἀθάνατος”, σαφῶς ἐκεῖ περὶ τῆς ἀνθρωπίνης τὸν λόγον ποιουμένου· ὅτι γὰρ θνητὴν οἶδε τὴν τῶν [*](19 post ἀτόμων add. συγκειμένην Pal. Κριτίας] cf. Bergk P. L. P. L. G. 4 p. 281 adn. 31 ποιότης ἐστὶν] incipit cod. R, qui exbibet ἡ ποιότης ἐκ τῆς Dt: τῆς ooi. R 37 Νουμήνιος] fr. 56 Thedinga 38 ἐν Φαιδρῷ] p. 245 C 39 ποιούμενος D γὰρ om. R)

10
ἀλόγων σαφῶς δείξομεν αὐτὰς τὰς ῥήσεις αὐτοῦ παρατιθέμενοι· οἱ δὲ [*](a 3r) πᾶσαν ἀχώριστον καὶ διὰ τοῦτο θνητήν, ὧν ἐστιν Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ὃς καὶ τὸν Ἀριστοτέλην πειρᾶται εἰς τὴν ἑαυτοῦ δόξαν συγκατασπᾶν· οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν, τὴν δὲ ἄλογον καὶ τὴν φυτικὴν ἀχώριστον. τούτων δὲ οἱ μὲν ἀμφοτέρας ἀχωρίστους τοῦ παχέος τούτου σώματος, οἱ δὲ τὴν μὲν φυτικὴν τούτου μόνην ἀχώριστον , τὴν δὲ ἅλογον τούτου μὲν χωριστήν, ἅλλου μέντοι τινὸς σώματος ἀχώριστον , λέγω δὴ τοῦ πνευμκτικοῦ· ἥπερ ἐστὶ καὶ ἀληθὴς δόξα, ὡς δείξομεν, ἣν καὶ Πλάτων καὶ Ἁριστοτέλης ἐπρέσβευσαν. ὅτι γὰρ καὶ Ἀριστοτέλης ταύτης ἐστὶ τῆς δόξης καὶ οἶδε τὴν μὲν χωριστὴν ψυχήν, τὴν δὲ ἀχώριστον, πολλαχόθεν ἐναργῶς ἔστι δεῖξαι· ἐν τῷ τέλει γοῦν τῆς Περὶ μορίων ζῴων πραγματείας, ἥτις προσεχῶς πρὸ ταύτης ἐστὶ τῆς πραγματείας , εἰπὼν ὅτι ἕκαστον τῶν μορίων τῶν ζῴων κτά τινα ἐνέργειαν ζωτικὴν χαρακτηρίζεται, οἷον καρδία καὶ ἧπαρ καὶ ἐγκέφαλος καὶ τὰ λοιπά, ταύτην, φησί, τὴν ἐνέργειαν πότερον ψυχὴν δεῖ καλεῖν ἢ μόριον ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς ζητητέον· ὥστε οἶδε πολὺ πλάτος, μᾶλλον δὲ βάθος ψυχῶν. καὶ πότερον , φησί, περὶ πάσης ψυχῆς τοὐ φυσικοῦ ἐστι διαλεχθῆναι, ἢ οὐ περὶ πάσης, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης; ὥστε οἶδε ψυχὴν χωριστὴν τῆς ὕλης· εἰ γὰρ περὶ πάσης φυχῆς ὁ φυσικός, φησίν, διαλέξεται, δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· εἰ δὲ περὶ τοῦ νοῦ, ἀνάγκη καὶ περὶ τῶν νοητῶν· ὁ γὰρ νοῦς τῶν νοητῶν ἐστι νοῦς, ὡς ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστιν αἴσθησις· τῶν πρός τι γὰρ ταῦτα. τὸ δὲ περὶ τῶν νοητῶν διαλέγεσθαι τοῦ πρώτου ἐστὶν φιλοσόφου. συμβήσεται οὖν τὸν φυσικὸν περὶ πάντων τῶν ὄντων διαλαμβάνειν, ὅπερ ἄτοπον, τῶν τε αἰσθητῶν διὰ τὴν αἴσθησιν, καὶ τῶν νοητῶν διὰ τὸν νοῦν. καὶ ἐν αὐτῇ δὲ τῇ Περὶ μορίων ζῴων πραγματείᾳ φησίν· ‘ἕοικε δὲ ὁ νοῦς θύραθεν ἐπεισιέναι καὶ εἶναι θεῖος· οὐδὲν γὰρ αὐτοῦ ἐπικοινωνεῖ ἡ ἐνέργεια σωματικῇ ένεργείᾳ.’ καὶ πάλιν ἐν τούτῳ τῷ βιβλίῳ εἰπὼν περὶ τῶν παθῶν τῶν ψυχικῶν, θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων, ὅτι ἀχώριστά ἐστι τοῦ σώματος, ‘διὰ ταῦτα’, φησί, ‘φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης’, ὅση μὴ ἄνευ τῆς ὕλης· οἶδεν ἄρα τινὰ ψυχὴν χωριστὴν τῆς ὕλης. καὶ ἐν τῷ δευτέρῳ λόγῳ ζητήσας περὶ τῶν ἅλλων δυνάμεων τῆς ψυχῆς, εἴτε ἕκαστον ψυχή ἐστιν εἴτε μόριον ψυχῆς, “περὶ δὲ τοῦ νοῦ”, [*](1 σάφ’ ὡς — παρατιθέμενοι DRt: σαφῶς ἐν τοῖς ἑαυτοῦ διαλόγοις ὡμολόγηται Pal. δείξομεν D: δείξωμεν Rt βήσεις t: χρήσεις DR 3 ἀριστοτέλη D 1 1 ἐν τῷ τέλει τῆς Περὶ μορίων ζῴων πραγματείας] immo ἐν τῇ ἀρχῇ cf. Α p. α 17 sqq. 16 πότερον κτλ.] cf. ibid. p. 641 a 33 19 δῆλον ὅτι Rt: om. D 20 post περὶ τῶν νοητῶν add. διαλέξεται D 22 xuivDR: om. t 23 post ὅπερ add. ἐστὶν R 25 περὶ μορίων DR: περὶ γενέσεως t. est error Philoponi ineraoriter ut apparet citantis. extat re vera De gener. aniin. Β3 p. 736b27sqq. λείπεται δὲ τὸν νοῦν μόνον θύραν ἐπεισιέναι καὶ θεῖον εἶναι μόνον· οὐθὲν γὰρ αὺτοῦ τῇ ἐνεργείᾳ κοινωνεῖ σωματικὴ ἐνέργεια 26 οὐδὲν DR Pal. Arist.: οὐδενὶ t 26. 27 σωματικῇ ἐνεργείᾳ scripsi: σώματος γὰρ ἡ ἐνέργεια DRt: τῖς τοῦ σώματος ἐνεργείαις Pal. 27 ἐν τούτῳ τῷ βιβλίῳ] Α 1 p. 403 a 27 30 τινὰ Dt: τὴν R 31 ἐν τῷ δευτέρῳ λόγῳ] B 2 p. 413 b 24 32 εἴτε μόριον DR: ἠ’ μόριον t)
11
φησί, “ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς [*](a 3r) γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ”. καὶ πάλιν ἐν τῷ τρίτῳ λόγῳ φησίν· “εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἄν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον· ἀπαθὲς ἄρα δεῖ εἶναι”. καὶ μετ’ ὀλίγα “χωμριστὸν δέ ἐστι μόνον τοῦτο ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός”. ἐναργῶς ἄρα διὰ τούτων καὶ ἀπαθῆ καὶ ἀθάνατον καὶ ἀίδιον τὸν νοῦν φησιν εἶναι καὶ χωριστὸν καθ’ αὑτόν, τὴν δὲ φαντασίαν φθαρτήν, ἣν παθητικὸν νοῦν ἐκάλεσεν νοῦν μέν, ὅτι παρ’ ἑαυτῇ ἔχει τὸ γνωστόν, παθητικὸν δέ, ὅτι μετὰ τύπων. καὶ πάλιν ἐν τῷ αὐτῷ λόγῳ “ὁ ἄρα καλούμενος τῆς ψυχῆς νοῦς λέγω δὲ νοῦν, ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή) οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρὶν νοεῖν. διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι”. καὶ μετ’ ὀλίγα διακρίνων τὴν αἴσθησιν ἀπὸ τοῦ νοῦ φησιν ὅτι ἡ αἴσθησις τῶν μειζόνων αἰσθητῶν ἀντιλαβομένη οὐ δύναται τῶν ἀμυδροτέ- ρων ἀντιλαβέσθαι, ὁ δὲ νοῦς ὅσῳ ἂν τῶν μειζόνων νοητῶν ἀντιλάβηται, τοσούτῳ μᾶλλον ῥᾳδίως τῶν ἐλαττόνων ἀντιλαμβάνεται. τούτου δὲ αἴτιόν φησιν ὅτι “τὸ μὲν αἰσθητικὸν οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστός ”. καὶ πάλιν “καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀμιγὴς καὶ ἀπαθὴς τῇ οὐσίᾳ.” καὶ ἔτι πρὸ τούτων ἐν τῷ πρώτῳ λόγῳ “ ὁ δὲ νοῦς ἕοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα, καὶ οὐ φθείρεσθαι· μάλιστα γὰρ ἄν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως”. καὶ πάλιν “ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλε- πὸν καὶ πλάσαι”. καὶ πάλιν “περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ”. ὥστε χωριστὸν αὐτὸν βούλεται εἶναι τοῦ σώματος καὶ μὴ μετὰ σώματος ἐνεργεῖν καὶ ἔτι ἀίδιον εἶναι. πολλῶν δὲ ὄντων ὧν δυνατὸν ἦν παραθέσθαι δεικνύντας ὅτι ἀθάνατον οἶδε τὴν λογικὴν ψυχὴν ὁ Ἀριστοτέλης καὶ χωριστὴν παντὸς σώματος, ἱκανὰ καὶ τὰ εἰρημένα. ἀλλὰ μὴν ὅτι καὶ Πλάτων’ τὴν λογικὴν ψυχὴν ἀθάνατον οἶδε, περιττὸν τὸ λέγειν· ὅτι δὲ καὶ τὴν ἄλογον θνητὴν οἶδε, ἱκανὰ τὰ ἐν | τῷ Τιμαίῳ εἰρημένα. ἐπεὶ γάρ, φησίν, ὁ δημιουργὸς a 3 v πᾶσαν τὴν θείαν φύσιν ἐποίησε, τήν τε ἐμφανῆ καὶ τὴν ἀφανῆ, λέγει, φησί, πρὸς αὐτούς, ὅτι ἔτι λοιπὰ τρία γένη θνητὰ πρὸς τὴν τοῦ παντὸς διακόσμησιν ἐνδεῖ, τὸ χερσαῖον λέγων καὶ ἀέριον καὶ ἔνυδρον, ὧν μὴ γενομένων μένων ἀτελὴς ὁ κόσμος ἔσται. “δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετα- [*](2 ἐνδέχεσθαι Dt et libri v. 25 : ἐνδέχεται R(hoc loco) ex Arist. 3 ἐν τῷ τρίτω λόγῳ] r 4 p. 429 a 13 4 τι (post πάσχειν) Rt: ὅτι D 5 μετ’ ὀλίγα] Γ 5 p. 430a22 χωριστὸν δέ ἐστι DiR: χωρίζεται t: χωρισθεὶς δ’ ἐστὶ D- et Arist. 5. 6 τοῦτο μόνον R 11 ἐν τῷ αὐτῷ λόγῳ] Γ4 p. 429 a 22 14 μετ’ ὀλίγα] Γ4 p. 429 a 31 IG ἀντιλάβηται D: ἀντιλαμβάνεται Rt 18. 19 καὶ πάλιν] Γ 5 p. 430a 17 20 ἐν τῷ πρώτῳ λόγῳ] Α 4 p. 408b 18 21 τῷ cm. R 22 ποῖον γὰρ κτλ.] A 5 p. 411b 18 23 περὶ δὲ τοῦ νοῦ — φθαρτοῦ (25) eadem leguntur p. 10,32. 11,1 sqq. 31 ἐν τῷ τιμίῳ] Tim. p. 41 Β sq.)
12
σχόντα θεοῖς ἰσάζοιτ’ ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τοῦτο δεόντως [*](a 3v) ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδῶ σὼ· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα”. ὥστε τὴν ἄλογον ψυχὴν προσυφαινομένην τῷ λόγῳ θνητὴν ἐναργῶς εἶναί φησιν, ἡγεμονοῦν δὲ καὶ θεῖον καὶ ἀθάνατον ὅσον ἐν τοῖς θνητοῖς ζῴοις λογικόν, ὡς καὶ πανταχοῦ ἡγεμονοῦν τὸν λόγον φησίν.

Ὅτι μὲν οὗν καὶ Πλάτωνι καὶ Ἀριστοτέλει δοκεῖ μήτε πᾶσαν ψυχὴν χωριστὴν σώματος εἶναι μήτε πᾶσαν ἀχώριστον, ἀλλὰ τὴν μὲν λογικὴν χωριστήν, ἀχώριστον δὲ τὴν λοιπήν, δῆλον. ἀλλὰ γὰρ οὐ δεῖ ταῖς τῶν παλαιῶν ἀποφάνσεσιν ἀναπαύεσθαι, ἀλλὰ πάντων τῶν πραγμάτων τὰς ἀποδείξεις κομίσαι· πρὸς ὅλον γὰρ ἡμῶν τὸν βίον τείνει τὰ δόγματα ταῦτα. ἄλλως τε τί οἰκειότερον ἡμῖν τῆς ἡμῶν αὐτῶν γνώσεως; δείξομεν οὖν ἕκαστον τῶν εἰρημένων, ὅτι τε πᾶσα ψυχὴ ἀσώματος καὶ ὅτι μόνη ἡ λογικὴ χωριστὴ παντὸς σώματος καὶ διὰ τοῦτο ἀθάνατος, καὶ ὅτι ἡ μὲν ἄλογος τοῦ μὲν παχέος τούτου χωριστή, ἀχώριστος δὲ τοῦ πνεύματος, καὶ ἔτι εἰ ὅλως ἐστὶν αὐτὸ τοῦτο τὸ πνευματικὸν σῶμα, καὶ ὄπ ἐπιδιαμένει μετὰ τὴν ἔξοδον τὴν ἐκ τούτου τοῦ σώματος ἐπί τινα χρόνον, καὶ ὅτι ἡ φυτικὴ ἐν τῷ παχεῖ τούτῳ τῷ σώματι τὸ εἶναι ἔχει καὶ συμφθείρεται αὐτῶ. ὅτι μὲν οὖν πᾶσαι αἱ δόξαι αἱ λέγουσαι σῶμα εἶναι τὴν ψυχήν, εἴτε ἁπλοῦν εἴτε σύνθετον, ψευδεῖς εἰσιν, ἵνα μὴ κατὰ μίαν ἐλέγχωμεν, κοινὸν κατὰ πασῶν τὸν ἔλεγχον ἐπαγάγωμεν. ὅτι τοίνυν οὐδεμίαν ψυχὴν δυνατὸν σῶμα εἶναι, δῆλον ἐντεῦθεν. πᾶν σῶμα κατὰ τὴν ἑαυτοῦ φύσιν σκεδαστόν ἐστι καὶ εἰς ἄπειρα διαιρετόν · διὸ δεῖται τοῦ συνέχοντος. τοῦτο οὖν τὸ συνέχον ἐπειδὴ ἢ ψυχή ἐστιν ἢ ἑτέρα τις δύναμις, πότερον σῶμά ἐστιν ἢ ἀσώματον; εἰ μὲν οὖν σῶμά ἐστι, δεήσεται πάλιν καὶ αὐτὸ τοῦ συνέχοντος. πάλιν οὗν καὶ περὶ ἐκείνου ἐρησόμεθα, πότερον σῶμα ἢ ἀσώματον, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀνάγκη ἄρα τὴν συνεκτικὴν τῶν σωμάτων δύναμιν ἀσώματον εἶναι. ἔστιν δὲ ἐπὶ τῶν ἐμψύχων συνεκτικὴ τῶν σωμάτων ἡ ψυχή· ἡ ψυχὴ ἄρα πᾶσα ἀσώματός ἐστιν. ἐν δὲ τῷ βιβλίῳ τούτῳ ὁ Ἀριστοτέλης πολλαχῶς καὶ ἅλλως ἐλέγξας τὰς δόξας ταύτας καὶ τοῦτο προστίθησι· τί λέγω, φησίν, ἐπὶ τῶν ἅλλων; ἡ ἐσχάτη τῶν γνωστικῶν τῆς ψυχῆς δυνάμεων ἡ αἴσθησις καὶ αὕτη ἀσώματος οὖσα γραμμικαῖς ἀνάγκαις δείκνυται. εἰ τοίνυν ἡ ἐσχάτη ἀσώματος, πολλῷ μᾶλλον αἱ κρείττους. πῶς οὖν [*](1 τοῦτο δεόντως] τόδε ὄντως Plato 2 ἅπαν DR: ἅπερ t θνητῶν deest apud Plat. 4 ἀθάνατον R προσήκει Plato: προσήκειν libri 5 post αὐτοῖς cm. Platonica τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι libri 6 ἀπεργάζεσθαι R 15 δείξομεν Dt: δείξωμεν R 16 ὅτι τε DR: ὅτι t 21 τῶ (ante σώματι) DR: cm. t 26 σχεδαστόν R ἄπειρον R 27 ἐπειδή Dt: αἵδειδὴ R τις cm. R 28 ἐστιν post σῶμα DR: post ἀσώματον t 31 συνεκτικὴ τῶν σωμάτων DR: τῶν om. t 32 τῶ βιβλίῳ δὲ R 33 τοῦτο προστίθησι D 2 t προστίθησι τοῦτο D 1 R)

13
τοῦτο δείκνυσιν; οὐδέν, φησίν, σῶμα ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸ αὐτὸ [*](a 3v) μόριον τῶν ἐναντίων ἐστὶν ἀντιληπτικόν · ὁ γὰρ δάκτυλος οὐ δύναται κατὰ τὸν αὐτὸν χρόνον ὅλος καὶ λευκοῦ καὶ μέλανος μεταλαβεῖν , οὐδὲ θερμαίνεται ἅμα κατὰ ταὐτὸ καὶ ψύχεται. ἡ δὲ αἴσθησις ἅμα ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναντίων ἀντιλαμβάνεται· ἐν γὰρ τῷ ἀναγινώσκειν ἅμα τοῦ λευκοῦ καὶ τοῦ μέλανος ἀντιλαμβάνεται · διὸ καὶ οἶδεν ὅτι τόδε ἐστὶ πρῶτον καὶ τόδε δεύτερον, τῷ διακρίνειν ἐκ τοῦ λευκοῦ τὸ μέλαν. πῶς οὖν ἀντιλαμβάνεται ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναντίων ἡ ὄψις; πότερον κατὰ τὸ αὐτὸ μόριον ἢ καθ’ ἕτερον μὲν τοῦ μέλανος, καθ’ ἕτερον δὲ τοῦ λευκοῦ; εἰ μὲν οὖν κατὰ τὸ αὐτό, δῆλον ὅτι ἀμερῶς αὐτῶν ἀντιλαμβάνεται ἔστιν ἀσώματος· εἰ δὲ καθ’ ἕτερον καὶ ἕτερον μόριον, ὅμοιον, φησίν, ὡς “εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἵσθοιο”, ὥσπερ, φησίν, εἰ λέγοις ὅτι ὃ ἐγὼ εἶδον ἕτερόν ἐστιν οὗ σὺ εἶδες· δεῖ γὰρ τὸ κρῖνον ἓν καὶ τὸ αὐτὸ εἶναι καὶ κατὰ τὸ αὐτὸ τῶν κρινομένων ἀντιλαμβάνεσθαι. σῶμα δὲ ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸ αὐτὸ μόριον προσβάλλειν τοῖς ἐναντίοις ἢ ἁπλῶς τοῖς ἑτέροις οὐ δύναται· ἡ δὲ αἴσθησις κατὰ τὸν αὐτὸν χρόνον προσβάλλει τῷ λευκῷ καὶ τῷ μέλανι· ἀμερῶς ἄρα προσβάλλει, καὶ διὰ τοῦτο οὖν ἀσώματος. εἰ γὰρ καθ’ ἕτερον καὶ ἕτερον μόριον τοῦ μέλανος καὶ τοῦ λευκοῦ ἀντελαμβάνετο, οὐκ ἂν ἠδυνήθη διακρῖναι τὸ λευκὸν ἀπὸ τοῦ μέλανος· οὐδεὶς γὰρ διακρίνει τὸ ὑπ’ αὐτοῦ ὁραθὲν τοῦ ὑπ’ ἄλλου ὁραθέντος. ὅτι δὲ καὶ ἡ φαντασία ἀσώματος καὶ ἀμερής, δῆλον ἐντεῦθεν· ’πό θὲν γὰρ οἱ ἐπιγινόμενοι τύποι οὐκ ἠφάνισαν τοὺς προϋπάρχοντας; ὅπερ, εἴπερ ἦν σῶμα, συνέβη ἄν, ὥσπερ ἐπὶ κηροῦ· ἀφανίζουσι γὰρ οἱ ἐπιγινόμενοι τύποι τοὺς προὐπάρχοντας. ἀλλὰ καὶ ἡ φυτικὴ ψυχή, ἥτις καὶ τῆς αἰσθήσεως ἐστι καταδεεστέρα, καὶ αὐτοὶ οἱ φυσικοὶ λόγοι δείκνυνται ἐναργῶς ἀμερεῖς ὄντες καὶ διὰ τοῦτο ἀσώματοι. ἐν γὰρ ἑκάστῳ μορίῳ τοῦ σπέρματος οἱ αὐτοὶ φυσικοὶ λόγοι ἀμερίστως εἰσίν, οἵπερ καὶ ἐν τῷ παντὶ σπέρματι, οἱ θρεπτικοί, οἱ ’π’ αὐξητικοί, οἱ διαπλαστικοί· ὥσπερ γὰρ πᾶν τὸ καταβληθὲν σπέρμα εἰ κατασχεθείη ὑπὸ τῆς μήτρας, τέλειον τὸ ζῷον ἀποτελεῖ, οὕτως κἄν μὴ τὸ πᾶν ἀλλὰ μόριον, οὐδὲν ἧττον ποιήσει. εἰ τοίνυν οἱ φυσικοὶ τοῦ ζῴου λόγοι σῶμα ἦσαν, οὐκ ἠδύναντο ἐν τῷ αὐτῷ μορίῳ ἅμα καὶ οἱ τῆς κεφαλῆς καὶ οἱ τῶν ποδῶν καὶ πάντων τῶν μορίων εἶναι· νῦν δέ εἰσιν ὡς ἐν τῷδε τῷ μορίῳ πάντες, οὕτω καὶ ἐν ἄλλῳ πάντες· ἀμερίστως ἄρα ἐνυπάρχχουσι πάντες ἐν ἑκάστῳ μορίῳ· ἀσώματοι ἄρα εἰσίν· τὸ γὰρ ἀμερὲς καὶ ἀσώματον. ὥσπερ γοῦν καὶ ἐν τῷ ὅλῳ δένδρῳ ἐστὶν ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ, καὶ γεννητικὴ δύναμις, οὕτω καὶ ἐν τῷ κλάδῳ ἢ ἐν τῷ κλήοὐδέν, [*](1 οὐδέν, φησίν, σῶμα κτλ.] cf. de Aa. Γ-2 4 ταὐτὸ D: τὸ αὐτὸ Rt 7 ἐκ DR: t 10 δῆλον ὅτι Dt: δῆλον οὖν ὅτι R 1 1. 12 εἰ τοῦ μὲν — αἴσθοιο] 2 p. 426 b 19 12 λέγοις DR: λέγεις t 13 εἶδες σὺ transp. D 14 τῶν— ἀντιλαμβάνεσθαι τὸ κρινόμενον προσλαμβάνεσθαι Pal. 16 προσβάλλειν τῷ t 17 οὖν Dt: αὖ R ἀσώματος DRt: ἀσωμάτως Pal. 18 γὰρ om. R 22 et 23 ἐπιγινόμενοι Dt : ἐπιγενόμενοι R 25. 26 et 80 φυσικοὶ DR Pal. : φυτικοὶ t 27 οἷπερ scripsi: ὅπερ DRt: ὥσπερ Pal. 32 ὡς DR: cm. t 33. 34 πάντες οὕτω — μορίῳ Pal.: om. DRt 36 ἐν τῶ (post ἢ) om. R)
14
ματι καὶ ἐν αὐτῇ τῇ κεγχραμίδι. ἀλλ’ ἴσως ἀπορήσειέ τις, πόθεν οὖν [*](a 3v) τὰ τέρατα; οὐ παρὰ τὸ ἐνδεῖν ἢ πλεονάζειν τὸ σπέρμα; διὰ τί δὲ πάλιν εἰ ἀποτμηθείη τοῦ σίτου μόριον, οὐκέτι βλαστάνει τὸ λοιπόν; διὰ τί δὲ ἢ φλοιὸς οὐ βλαστάνει ἢ φύλλον ἤ τι τοιοῦτον; καίτοι καὶ ταῦτα μόρια τοῦ δένδρου εἰσί. λέγω οὖν περὶ μὲν τῶν τεράτων ὅτι ἡ ὕλη ἐστὶν ἡ αἰτία, ἐπειδὴ δεῖ καὶ ἐπιτηδειότητος τῆς ὕλης κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν· ὕλη δὲ τῶν ζῴων τὸ καταμήνιον· αὕτη οὖν πλεονάζουσα ἢ ἐνδέουσα ἢ παρὰ φύσιν πεποιωμένη, | τῶν τεράτων ἐστὶν αἰτία. καὶ καθόλου δέ [*](a 4r) φημι, ὅτι αἱ δυνάμεις αὗται εἰ καὶ ἀσώματοί εἰσιν, ἀλλ’ ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχουσι, καὶ ἵνα ὦσι, δέονται σύμμετρον ἔχειν τὸ ὑποκείμενον καὶ ποιότητι καὶ ποσότητι. οἷον ὁ κύκλος καὶ ἁπλῶς τὸ σχῆμα δείκνυται αὐτὸ μὲν καθ’ αὑτὸ ἄποσον ὃν καὶ ἀμέγεθες καὶ ἁπλῶς ἀσώματον· οὐκ ὅν δὲ συσταίη, εἰ μὴ ἐπιλάβοιτο ὑποκειμένου καὶ μεγέθει συμμέτρου καὶ ποιότητι, οἷον οὐκ ἄν ἐν σμικρῷ καὶ ἀκαριαίῳ σώματι συσταίη ἄν κύκλος οὐδὲ ἐν ὑγρῷ καὶ διαρρέοντι. οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος λέγω ὅτι εἰ καὶ ἀμερεῖς οἱ λόγοι καθ’ ἑαυτούς, ἀλλ’ ἐπειδὴ ἐν ὑποκειμένῳ σώματι τὸ εἶναι ἔχουσιν , οὐχ ἁπλῶς δὲ πᾶν σῶμα ἢ ὡς ἔτυχεν ἔχον οἷόν τέ ἐστι καταδέξασθαι τοὺς λόγους, διὰ τοῦτο δεῖ καὶ ἐπιτηδειότητος τοῦ ὑποκειμένου. εἰ δὲ ὅλως εὑρίσκονται αἱ ἐν τῷ ὅλῳ δένδρῳ δυνάμεις πᾶσαι ἀνελλιπῶς καὶ ἐν τοῖς μέρεσι, δῆλον ὅτι δι’ οὐδεμίαν ἄλλην αἰτίαν ἢ διὰ τὸ ἀμερεῖς εἶναι αὐτὰς καθ’ αὑτάς· εἰ γὰρ ἦσαν σώματα, οὔτε ἐν τῷ ἀποτμηθέντι κλάδῳ ὅλαι ἄν ἦσαν καὶ τὸ δένδρον κολοβὸν ἄν ἦν. εἰ δέ τις εἴποι ‘ ἀλλὰ δύναται λέγειν ὅτι σώματά εἰσιν ὁμοιομερῆ δι’ ὅλου διήκοντα, τῶν δὲ ὁμοιομερῶν τὸ αὐτό ἐστιν εἶδος ἐν τῷ μέρει ὅπερ καὶ ἐν τῷ ὅλῳ, ὡς ἐπὶ τῆς σαρκὸς ἔχει· τὸ γὰρ μέρος τῆς σαρκὸς σάρξ’, λέγομεν οὖν πρὸς τοῦτο ὅτι εἰ ἦσαν ὁμοιομερῆ σώματα, οὐκ ἄν ἐχώρησαν ὅλα δι’ ὅλων τῶν ὑποκειμένων · σῶμα γὰρ διὰ σώματος χωρῆσαι ἀδύνατον. εἰ τοίνυν αἱ καταδεέστεραι τῶν ψυχικῶν δυνάμεων ἀσώματοι, πολλῷ μᾶλλον ἡ λογικὴ κρείττων οὖσα πολλῷ. ὅτι γὰρ καὶ αὕτη ἀσώματος, δέδεικται μὲν καὶ διὰ τῶν κοινῶν λόγων, λέγομεν δὲ καὶ ἰδίᾳ ἐπὶ αὐτῆς οὕτως· οὐδὲν τῶν σωμάτων αὐτὸ ἑαυτὸ γινώσκει οὐδὲ πρὸς ἑαυτὸ ἐπιστρέφεται· γὰρ οἶδεν ἑαυτὴν ἡ χεὶρ ἢ ἅλλο τι τῶν σωμάτων. ἀλλ’ οὐδ’ αἱ ἄλογοι δυνάμεις, καίτοι ἀσώματοι οὖσαι ἑαυτὰς ἴσασιν· οὐ γὰρ οἶδεν ἑαυτὴν ἡ ὄψις ἢ ἡ ἀκοὴ ἢ ἁπλῶς ἡ αἴσθησις οὐδὲ ζητεῖ ποίας ἐστὶ φύσεως, ἀλλ’ ὁ λόγος ἐστὶν ὁ περὶ αὐτῶν ζητῶν. ἡ μέντοι ψυχὴ ἡ λογικὴ αὐτὴ ἑαυτὴν γινώσκει· αὐτὴ γοῦν ἐστιν ἡ ζητοῦσα, αὐτὴ ἡ ζητουμένη, μένη, αὐτὴ ἡ εὑρίσκουσα, αὐτὴ ἡ εὑρισκομένη, ἡ γινώσκουσα καὶ γινώσκομένη· ἀσώματος ἄρα ἐναργῶς ἀποδέδεικται. ἔτι αἱ ἐν ὑποκειμένῳ τῷ [*](3. 4 ἡ φλοιὸς scripsi: ἡ φλοιὸς libri 4 ἡ φύλλον Pal. et in iteiatis (cf. n. ad 8) D: φύλλον Rt: utrumque cm. (suo loco) ’, suppleverat ut vid. D 2, sed locus humore evanuit 8 post ἐστὶν erasum habet ἡ ut vid. D post αἰτία iterata εἰ ἀποτμηθείη — εἰσὶ (3 — 5) del. D δέ D Pal.: δὴ Rt 9 εἰ DR Pal.: om. t 13 ἐπιλάβοιτο D Pal. t: ἐπιλάβοι τοῦ R 24. 25 καὶ ἐν D Pal. t: καὶ τὸ ἐν R 30 λέγομεν DR Pal.: λέγωμεν t 36 et 37 αὐτὴ ubique Pal.: αὕτη (post γινώσκει et reliquis deinceps locis) DRt 38 ἔτι Pal.: om.DRt)
15
σώματι δυνάμεις συνακμάζουσί τε τῷ σώματι καὶ συναμαυροῦνται· τοιαῦται [*](a 4r) γοῦν αἴσθησις θυμὸς ἐπιθυμία· ἡ δὲ λογικὴ ψυχὴ τὸ ἐναντίον μαραινομένου τοῦ σώματος αὐτὴ ἀκμάζει· οὐκ ἄρα ἐν ὑποκειμένῳ τῷ σώματί ἐστιν. ἔτι οὐδὲν τὸ ἑαυτοῦ σπουδάζει φθεῖραι ὑποκείμενον· πάντα γὰρ τοῦ εἶναι ἐφίεται· ἡ δὲ λογικὴ ψυχὴ καταφρονεῖ τοῦ σώματος, τοῖς τε δι’ ἀρετὴν πόνοις αὐτὸ δαμάζουσα καὶ τὸ σύνολον πολλάκις προἱεμένη· οὐκ ἄρα ἐν ὑποκειμένῳ σώματι τὸ εἶναι ἔχει. οὕτω μὲν οὖν οὐδεμία ψυχικὴ δύναμις σῶμα οὖσα δέδεικται.

Ἐπὶ τούτοις δεῖ δεῖξαι, ὅτι ἡ μὲν λογικὴ ψυχὴ ἐξῃρημένην ἔχει τὴν οὐσίαν παντὸς σώματος, αἱ δὲ λοιπαὶ ἐν σώματι τὸ εἶναι ἔχουσι· καὶ ἡ μὲν ἐν τῷ πνεύματι ἡ ἅλογος, ἡ δὲ φυτικὴ ἐν τούτῳ. ἵνα οὖν ταῦτα δείξωμεν, προλάβωμεν τέως ἐκεῖνο. κανόνα τινὰ παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης ἐν τῷ προοιμίῳ τοῦ προκειμένου βιβλίου κοινῶς πᾶσι τοῖς φιλοσόφοις ἀρέσαντα, καὶ τοῖς θνητὴν εἶναι τὴν ψυχὴν ὑπολαβοῦσι καὶ τοῖς ἀθάνατον. ἔστιν δ’ ὁ κανὼν οὗτος· δεῖ, φησίν, ἐκ τῶν ἐνεργειῶν τὰς οὐσίας κρίνειν, ἐπειδὴ καὶ ἑκάστη οὐσία σύστοιχον ἔχει τὴν ἐνέργειαν. πᾶσα οὖν, φησίν, οὐσία μηδεμίαν ἔχουσα ἐνέργειαν χωριστὴν σώματος, ἐξ ἀνάγκης οὐδὲ τὴν οὐσίαν ἕξει χωριστὴν σώματος· εἰ γὰρ χωριστὴν ἔχουσα τὴν οὐσίαν μηδεμίαν ἐνέργειαν ἔχοι χωρὶς σώματος, ἐπειδὰν χωρισθῇ σώματος, οὐχ ἕξει περὶ τί ἐνεργήσει· ὥστε μάτην ἔσται. οὐδὲν δὲ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔτε ἡ φύσις. οὐκ ἄρα δυνατὸν τὴν χωριστὴν οὐσίαν μηδεμίαν ἔχειν ἐνέργειαν χωρὶς σώματος. πάλιν ἕτερος κανὼν οὗτος· πᾶσα οὐσία ἔχουσα ἐνέργειαν χωριστὴν σώματος ἐξ ἀνάγκης καὶ αὐτὴ χωριστὴ ἔσται σώματος· εἰ δὲ μὴ εἴη χωριστή, συμβήσεται τὸ αἰτιατὸν τοῦ αἰτίου κρεῖττον εἶναι καὶ τοῦ κρείττονος τὸ καταδεέστερον κρεῖττον, ὅπερ ἄτοπον· δεῖ γὰρ ἀεὶ τὸ αἴτιον κρεῖττον εἶναι τοῦ αἰτιατοῦ καὶ τὸ τῇ φύσει πρότερον τοῦ μετ’ αὐτό· κρεῖττον δὲ τὸ τῇ φύσει πρότερον. πῶς οὖν τοῦτο οὕτως ἕχει; ἴσμεν ὅτι πᾶσα ἐνέργεια ἐκ δυνάμεως , πᾶσα δὲ] δύναμις ἐξ οὐσίας· οὐκοῦν τρίτην τάξιν ἔχει ἀπὸ τῆς οὐσίας ἡ ἐνέργεια. εἰ τοίνυν ἡ μὲν οὐσία ἀχώριστος ᾖ σώματος, ἡ δὲ ἐνέργεια χωριστή, κρεῖττον δὲ τοῦ ἀχωρίστου τὸ χωριστόν, κρείττων ἄρα ἡ ἐνέργεια τῆς οὐσίας , ταὐτὸν δὲ εἰπεῖν τὸ αἰτιατὸν τοῦ αἰτίου καὶ τοῦ φύσει προτέρου τὸ δεύτερον, μᾶλλον δὲ τρίτον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα ἐνέργειαν χωριστὴν σώματος μὴ ἀπ’ οὐσίας προέρχεσθαι καὶ αὐτῆς χωριστῆς. οὗτοι μὲν οὖν οἱ Ἀριστοτελικοὶ κανόνες. χρησιμεύσει οὖν ἡμῖν ὁ μὲν [*](2 ἡ δὲ λογικὴ ψυχὴ D Pal. t: αἱ δὲ λογικαὶ ψυχαὶ R 3 αὐτὴ Pal.: αὕτη DRt 4 ἔτι Pal.: om. DRt 7 ἄρα D Pal.: ἐν τῷ παχεῖ R ante σώματι add. τῷ Pal. 9 δεῖ R Pal.: om. D: χρὴ t 11 post τούτῳ add. ἤγουν ἐν τῷ παχεῖ i: ἐν τῷ παχεῖ in mg. adnot. D2 14 ἀρέσαντα Rt: συναρέσκοντα Pal. 15 ἀθάνατον R: ἀθάνατον εἶναι Dt 18 ἐξ ἀνάγκης — χωριστὴν σώματος Pal.: om. DR: οὑδὲ αὐτὴ χωριστή t εἰ γὰρ— χωρὶς σώματος (19) om. R 19 ἔχοι D Pal.: ἔχει Rt 21 ὁ θεὸς Dt: θεὸς R οὔτε ἡ φύσις ποιεῖ coll. R 27 τοῦ DR Pal: om. t κρεῖττον δὲ — πρότερον delenda esse videntur 31 τοῦ ἀχωρίστου τὸ χωριστόν scrips!: τὸ ἀσώματον τοῦ χωριστοῦ DR: τὸ ἀχώριστον τοῦ χωριστοῦ t κρεῖττον R 35 χρησιμεύσει DR Pal.: χρησιμεύουσιν t)

16
ὕστερος εἰς τὸν περὶ τῆς λογικῆς ψυχῆς λόγον, ὁ δὲ πρότερος εἰς τὸν περὶ [*](a 4r) τῶν λοιπῶν. εἴπωμεν οὖν τέως περὶ τῆς λογικῆς. εἰ μηδεμία ἀχώριστος σώματος οὐσία ἔχει χωριστὴν τὴν ἐνέργειαν, δείξομεν δὲ ἐπὶ τῆς ψυχῆς χωριστὴν ἐνέργειαν σώματος, πᾶσα ἀνάγκη καὶ αὐτὴν χωριστὴν εἶναι. ὅταν τοίνυν σκοπῇ περὶ τῶν νοητῶν ἡ ψυχὴ καὶ τὰς περὶ τοῦ θεοῦ ἐννοίας προχειρίζηται, δῆλον ὅτι χωριστὴν παντὸς σώματος ἔχει τὴν τοιαύτην ἐνέργειαν. ὁμοίως καὶ ὅταν ἑαυτὴν ζητῇ· οὐδαμοῦ γὰρ ἐν τούτοις οὔτε συνεργῷ χρῆται τῷ σώματι οὔτε αὐτὴ περὶ σῶμα ἐνεργεῖ, ὥστε πάντῃ κεχώρισται σώματος ἡ τοιαύτη ἐνέργεια, καὶ αὐτῆς δὲ τῆς φαντασίας. εἰ δὲ ἡ ἐνέργεια χωριστή, ἐξ ἀνάγκης καὶ ἡ οὐσία αὐτῆς χωριστὴ ἔσται· εἰ δὲ χωριστὴ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην καὶ ἀίδιος· τοῦτο γὰρ κοινῶς πάντες ὁμολογοῦσιν ὅτι πᾶσα χωριστὴ σωμάτων οὐσία καὶ ἀίδιός ἐστι σκόπει γάρ, [*](a 4v) εἰ χωριστὴ οὖσα μὴ ἔστιν ἀίδιος, ἀλλὰ γενητὴ καὶ φθαρτή, πρὶν γενέσθαι ἡ ἠδύνατο γενέσθαι ἢ οὐκ ἠδύνατο. εἰ μὲν οὖν μὴ ἠδύνατο, οὐδ’ ἄν ἐγένετο· τὸ γὰρ ἀδύνατον οὐκ ἄν γένοιτο· εἰ δὲ ἠδύνατο, ὑλικὴ πάντως ἦν· τοῦτο γὰρ τὸ δύνασθαί ποτε εἶναι ἡ μὴ εἶναι τόδε τι τῆς ὕλης ἐστίν· εἰ δὲ ἄυλα τὰ χωριστὰ τῆς ὕλης, οὐκ ἔσονται ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἔσονται. καὶ ἄλλως· πᾶν τὸ φθειρόμενον κατὰ δύο τρόπους φθείρται, ἢ τὸν τῶν σωμάτων τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει ἢ τὸν τῶν ἀσωμάτων ἀποσβεννυμένου τοῦ εἴδους τῇ ἀναρμοστίᾳ τοῦ ὑποκειμένου ἐν ᾧ τὸ εἶναι ἔχει, ὥσπερ ἡ ἁρμονία χαλασθεισῶν τῶν χορδῶν. κατ’ οὐδέτερον οὖν τῶν τρόπων ἐνδέχεται φθαρῆναι τὴν λογικὴν ψυχήν, οὔτε τὸν τῶν σωμάτων τρόπον ἀσώματος γάρ) οὔτε τὸν τῶν ἀσωμάτων μὲν ἐν ὑποκειμένῳ δὲ σώματι τὸ εἶναι ἐχόντων· δέδεικται γὰρ χωριστὴ οὖσα σώματος· ὥστε εἰ δέδεικται χωριστὴ σώματος, συναποδέδεικται ὅτι καὶ ἀίδιος. ταῦτα μὲν περὶ τῆς λογικῆς ψυχῆς. εἴπωμεν δὲ ἐπὶ τούτοις καὶ περὶ τῶν λοιπῶν τῆς τε ἀλόγου καὶ τῆς φυτικῆς· ὅτι γὰρ αὗται ἀχώριστοί εἰσιν δῆλον ἐκ τοῦ εἰρημένου κανόνος. εἰ γὰρ δείξομεν ὅτι οὐδεμίαν ἔχουσιν ἐνέργειαν χωριστὴν σώματος, πᾶσα ἀνάγκη καὶ αὐτὰς ἀχωρίστους εἶναι. πᾶσαι τοίνυν αὐτῶν αἱ ἐνέργειαι ἐν σώματι καὶ περὶ σῶμά εἰσι· καὶ γὰρ ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητικὴ καὶ ἐν σώματί εἰσι καὶ διὰ σώματος ἐνεργοῦσι καὶ περὶ σώματα. ἔτι μὴν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· κινεῖ γὰρ ὁ μὲν τὸ περικάρδιον αἷμα, ἡ δὲ τὸ ἧπαρ τοιώσδε διατίθησιν. ἐν σώματι μὲν οὖν καὶ διὰ σώματος, ἀλλὰ καὶ περὶ σώματα· ἢ γὰρ βρωμάτων ἢ χρημάτων ἢ ἁπλῶς σωματικῶν πραγμάτων ὄρεξίς ἐστιν ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς εἰς τὸ ἀντιλυπῆσαι τὸν εἴς τι τούτων βλάψαντα. [*](3 δείξομεν R Pal.: δείξωμεν Dt 7 ἑαυτὴν Pal. t: αὐτὴν DR 7. 8 οὔτε — οὔτε scripsi: οὐδὲ — οὐδὲ libri 10 ante ἐστι lit. unius litt. D post ἔσται lit. XL fere litt. D 13 γενητὴ D: γεννητὴ R Pal. t 14 οὖν Pal.: om. DRt 17 ἀεὶ ἐνεργείᾳ D Pal. t: ἀεὶ τὸ ἐνεργεία R 19 τῶν ἀσωμάτων DRt: τῶν περὶ τὸ σῶμα Pal. 22 τῶν τρόπων D Pal. t: τὸν τρόπον R 24 σώματι D: τῷ σώματι Rt 28 δείξοABBREVμεν corr. ex δείξωμεν D 30 αὐτῶν αἱ ἐνέργειαι D: αἱ om. t: αὐτῶν post ἐνέργειαι ponit R 34 οὖν καὶ DRt: οὖν καὶ αὗται καὶ Pal. ἀλλὰ om. Pal. 35 χρημάτων Diels: χρωμάτων libri 36 τούτων Pal.: τοῦτον DRt)
17
ὥστε εἰ αἱ ἐνέργειαι τούτων οὐκ ἄνευ σώματος, ἐξ ἀνάγκης καὶ αἱ οὐσίαι. [*](a 4v) εἰς τί γὰρ χωρισθεῖσαι ἐνεργήσουσιν; τί θρέψουσιν ἢ αὐξήσουσιν ἡ γεννήσουσιν; τίνα δὲ καὶ ἀντιλυπήσουσιν ; ἀλλ’ οὐδὲ ἡ ἐπιθυμία σχήσει τι τῶν ἡδέων τῶν κινούντων αὐτὴν εἰς ὄρεξιν· ὥστε μάτην ἔσονται. εἰ δὲ τοῦτο ἀδύνατον μάτην τι εἶναι, ἀχώριστος ἄρα ἡ οὐσία σωμάτων, ἐξ ἧς προέρχονται αἱ τοιαῦται ἐνέργειαι. ἀλλ’ ἡ μὲν φυτικὴ τοῦ παχέος ἐστὶ τούτου ἀχώριστος καὶ συμφθείρεται αὐτῷ· καὶ δῆλον ἐξ ὧν εἰσιν αἱ δυνάμεις αὗται καὶ ἐν τοῖς φυτοῖς, ἐν οἷς πνευματικὸν σῶμα οὐ θεωρεῖται. δείκνυνται δὲ τὴν τὴν ἔξοδον τῆς ψυχῆς καὶ ἐπιδιαμένουσαι βραχύν τινα χρόνον ἐν τούτῳ τῷ σώματι, ἐπεὶ πόθεν ἡ σαθρὰ αὕτη καὶ εὐδιάλυτος δόξα;] ἐπὶ τῶν νεκρῶν καὶ ὄνυχες καὶ τρίχες αὔξονται. εἰ δ’ ἐστὶν ἐναργῶς τῆς αὐξητικῆς ἴχνος τι καὶ μετὰ τὸν θάνατον ἐν τῷ σώματι, ἀνάγκη τι εἶναι ἴχνος καὶ τῆς θρεπτικῆς· διὰ γὰρ τὴν αὔξησιν καὶ ἡ τροφή. ἐντεῦθεν ἄρα δῆλον ὅτι ἐν τούτῳ ἔχουσι τὸ εἶναι αἱ δυνάμεις αὗται· εἰ δὲ αὗται, ἐξ ἀνάγκης καὶ ἡ γεννητική· τῆς γὰρ αὐτῆς ἐστι συστοιχίας, διότι ὅπου ἐκεῖναί εἰσιν, ἐξ ἀνάγκης καὶ αὐτὴ φαίνεται. εἴποι δ’ ἄν τις ἴχνος τι καὶ ταύτης ἐν τῷ νεκρῷ σώματι διὰ τὰ γινόμενα ἐκ τῶν νεκρῶν σωμάτων ζῷα, σφῆκας καὶ μελίσσας καὶ σκώληκας καὶ τὰ τοιαῦτα. ἡ δὲ ἄλογος οὐκέτι ἐν τούτῳ ἔχει τὸ εἶναι· ἐπιδιαμένει γὰρ καὶ μετὰ ἔξοδον τὴν ἐκ τούτου τῆς ψυχῆς, ὄχημα καὶ ὑποκείμενον ἔχουσα τὸ πνευματικὸν σῶμα, ὃ καὶ αὐτό ἐστι μὲν ἐκ τῶν τεσσάρων, λέγεται δὲ ἐκ τοῦ πλεονάζοντος τοὐ ἀέρος, ὥσπερ καὶ τοῦτο γήινον λέγεται ἐκ τοῦ πλεονάζοντος. καὶ πόθεν δῆλον, εἰ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ ἄλογος ζωή; μᾶλλον δὲ πρότερον, πόθεν ὅλως ὅτι ἐστὶ πνευματικὸν σῶμα; τοῦτο γὰρ πρῶτον δίκαιον ζητῆσαι εἰ ἔστιν ὅλως, εἶτα δεῖξαι ὅτι ἐν τούτῳ ἐστὶν ἡ ἄλογος ζωή. πόθεν οὖν ὅτι ἐστὶ τὸ πνεῦμα; ἡ ψυχὴ ἡ ἡμετέρα μετὰ τὴν ἐκ τοῦ σώματος τούτου ἔξοδον ὁμολογεῖται, μᾶλλον δὲ ἀποδεἶκνυται εἰς Ἅιδου ἀφικνεῖσθαι, καὶ ποινὰς ἐκεῖσε τῶν οὐ καλῶς βεβιωμένων παρέχειν· οὐ γὰρ μόνον τοῦ εἶναι ἡμῶν φροντίζει ἡ πρόνοια, ἀλλὰ καὶ τοῦ εὖ εἶναι. διὸ οὐκ ἀμελεῖται ἡ ψυχὴ εἰς τὸ παρὰ φύσιν ἐξολισθήσασα, ἀλλὰ τυγχάνει τῆς προσηκούσης ἐπιμελείας, καὶ ἐπειδὴ τὸ ἁμαρτάνειν αὐτῇ διὰ γλυκυθυμίαν ἐγένετο, ἐξ ἀνάγκης καὶ τὸ καθαρθῆναι δι’ ἀλγύνσεως αὐτῇ γενήσεται· κἀνταῦθα γὰρ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. διὰ τοῦτο ἀλγύνεται ἡ καθαιρομένη ἐν τοῖς ὑπὸ γῆν δικαιωτηεἰ [*](1 om. D 9 ἐπιδιαμένουσαι DR: ἔτι διαμένουσαι Pal. t 10. 11 πόθεν —δόξα delevi 11 δόξα DR: αὔξησις t post νεκρῶν add. γὰρ U τε γὰρ Pal. post αὔξονται add. ἀλλὰ μήποτε οὐκ ἀληθὴς ὁ λόγος οὗτος· οὐ γὰρ αὔξεσθαι φασὶ ταῦτα ἀλλὰ τηκομένων καὶ μειουμένων τῶν περὶ αὐτὰς σαρκῶν μᾶλλον ἀπογυμνοῦσθαι καὶ διὰ τοῦτο καὶ μείζω καὶ ηὐξημένα δοκεῖν φαίνεσθαι· ἀλλὰ περὶ μὲν τούτων καὶ ἰδία θεωρητέον Pal.: del. Strehlke 12 τὸν DR: om. t Pal. 16 ὅπου D 2 t: οὔπω D 1 R ἐκεῖναι D 1 R ἐκεῖ ’R εἴποι DRt: ἵδοι Pal. 17 διὰ DRt: om. Pal. γινόμενα D Pal. t: γενόμενα R 18 καὶ (ante σκώληκας) cm. D 19 ἡ ex εἰ corr. D 23 post πλεονάζοντος ia marg. add. διὰ τὸ ικὸν σῶμα R 24 πνευματικὸν —ὅτι ἐστὶ (26) om. R 28 ἐκεῖσε DR Pal.: ἐκεῖ t)
18
ρίοις διὰ κολάσεως. ἀλλ’ εἰ ἀσώματος ἡ ψυχή, ἀδύνατον αὐτὴν παθεῖν. [*](a 4v) πῶς οὖν κολάζεται; ἀνάγκη οὖν πᾶσα σῶμά τι αὐτῆς ἐξῆφθαι, ὃ διακρινόμενον ἀμέτρως ἢ συγκρινόμενον ὑπὸ ψύξεως ἢ καύσεως ἀμέτρου ἀλγύνει τὴν ψυχὴν διὰ τὴν συμπάθειαν, ὥσπερ κἀνταῦθα τοῦ σώματος τούτου πάσχοντος ἀλγύνεται ἡ ψυχὴ διὰ τὸν φυσικὸν δεσμὸν καὶ τὴν ἐκ τούτου συμπάθειαν· ἐπεὶ αὐτὸ καθ’ αὑτὸ τὸ ἀσώματον ὑπ’ οὐδενὸς ἄν πάθοι. ποῖον οὖν σῶμά ἐστι τὸ ἐξημμένον αὐτῆς; οὐ δήπου τοῦτο· ἀνελύθη γὰρ εἰς τὰ ἐξ ὧν συνέστηκεν· ἀλλὰ τοῦτο τὸ πνευματικὸν ὃ λέγομεν. ἐν τούτω οὖν ἐστι πάντως διὰ τοῦτο ὡς ἐν ὑποκειμένῳ θυμὸς καὶ ἐπιθυμία, καὶ τούτου ἐστὶν ἀχώριστα. τῷ τοῦτο δῆλον; ὅτι ἀνάγκη μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐκ τοῦ παχέος τούτου σώματος ἔτι εἶναι ἐν αὐτῇ θυμὸν καὶ ἐπιθυμίαν· εἰ γὰρ μὴ ἦσαν, ἀλλ’ ἅμ τῇ ἐξόδῳ τοῦ σώματος ἀπήλλακτο τῶν παθῶν τούτων, καθαρὰ ἄν ἦν πάντως καὶ τῆς γενέσεως ἀπηλλαγμένη· ἀπηλλαγμένη δὲ τῆς γενέσεως καὶ τῶν παθῶν ἀνῆκτο ἄν καὶ οὐκ ἄν ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις ἐγένετο. ὡς γὰρ εἴπομεν, κατιούσης αὐτῆς εἰς τὴν γένεσιν ἐδόθησαν ταῦτα τὰ πάθη διὰ τὰς εἰρημένας αἰτίας· | ἀδύνατον [*](a 5r) δὲ αὐτὴν τῆς γενέσεως ἀπαλλαχθῆναι μὴ ἑαυτὴν καθάρασαν. ἐπειδὴ γὰρ αὐτοκίνητός ἐστιν καὶ ἑκοῦσα τοῦ ἀγαθοῦ ἐξέπεσεν, δεῖ πάλιν, ἵνα ἀναχθῇ, αὐτὴν ἑαυτὴν καθᾶραι. τὰ ὑπὸ γῆν δὲ δικαιωτήρια οὐ δύνανται αὐτὴν ἀνάξαι, ἀλλὰ τοσοῦτον μόνον ἐπιστρέφουσιν αὐτὴν πρὸς ἑαυτήν, ὥστε λοιπὸν καταγνοῦσαν ἑαυτῆς οἰκείᾳ ὁρμῇ καθαρθῆναι καὶ ἑκοῦσαν ἀποβαλεῖν οἷς ἑκοῦσα συνεδέθη τῇ συμπαθείᾳ. διό φασιν μετὰ τὰ ὑπὸ γῆν δικαιωτήρια πάλιν παραγίνεσθαι αὐτὴν ἐνθάδε ἐπὶ τοσοῦτον, ἕως ἑαυτὴν καθάρασα ἀναχθῇ τῆς γενέσεως ἀπαλλαγεῖσα · τότε τοίνυν καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἀποτίθεσθαι μετὰ τούτου τοῦ ὀχήματος, τοῦ πνεύματος λέγω· εἶναι δέ τι καὶ μετὰ τοῦτο ἄλλο τι ἀιδίως αὐτῆς ἐξημμένον σῶμα οὐράνιον καὶ διὰ τοῦτο ἀίδιον, ὅ φασιν αὐγοειδὲς ἢ ἀστροειδές. τῶν γὰρ ἐγκοσμίων οὖσαν ἀνάγκη πάντως ἔχειν τινὰ κλῆρον ὃν διοικεῖ, μέρος ὄντα τοῦ κόσμου· καὶ εἰ ἀεικίνητός ἐστιν καὶ δεῖ αὐτὴν ἀεὶ ἐνεργεῖν, δεῖ ἔχειν ἀιδίως ἐξημμένον τι σῶμα ὃ ἀεὶ ζωοποιήσει· διὰ ταῦτα οὖν τὸ αὐγοειδές φασιν αὐτὴν ἀεὶ ἔχειν, ἀίδιον ὄν. διὰ τὰ εἰρημένα οὖν ἀνάγκη καὶ τὸ πνευματικὸν εἶναι σῶμα καὶ τούτου τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἀχώριστα εἶναι.

Δῆλον δὲ ὅτι ὥσπερ αἱ ζωτικαὶ καὶ ὀρεκτικαὶ τῆς ἀλόγου δυνάμεις ἐν τῷ πνεύματι, οὕτω καὶ αἱ γνωστικαί· εἰ γὰρ αἱ χείρους χωρισταὶ τούτου τοῦ παχέος σώματος, πολλῷ μᾶλλον αἱ κρείττους· κρείττους δὲ αἱ γνωστικαί, λέγω δὲ φαντασίαν καὶ αἴσθησιν. ἀλλ’ εἰ καὶ ἐν ἐκείνῳ ἔχουσι τὸ εἶναι αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις, ἀλλ’ οὖν φοιτῶσιν ἴχνη τινὰ ἀπ’ [*](1 ἀδύνατον] δυνατὸν R 9 δτὰ] δὴ D 13 ἀπηλλαγμένη iteravi cum Pal. 19. 20 δύναται K 22 φασιν R: φησιν Dt 24 ἑαυτὴν Dt: αὐτὴν R ἀναχθῇ DR: ἀνενεχθῇ t 25 ἀποτίθεσθαι scripsi: ἀποτίθεται libri 31 ante διὰ ταῦτα add. καὶ R post φασιν add. σῶμα t ἀεὶ ante φασιν ponit R 36 σώματα D)

19
ἐκείνου καὶ ἐπὶ τὸ παχὺ τοῦτο σῶμα, ὥσπερ καὶ ἀπὸ τοῦ νοῦ ἐλέγομεν [*](a 5r) φοιτᾶν ἐπὶ πάντας τὰς κοινὰς ἐννοίας. ὅτι γὰρ καὶ μέχρι τούτου τοῦ σώματος ἐλλάμψεις φοιτῶσι τῆς ἀλόγου ζωῆς, δῆλον. ὁ μὲν γὰρ θυμὸς κινεῖ τὸ περικάρδιον αἷμα καὶ ζέσιν τινὰ αὐτοῦ ποιεῖ, ἡ δὲ ἐπιθυμία τὸ ἧπαρ τοιώσδε ἢ τοιώσδε διατίθησιν πρὸς τὰς ἑαυτῆς κινήσεις, αἱ αἰσθήσεις τε πᾶσαι τῷ ἐγκεφάλῳ ἐλλάμπουσιν· ἐξ ἐκείνου γὰρ ἐπὶ τὰ αἰσθητήρια διὰ τῶν νεύρων χορηγεῖται ἡ δύναμις ἡ αἰσθητική, καὶ πεπονθότος αὐτοῦ αἱ αἰσθήσεις γίνονται ἀνενέργητοι, ὡς οἱ ἰατροὶ δεικνύουσιν· τοῦ γὰρ καλουμένου μηνιγγοφύλακος ἐπιτεθέντος τῇ μήνιγγι ἀναίσθητον καὶ ἀκίνητον τὸ ζῷον γίνεται ἔστιν δὲ ἡ μῆνιγξ ὑμήν· τις σκέπων τὸν ἐγκέφαλον), καὶ τοῦ νωτιαίου μέρους πεπονθότος τὸ μὲν ἀνωτέρω μέρος τοῦ παθόντος ἀπολαύει αἰσθήσεως, τὰ δὲ κάτω ἀναίσθητα γίνεται διὰ τὸ μὴ χορηγεῖσθαι ἔτι ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰσθητικὴν δύναμιν ἀργάνου, λέγω δὴ τοῦ νεύρου, πεπονθότος· καὶ εἰ δεθείη δὲ νεῦρον, πάλιν ἀναίσθητον μὲν τὸ κάτω μέρος γίνεται, τὸ δ’ ἄνω μένει αἰσθητικόν. δῆλον μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων ὅτι τέ ἐστι τὸ πνευματικὸν σῶμα καὶ τούτου ἀχώριστα θυμὸς καὶ ἐπιθυμία. δῆλον δὲ ἔτι μᾶλλον καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας. πόθεν ἐν τοῖ τάφοις τὰ σκιοειδῆ φαίνονται φάσματα ; οὐ γὰρ δή γε ἡ ψυχὴ ἡ ἐσχημάτισται ἢ ὅλως ἐστὶν ὁρατή. ἀλλά φασι τὰς ἀκαθάρτους ψυχὰς μετὰ τὴν ἔξοδον τούτου τοῦ σώματος πλανᾶσθαι ἐπί τινα χρόνον μετὰ τοῦ πνεύματος καὶ τοῦτο παραδεικνύναι δεικνύναι περὶ τοὺς τάφους. διὸ φροντιστέον εὐζωίας· ὑπὸ τούτου γάρ φασιν τοῦ πνεύματος παχυνθέντος ἐκ μοχθηρᾶς διαίτης κατασπᾶσθαι περὶ τὰ πάθη τὴν ψυχήν. ἔχειν γάρ τι καὶ αὐτό φασι τῆς φυτικῆς ζωῆς· καὶ γὰρ τρέφεσθαι, τρέφεσθαι δὲ οὐχ οὕτως ὡς τοῦτο τὸ σῶμα, ἀλλὰ δι’ ἀτμῶν, οὐ διὰ μορίων ἀλλ’ ὅλον δι’ ὅλου φέρ’ εἰπεῖν, ὡς οἱ σπόγγοι δέχονται τοὺς ἀτμούς. διὰ τοῦτο φροντίζουσιν οἱ σπουδαῖοι τῆς λεπτοτέρας διαίτης καὶ ξηροτέρας, διὰ τὸ μὴ παχύνεσθαι τὸ πνεῦμα, ἀλλὰ λεπτύνεσθαι. πρὸς τοῦτο καὶ τοὺς καθαρμούς φασι παραλαμβάνειν · τοῦτο μὲν γὰρ τὸ σῶμα ὕδατι πλύνεται, ἐκεῖνο δὲ καθαρμοῖς τοῖς διὰ τῶν ἀτμῶν· διὰ γὰρ ἀτμῶν τινῶν μὲν τρέφεται, τινῶν δὲ καθαίρεται. οὐ διωργανῶ- σθαι δέ φασιν αὐτό, ἀλλ’ ὅλον δι’ ὅλου ἐνεργεῖν κατὰ τὰς αἰσθήσεις καὶ τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι. διὸ καὶ Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικὰ ὅτι ἡ κυρίως αἴσθησις μία, καὶ τὸ κυρίως αἰσθητήριον ἐν, αἰσθητήριον λέγων αὐτὸ τὸ πνεῦμα ἐν ᾧ ἡ αἰσθητικὴ δύναμις ὅλη δι’ ὅλου τῶν ποικίλων αἰσθητῶν ἀντιλαμβάνεται. πῶς οὖν φαίνεται διωργανωμένον ἐν τοῖς τάφοις καὶ ποτὲ μὲν ἀνδρείκελον, ποτὲ δὲ καὶ ἄλλου [*](5 ἦπαρABBREV D αἱ D Pal. t: om. R 8 γίνωνται, sed corr. D 9 ἐπιτεθέντος ex ἐπιτιθέντος corr. D post ἐπιτεθέντος add. εἰ ἐπισυμβῇ τι Pal. τῇ μήνιγγι Suid s. V. Μῆνιγξ: τῷ μήνιγγι libri 10 ὁ μῆνιγξ Pal. 13 δύναμινABBREV D 14 δὴ D Pal.: δὲ Rt 19 φάσματα R: φαντάσματα Dt 23 φησὶν D 24 ἔχειν DR: ἔχει t 25 τρέφεσθαι (post γὰρ) Dt: τρέφεται R 33. 34 ἐν τοῖς Μετὰ τὰ φυσικά] immo de soma, et vig. 2 p. 455a20)
20
τινὸς τῶν ζῴων μορφὴν ἔχον; λέγουσι πρὸς τοῦτό πρῶτον μὲν ἐκεῖνο [*](a 5r) ὅτι πολλάκις συμβαίνει τὸ ἀνδρείκελον σχῆμα αὐτὸ ἔχειν ἀπὸ μοχθηρᾶς διαίτης παχυνθὲν καὶ συνδιατυπωθὲν τῷ περιέχοντι σώματι, ὥσπερ ἐπὶ τοῦ κρυστάλλου συμβαίνει· συνδιατυποῦται γὰρ τοῖς ἐν οἷς πήγνυται ἀγγείοις. πῶς οὖν διάφορα σχήματα φαίνεται ἔχον; ἴσως οὗν, φασίν, ὅταν ἡ ψυχὴ βούληται δεῖξαι αὐτό, κινοῦσα τὴν φαντασίαν συντυποῖ αὐτό, ἢ καὶ δαιμονίας ἴσως συνεργείας συνεπιλαβομένης φαίνεσθαί τε καὶ πάλιν ἀφανὲς γίνεσθαι πυκνούμενον καὶ μανούμενον· ἀέριον γὰρ ὂν ὅταν συσταλὲν πυκνωθῇ, ὁρατὸν γίνεται, καὶ πάλιν ἀφανὲς τῇ ἐκτάσει καὶ μανώσει. πρὸς ταῦτα δὲ πάντα τις ἐρεῖ ἀπορῶν, εἰ ἀνθρώπιναι ὅλως εἰσὶ ψυχαὶ διὰ τῶν ἰδίων πνευμάτων ἐν τοῖς τάφοις φαινόμεναι καὶ μὴ πλάνοι τινὲς δαίμονες εἰς πάντα πεφυκότες μεταβάλλεσθαι διὰ τὸ εὔπλαστον τῷ ὄντι τοῦ ἐξηρτημένου αὐτῶν πνευματικοῦ σώματος, ὁπότε καὶ συνεχῶς τοῦτο φαίνονται ποιοῦντες. πῶς δ’ ἄν καὶ ψυχαὶ ἐπί τινα χρόνον ἐνταῦθα πλάζοιντο; πότερον προαιρετῶς ἢ οὔ; εἰ μὲν γὰρ προαιρετῶς, οὐκ ἄν ποτε μετασταίη· εἰς γὰρ τὰ ὑπὸ γῆν δικαιωτήρια ἡ μετάστασις · εἰ δ’ ἀπροαιρέτως ὑπὸ τῆς προνοίας ἀναγκάζεται μένειν, πῶς ἐπαύξεται αὐτῆς εἰς τὴν κακίαν ἡ δύναμις καὶ μείζονα δύναται ἤπερ ἐνταῦθα ; εἰ δὲ ὡς ἀποθεμένη τὸ τοῦ παχέος σώματος φορτίον, ἔδει μᾶλλον ὡς βάρους ἀπηλ- λαγμένην καὶ ἐν συναισθήσει καὶ οἷον ἐγγὺς γενομένην τῶν ὑπὸ γῆν δι’· καιωτηρίων μετριωτέραν γενέσθαι· νῦν δὲ ταῦτα ποιεῖ τὰ | κακὰ ἃ μηδὲ [*](a 5r) ἐνταῦθα ποιεῖν ἠδύνατο.

Διαλέγεται δὲ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ περὶ τῶν τοῖς πρὸ αὐτοῦ δοξάντων περὶ ψυχῆς· ἐκθήσεται γὰρ αὐτῶν τὰς δόξας, καὶ τὰ μὲν καλῶς αὐτοῖς δόξαντα ἀποδέξεται, ἐλέγξει δὲ εἴ τι μὴ καλῶς περὶ ψυχῆς ὑπε- νόησαν. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τὴν αἰκείαν περὶ ψυχῆς δόξαν ἐκθήσεται, καὶ διαλέξεται περὶ αὐτῆς πρῶτον μὲν κοινότερον καὶ ὁλοσχερέστερον, εἶτα ἰδίᾳ περὶ ἑκάστης ψυχικῆς δυνάμεως. καὶ ἐν μὲν τῷ δευτέρῳ μετὰ τὸ διαλεχθῆναι κοινῶς περὶ ψυχῆς διαλέξεται ἰδίᾳ περί τε τῆς φυτικῆς καὶ τῆς ἀλόγου, ἐν δὲ τῷ τρίτῳ βιβλίῳ περὶ τῆς λογικῆς· μέμνηται δὲ καὶ ἐν τῷ δευτέρῳ τῆς λογικῆς καὶ ἐν τῷ τρίτῳ τῆς ἀλόγου. ὥσπερ δ’ εἴωθεν ἐν πάσαις ταῖς φυσικαῖς πραγματείαις ποιεῖν, πρὸς τοῖς τέλεσιν τῶν πραγματειῶν ἀνάγειν ἑαυτὸν ἐπὶ τὰς ἐξῃρημένας τῶν φυσικῶν πραγμάτων αἰτίας οὕτω καὶ ἐνταῦθα ποιεῖ. καὶ γὰρ ἐν τῇ Φυσικῇ πρὸς τῷ τέλει διαλεγόμενος περὶ κινήσεως καὶ ζητῶν τὸ τῆς κινήσεως αἴτιον ἀνήγαγεν ἑαυτὸν ἐπὶ τὴν πρώτην αἰτίαν καὶ ἀρχὴν τῆς κινήσεως, καί φησιν δεῖν τὸ πρώτως κινοῦν ἀκίνητον εἶναι· εἰ γὰρ κἀκεῖνο κινοῖτο, οὐκ ὢ οὐδὲ τὰ [*](3 συνδιατυπωθὲν DR: συναποτυπωθὲν t 4 συνδιατυποῦνται Rt 7 ἡ καὶ Dt: εἰ καὶ K 8 ἀφανὲς DR: ἀναφανὲς t 9 ἐκτάσει scripsi : ἐκστάσει DRt 18 ἡ om. D 26 post δευτέρῳ fort, addendum καὶ τῷ τρίτῳ; cf. vv. 28. 28 περὶ ἑκάστης in lit. D 29 διαλεχθῆναι] λεχθῆναι R 33 ἀνάγειν] fort. ἀνάγων 34 ἐν τῇ Φυσικῇ] Θ 6 6 τῷ τέλει Dt: τῷ om. R 36 ἑαυτὸν Dt: αὐτόν R)

21
κινούμενα μένοι ἐν τῷ κινεῖσθαι· ὥστε εἰ εἰσὶν τὰ ἀεικίνητα, ἀνάγκη τὸ [*](a 5v) τούτων κινητικὸν εἶναι ἀκίνητον. εἶτα ἐξυμνήσας τοῦτο ὅτι ἐστὶν ἀσώματον καὶ ἀίδιον καὶ παντοδύναμον, φησὶν ‘ἀπὸ τοιαύτης ἄρα ἀρχῆς ἐξήρτηται ὁ οὐρανὸς καὶ ὁ κόσμος᾿ . δεῖ γὰρ τὸν τέλειον φυσιολόγον μετὰ τὸ ἀποδοῦναι τὰς φυσικὰς αἰτίας ἀναβαίνειν καὶ ἐπὶ τὰς ἐξῃρημένας καὶ μὴ ἐγκαταμένειν ἐν |ταύταις. οὕτως ἐποίησεν καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς.

p. 402a1 τῶν κλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες.

Τὸ προοίμιον ἐγκώμιον ἔχει τῆς περὶ ψυχῆς θεωρίας καὶ προτροπὴν εἰς τὴν ταύτης γνῶσιν, μᾶλλον δὲ προτροπὴν μὲν τῶν σπουδαίων τε καὶ ἀξίων τῆς τοιαύτης θεωρίας, ἀποτροπὴν δὲ τῶν ἐναντίων τούτοις. δύο γὰρ θεὶς προοίμια δοκεῖ διὰ μὲν τοῦ ἑνὸς προτρέπειν, ἀποτρέπειν δὲ διὰ τοῦ λοιποῦ. εἰπὼν γὰρ ὅτι ἡ εἴδησις καλή ἐστι καὶ τιμία καὶ ὅτι τιμιωτάτη καὶ ἀκριβεστάτη ἡ περὶ ψυχῆς θεωρία, δοκεῖ πάντας ἀνθρώπους προτρέπειν ἐπὶ ταύτην· πάλιν δὲ εἰπὼν ὅτι πάντῃ δὲ πάντως χαλεπώτατόν ἐστι λαβεῖν τινα πίστιν περὶ αὐτῆς, ἀποτρέπειν δοκεῖ· ὡς δι’ ἀμφοτέρων τούτων δείκνυσθαι ὅτι μόνους τοὺς σπουδαίους προτρέπει εἰς τοὺς περὶ τῆς θεωρίας τῆς ψυχῆς λόγους. μετὰ δὲ τὸν ἔπαινον καὶ τὴν προτροπὴν τὴν αἰτίαν ἐπιφέρει τοῦ χαλεπὴν εἶναι τὴν περὶ ψυχῆς θεωρίαν, εἶτα προβλήματά τινα ἐκτίθεται ὀφείλοντα ζητηθῆναι εἰς τὸν περὶ ψυχῆς λόγον. ὁ μὲν οὗν Ἀλέξανδρος, ὥς φησιν ὁ Πλούταρχος, ἔκθεσιν τῶν ἰδίων δογμάτων ποιήσασθαι βουλόμενος καὶ συγκατασπάσαι ἑαυτῷ καὶ τὴν Ἀριστοτέλους προσεποιήσατο ὑπομνηματίζειν ταύτην τὴν πραγματείαν. ἐκ προοιμίων τὴν ἑαυτοῦ ἐνδιάστροφον γνώμην δεικνὺς αὐτὸ τὸ προοίμιον διαστρόφως ἐξηγήσατο· φησὶ γὰρ ἐλλιπῶς εἰρῆσθαι τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες· ‘τί ὑπολαμβάνοντες; φησίν· προσυπακουστέον οὖν καλήν τε καὶ τιμίαν εἶναι’. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος· οἱ δὲ Ἀττικοὶ ἐξηγηταὶ αὐτοφυέστερον ἐξηγήσαντο τοῦτο· τὴν γὰρ εἴσησιν, φασί, τῶν καλῶν καὶ τιμίων εἶναι ὑπολαμβάνομεν. τοῦτο δὲ καὶ σύνηθες τῷ Ἀριστοτέλει τὸ τὴν εἴδησιν ἐγκωμιάζειν· διὸ καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ οὕτως ἤρξατο “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει· σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”. ἄξιον δὲ ζητῆσαι, πῶς φησι καλὸν εἶναι καὶ τίμιον τὴν εἴδησιν. ἆρ’ οὖν πᾶσα εἴδησις ἀγαθόν, καὶ ἡ τῶν κακῶν αὐτῶν; λέγω ὅτι ναί, καὶ ἡ τῶν κακῶν εἴδησις ἀγαθόν, ἡ ὄντως [*](1 μένοι Dt: μένει R 2 κινητικὸν R: κινητὸν Dt 3 ἀπὸ τοιαύτης κτλ.] haec iletaph. Λ 7 p. 1072b13 leguntur 4 οὐρανὸς] ἄݲνݲοݲςݲ R 6. 7 ἐν τῷ Περὶ γενέσεως φθορᾶς] B 9—11 7 καὶ φθορᾶς om. R 20 λόγονABBREV D 21 ὁ (ante om. R 22 καὶ (post βουλόμενος) t: om. DR 26. 27 προσυπακουστέον οὖν D: οὖν ποσυπακουστέον Rt 27 μὲν οὑν Dt: μὲν R 29 φασί Diels: φησί libri 33 ἄρ’ οὖν scripsi: ἀρ’ οὖν DR: ἄρα οὖν t)

22
ἀγαθοῦ περιπίπτειν ἡμᾶς ποιεῖ τῷ κακῷ. ὥστε καὶ ἀνάπαλιν ἡ μὲν [*](a 5v) ἀγνωσία τοῦ κακοῦ περιπίπτειν ἡμᾶς ποιεῖ τῷ κακῷ, ἡ δὲ γνῶσις τοῦ ἀγαθοῦ ἀντέχεσθαι αὐτοῦ παρασκευάζει. ἡ δὲ εἴδησις λέγεται τριχῶς· ἢ γὰρ ἡ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι ‘τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι,’ καὶ ἐν τῷ Γοργίᾳ· ἢ πάλιν τὴν ὁλοσχερῆ καὶ παχυμερε- στέραν γνῶσιν, ὥς φησιν αὐτὸς ἐν τοῖς Φυσικοῖς· ‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας᾿ . διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ· ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην, ἣν καὶ ἐνταῦθα καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν.

p. 402a1 Μαλλὸν δὲ ἑτέραν ἑτέρας, ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι, δι’ ἀμφότερα ταῦτα τὴν τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν.

Ἡ ὅλη τοῦ προοιμίου διάνοια ὧδε ἔχει. πᾶσαν μὲν γνῶσιν, φησί, καλὴν καὶ τιμίαν εἶναι ὑπολαμβάνομεν. εἶναι δὲ ἄλλην ἄλλης τιμιωτέραν τε καὶ καλλίω δι’ αἰτίας δύο, ἢ τῷ τὸ ὑποκείμενον περὶ οὗ ἡ γνῶσις κρεῖττον εἶναι ἢ τῷ τὴν γνῶσιν ἀκριβεστέραν· οἷον ἀστρονομίαν ἰατρικῆς καλλίω, διότι περὶ τιμιώτερον ἔχει ὑποκείμενον· ἡ μὲν γὰρ περὶ τὰ οὐράνια, ἡ δὲ περὶ τὰ ἀνθρώπινα σώματα. ἀλλὰ καὶ ἀκριβεστέρα κατὰ τὴν γνῶσιν ἡ ἀστρονομία τῆς ἰατρικῆς· ὥστε κατὰ ἀμφότερα τιμιωτέρα ἰατρι- κῆς ἡ ἀστρονομία, καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὸ εἶδος τῆς γνώσεως. πάλιν γεωμετρία μηχανικῆς τιμιωτέρα κατ’ ἄμφω, διότι ἡ μὲν γεωμετρία περὶ ἄυλον ἔχει ὑποκείμενον (τὰ γὰρ σχήματα αὐτὰ καθ’ αὑτὰ ἀσώματά ἐστι καὶ ἀμεγέθη· εἰ γὰρ εἶχεν ὁ κύκλος μέγεθος, πάντως ἄν ὡρισμένον ἦν, οἷον πηχυαῖον· εἰ δὲ τοῦτο, δίπηχυς | οὐκ ἄν ἦν κυλλὸς [*](a 6r) ἢ τρίπηχυς οὐδ’ ἄλλος τις παρὰ τὸ πηχυαῖον μέγεθος κύκλος ἄν ἦν· καὶ εἰ ἦν σῶμά τι, ὡρισμένον πάντως ἄν ἦν, οἷον χαλκοῦ· οὐκοῦν σιδήρεος οὐκ ἄν ἦν κύκλος ἢ ξύλινος οὐδὲ ὅλως ἄλλο τι σῶμα τῶν παρὰ τὸν [*](1 ὑπὸ τοῦ Πλάτωνος] fort, respicit ad Protag. p. 357 D sqq. μὲν DR: μὲν γὰρ t αὐτοῦ scripsi: ἑαυτοῦ libri 6 ἐν τῷ Φαίδωνι] Phaed. p. 75 D 7 του Plato Pal. Suid. s. V. Εἴδησις: τοῦ D: τὴν Rt 7. 8 ἀποβεβλῆσθαι] ἀπολωλεκέναι Plat. 8 ἐν τῷ Γοργίᾳ] cf. Gorg. p. 454 E ἢ πάλιν — γνῶσιν (9) DRt: ἢ ἡ ὁλοσχερεστέρα γνῶσις ἢ ἁπλῶς ἡ κοινοτέρα καὶ τούτων ἑκάτερον περιέχουσα Pal. Suid. 9 ἐν τοῖς Φυσικοῖς] A 1 p. 184 a 10 15 θαυμασιωτέρων Dt: θαυμασιωτέραν R 16 τιθείημεν ex τίθεμεν coir. ’ 20 κρεῖττον Rt: κρείττω D ἀστρονομίαν DR: ἀστρονομία t 21 καλλίω DR: κα)λίων t περὶ (post διότι) DR: περ t 23 τῆς ἰατρικῆς — ἀστρονομία (24) om. D 25 κατ᾿ ἄμφω τιμιωτέρα coll. R 28 δίπηχυς D: ὁ δίπηχυς Rt 29 ἢ Dt: οὐδὲ R 31 ἡ ξύλινος Rt: ἐξ οὐδενὸς D)

23
χαλκόν· ὥστε ὅλως ἄυλον τὸ ὑποκείμενον τῇ γεωμετρίᾳ), τῇ δὲ μηχανικῇ [*](a 6r) σώματα καὶ μεγέθη. οὐκοῦν τιμιωτέρα γεωμετρία μηχανικῆς. ἀλλὰ καὶ κατὰ τὴν γνῶσιν· ἡ μὲν γάρ ἐστιν ἄπταιστος· ἀεὶ γὰρ παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δύο ὀρθαῖς εἰσιν ἴσαι, καὶ οὐ παχυμερῶς ἀλλὰ μετὰ πάσης ἀκριβείας οὐδὲ βραχυτάτῳ διαφέρουσαι, ἀεὶ ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμ- μετρος· ἡ μέντοι μηχανικὴ οὐκ ἀκριβεῖς ἔχει τοὺς λόγους, ἅτε περὶ σώματα ἔχουσα καὶ μεγέθη. ὁμοίως ἔχουσιν ἀριθμητική τε καὶ ἁρμονική· ἡ μὲν γὰρ ἀριθμητική, ἅτε περὶ τοὺς λόγους τῶν ἀριθμῶν ἔχουσα, καὶ τὸ ὑποκείμενον κρεῖττον ἔχει ὡς ἄυλον. ἐκείνης περὶ σῶμα ἐχούσης τὰς χορδὰς καὶ τὰ μεγέθη τῶν φθόγγων, καὶ ἡ γνῶσις διὰ τοῦτο τῆς ἀριθμητικῆς ἀκριβεστέρα. ἐπειδὴ τοίνυν αὕτη τῶν ἐπιστημῶν καλλίστη ἡ περὶ ἕτερόν τι τούτων προὔχουσα, ἐν δὲ τῇ ψυχῇ ἀμφότερα ταῦτα θεωρεῖται, δι’ ἀμφότερα ἄρα, φησί, καὶ τιμία καὶ καλὴ ἡ περὶ τῆς ψυχῆς θεωρία. τιμία μὲν οὖν ἡ περὶ ψυχῆς θεωρία, διότι περὶ ὑποκείμενον ἔχει σεμνόν, αὐτὴν τὴν ψυχήν, ὅπερ ἐστὶ τῶν τῇδε κάλλιστον. ἀλλὰ καὶ ὡς ἀκρι- βεστέρα τιμιωτέρα ἡ περὶ τῆς ψυχῆς θεωρία. πῶς δὲ ἀκριβεστέρα ἡ περὶ τῆς ψυχῆς θεωρία, μάθοιμεν ἄν οὕτως. ἐν τῇ Ἀποδεικτικῇ ὁ Ἀριστοτέλης δύο ἡμῖν κανόνας παραδίδωσι, καθ’ ἣν τὸ ἀκριβέστερον δεῖ διακρίνειν· ἐὰν γάρ, φησί, δύο ὦσιν ἐπιστῆμαι, καὶ βούλῃ γνῶναι, ποία ἐστὶν ἀκριβεστέρα, διχόθεν νοήσεις. ὅταν γὰρ ἡ ἑτέρα τὰς τῆς ἑτέρας ἀρχὰς ἀποδεικνύῃ, ἡ τὰς ἀρχὰς ἀποδεικνύουσά ἐστιν ἀκριβεστέρα. οἷον φυσιολογία ἰατρικῆς ἀκριβεστέρα· τὰς γὰρ ἀρχὰς τῆς ἰατρικῆς ἡ φυσιολογία ἀποδείκνυσι. πάλιν γεωμετρία μηχανικῆς ἀκριβεστέρα· τὰς γὰρ αὐτῆς ἀρχὰς ἡ γεωμετρία ἀποδείκνυσι· καὶ ἀριθμητικὴ ἁρμονικῆς ἀκριβεστέρα· αἱ γὰρ ἀρχαὶ τῆς ἁρμονικῆς δείκνυνται ἐν ἀριθμητικῇ. κοινῶς δὲ πασῶν ἡ πρώτη φιλοσοφία· τὰς ἀρχὰς γὰρ πασῶν αὕτη δείκνυσι. πάλιν, φησίν, ἀκριβεστέρα ἐστὶν ἡ ἐπιστήμη ἡ περὶ ἄυλον ἔχουσα ὑποκείμενον, ὡς γεωμετρία, ἀριθμητική, θεολογία. διό φησιν ἐν τῇ Μετὰ τὰ φυσικὰ ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴστη ἐστὶν καὶ χαλεπή· ῥᾴστη μὲν διότι περὶ τῶν ἑστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα ὡς ἀμετάβλητα καθάπαξ κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέρ- γειαν. ῥᾴστη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γὰρ ἐξισχύομεν ἐνσώματοι καὶ ἐμπαθεῖς ὄντες εἰς τὸ ἐκείνων φῶς ἀτενίσαι, ὅπερ πάσχουσι καὶ νυκτερίδες· τοῦ γὰρ ἡλίου φανοτάτου ὄντος [*](3 ABBREV τὴν D 4 δύο Dt: δυσὶν R ἴσαι εἰσὶν coll. R 4. 5 ἀκριβείας πάσης coll. R 5 διαφέρουσαι D: διαφέρουσιν R: διαφέρουσα t ἀεὶ DR: ἀεὶ γὰρ t 5. 6 ἀσύμμετρος τῇ πλευρᾷ R 7 τε om. R 13 θεωρία ex θεωρεία, ut vid., coir. D 1 14 τιμία μέν—θεωρία om. D 15 ante κάλλιστον add. τὸ D 16. 17 περὶ ψυχῆς bis R 17 ἐν τῇ Ἀποδεικτικῇ] Anal, post Α 13 p. 78b35 18 καθ’ ἣν D: καθ’ ὅσον Rt 20 τἀς om. D 23 αὐτῆς R: τοιαύτας Dt 25 δείκνυνται ἐν D2 δείκνυνται D 1 ἀριθμητικῇ in lit. D 1 26 γὰρ πασῶν in lit. D2 28 ἐν τῆ Μετὰ τὰ φυσικά] a l p. 993 a 30 30 φανώτατα D 33 ἐνσώματοι D Pal.: ἐν σώματι Rt)
25
φίαν, ἐπεὶ καὶ ἡ ὄντως σοφία ἀλήθειά ἐστιν· οὐδὲν γὰρ ἐν αὐτῇ ψεῦδος. [*](a 6r) ὥστε εἰ πρὸς πᾶσαν φιλοσοφίαν συμβάλλεται, δῆλον ὅτι καὶ πρὸς τὴν ἡθικὴν καὶ θεολογικὴν καὶ φυσικήν. πρὸς μὲν οὖν τὴν ἠθικὴν συμβάλλεται, ὅτι ἀδύνατον ἡμᾶς τὰ ἑαυτῶν κατακοσμῆσαι ἤθη μὴ τὰς δυνάμεις τῆς ψυχῆς ἐπεσκεμμένους. διαλέξεται οὖν καὶ περὶ ψυχῆς ὁ ἠθικός, ὡς καὶ αὐτὸς ἐν τοῖς ’Hθικοῖς φησιν, εἴ γε ἀρετὴ μὲν κόσμος ἐστὶ ψυχῆς, ὁ δὲ κόσμος εὐταξία ἐστὶν τῶν δυνάμεων τῆς ψυχῆς, ταύτας δὲ τάξαι οὐ δύναται μὴ ἐπεσκεμμένος αὐτῶν τὴν φύσιν. συμβάλλεται δὲ καὶ πρὸς θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστοῦ τοῦ ἐν ἡμῖν ὅτι | καὶ [*](a 6v) αὐτὸς ἀθάνατος· ἐπειδὴ δὲ ὁ νοῦς νοητῶν ἐστι νοῦς, τῶν δὲ πρός τι ὁ τὸ ἕτερον εἰδὼς καὶ τὸ λοιπὸν εἴσεται, δῆλον ὅτι ἡ θεωρία τοῦ ἡμετέρου νοῦ μεγάλα κ·αὶ εἰς θεολογίαν συμβάλλεται. ὅθεν καὶ αὐτὸς ἔλεγεν ἐν τῇ Περὶ ζῴων μορίων πραγματείᾳ ὅτι οὐ περὶ πάσης ψυχῆς τῷ φυσικῷ διαλεκτέον· εἰ γὰρ περὶ πάσης, καὶ τοῦ νοῦ, εἰ δὲ τούτου, καὶ τῶν νοητῶν· ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς· τοῦτο δὲ θεολογίας ἐστὶν καὶ τῆς πρώτης φιλοσοφίας. συμβάλλεται δὲ ἡμῖν καὶ πρὸς τὴν φυσικήν, εἴ γε φυσικοῦ μέν ἐστιν ἔργον τὸ περὶ σωμάτων διαλεχθῆναι καὶ τῶν εἰδῶν αὐτῶν καὶ δυνάμεων, τῶν δὲ ἐν τοῖς σώμασιν εἰδῶν τὸ κάλλιστόν ἐστιν ἡ ψυχή.

p, 402a6 Μάλιστα δὲ πρὸς τὴν φύσιν.

Τὸ μάλιστα δὲ πρὸς τὴν φύσιν προσέθηκεν, ὅτι τὸ συμβαλλόμενον ἕτερόν ἐστι τοῦ ᾧ συμβάλλεται. ἐν μὲν οὖν τῇ ἠθικῇ πραγματείᾳ καὶ τῇ θεολογίᾳ οὐ συμβάλλεται, ἀλλ’ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία ἡ περὶ ψυχῆς θεωρία· θεολογοῦσα γὰρ ἐπιστρέφει πρὸς τὰ νοερὰ καὶ θεῖ καὶ ζητεῖ τὰς ἐκεῖ τάξεις, πρὸς τὰ νοητὰ δὲ ἐπιστρεφομένη καὶ πρὸς ἑαυτὴν ἐπιστρέφεται καὶ διαλέξεται περὶ τῆς ἑαυτῆς οὐσίας καὶ τάξεως· ἔσχατον γὰρ τῶν νοητῶν τε καὶ θείων ἡ ψυχή· πάλιν περὶ ἠθῶν ποιουμένη τοὺς λόγους καὶ τὰς τάξεις τῶν ἀρετῶν θεωροῦσα διαλέξεται περὶ τῶν ἑαυτῆς δυνάμεων, ὧν εἰσιν αἱ ἀρεταί. ἐν δὲ τῇ φυσικῇ πραγματείᾳ συμβάλλεται· ἄλλη γὰρ ἡ φύσις καὶ ἄλλη ἡ ψυχή. πῶς οὖν συμβάλλεται ἐπήγαγεν.

p. 402a6 Ἔστιν γὰρ οἷον ἀρχὴ τῶν ζῴων.

Ἀρχὴ καὶ ὡς ποιητικὴ καὶ ὡς εἰδικὴ καὶ ὡς τελική· αὗται γάρ εἰσιν αἱ κυρίως ἀρχαί. ὡς μὲν οὖν ποιητικὴ ἀρχή, ὅτι αὕτη κινεῖ τὸ [*](5 οὖν DR: δὲ t 6 ἐν τοῖς Ἠθικοῖς] Ethic. Micom. Α 13 p. 1102 a 18 εἴ γε scripsi: εἰ γὰρ libri 9 τοῦ χωριστοῦ DR Pal.: τοῦ om. t 10 ἐπειδὴ δὲ D Pal. δὲ om. Rt 12. 13 ἐν τῆ Περὶ ζῴων μορίων] Α 1 p. 641 a 33 sqq. 14 τούτου D τοῦτο Rt 16 εἴ γε D Pal. t: εἰ γὰρ R φυσικοῦ DRt Suid. v. Φιλοσοφία φυσικῆς Pal. 19 ante πρὸς add. καὶ R, cf. Arist. cod. V 20 μάλABBREVιστα D παρέθηκεν D 25 ἑαυτῆς Rt: αὐτῆς D 31 ζῴων] ζῶABBREV D 33 αὕτη D: αὐτὴ Rt)

26
ζῷον μόνῃ τῇ βουλήσει καὶ οὐ δεῖται μοχλείας τινός· ὡς εἰδικὴ δέ, ὅτι [*](a 6v) αὕτη ἐστὶν ἡ εἰδοποιοῦσα τὸ ζῷον καὶ ἁπλῶς τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖπον ἐν ἑκάστῳ τῶν φυσικῶν, ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, εἶδός ἐστιν ἑκάστου, κρείττων δὲ ἐν τοῖς ἐμψύχοις ἡ ψυχή. τελικὸν δέ, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα· ἔστι γὰρ τὸ μὲν σῶμα ἕνεκά του, αὕτη δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωσις τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸς τὴν ἰδιότητα τῆς ἐν ἑκάστῳ ψυχῆς, ἄλλως ἀνθρώπων, ἄλλως πτηνῶν, ἄλλως χερσαίων, ἐνύδρων, καὶ ἐν ἑκάστῳ τούτων πολὺ τὸ βάθος, ἑκάστου πρὸς τὴν ἐπικρατοῦσαν τῆς ψυχῆς δύναμιν διωργανωμένου· ἄλλως τὰ κατὰ θυμὸν χαρακτηριζόμεναι, ἄλλως τὰ κατὰ ἐπιθυμίαν, περὶ ὧν οὐ τοῦ παρόντος λέγειν. προσέθηκε δὲ τὸ οἷον, ὅτι ἡ προσεχὴς ἀρχὴ τῶν ζῴων ἡ φύσις ἐστίν, οὐχ ἡ ψυχή.

p. 402 a 7 Ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν.

Τὸ μὲν θεωρῆσαι τὸ ὁλοσχερέστερον ἐπιβάλλειν τοῖς περὶ αὐτῆς λό- γοις σημαίνοι ἄν, τὸ δὲ γνῶναι τὸ καὶ ἀκριβῶς ἐρευνῆσαι. λεγόμεθα γὰρ θεωρῆσαι τόδε τι, ὅταν ἁπλῶς προσβάλωμεν αὐτῷ, γνῶναι δὲ αὐτό, ὅταν καὶ τὰ ὑπάρχοντα αὐτῷ καταμάθωμεν. φύσιν δὲ καὶ οὐσίαν ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ ἀκουστέον, ἵνα ᾖ τοῦ προτέρου τὸ δεύτερον ἐξηγητικόν. ‘φύσιν λέγω ἀντὶ τοῦ τὴν οὐσίαν’, ἢ φύσιν μὲν αὐτὸ τὸ γένος αὐτῆς, οὐσίαν δὲ τὸν ὁρισμόν· οἷον ὑπὸ ποῖον γένος ἀνάγεται, πότερον τὴν οὐσίαν ἢ τὸ ποσὸν ἢ τὸ ποιόν; εἴποιεν δ’ ἂν αὐτὴν ὑπὸ μὲν τὸ ποιὸν ἀνάγεσθαι οἱ κρᾶσιν λέγοντες, ὑπὸ δὲ τὸ ποσὸν οἱ λόγον. εἶτα ἐγνωκότες τὸ γένος μαθεῖν καὶ τὰς συστατικὰς αὐτῆς διαφορὰς καὶ οὕτως ἀποδοῦναι τὸν ὁρισμόν· ὁ γὰρ ὁρισμὸς τὰς οὐσίας τῶν πραγμάτων σημαίνει.

p. 402 a 8 Ἔπειτα ὅσα συμβέβηκε περὶ αὐτήν.

Οὐ λέγει ὅτι δεῖ ζητῆσαι τὰ κατὰ συμβεβηκὸς αὐτῇ ὑπάρχοντα, ὡς τῷ σώματι τὸ λευκόν, ἀλλὰ τὰ κατ’ οὐσίαν ἑπόμενα. οὕτως οὖν ἀκουσόμεθα τοῦ συμβέβηκεν, ὥσπερ καὶ ἐν τῶ ὁρισμῷ τοῦ συλλογισμοῦ τὸ συμπέρασμα. “συλλογισμὸς γάρ ἐστι’’, φησί, “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. ὥσπερ οὖν ἐνταῦθα οὐ λέγει κατὰ συμβεβηκὸς ταῖς προτάσεσιν ὑπάρχειν τὸ συμπέρασμα, ἀλλὰ σημαίνει ἡ λέξις τὸ καθ’ αὑτὸ ἐξ ἀνάγκης ἑπόμενον, οὕτως καὶ ἐν τῷ παρόντι ἐκληπτέον.

[*](1 μοχλίας t ὡς εἰδικὴ Suid. s. ν. Ἀρχή: ὡς om. DRt 2 αὕτη DR: αὐτὴ t 5 κρείττων δὲ Dt: κρεῖττον δὲ R Suid. 15 ἐπιβάλλειν Dt: ἐπιβαλεῖν R 17 προσβάλωμεν D: προσβάλλωμεν Rt δὲ om. D1, sed suppl. D2 20 ἢ Dt: ἡ φησὶ R 24 post γένος fort, addendum ζητοῦμεν 26 ἔπειτα DR: εἶθ᾿ t et Arist. 27 λέγειABBREV D 30 φησί] Anal. pr. Α 1 p. 24b 18)
27

p. 402 a 9 Ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ [*](a 6v) κοινὰ καὶ τοῖς ζῴοις δι’ ἐκείνην ὑπάρχειν.

Τῶν ἐξ ἀνάγκης ἀκολουθούντων τῇ ψυχῇ τὰ μὲν μόνῃ αὐτῇ ἀκολουθεῖ, τὰ δὲ τῷ ὅλῳ ζῴῳ, λέγω δὴ τῷ ἐκ ψυχῆς καὶ σώματος, καὶ τὰ μὲν τῆς ψυχῆς πάθη ἡ νόησις (τοῦτο γὰρ αὐτῆς καθ’ αὑτὴν τῆς λογικῆς ψυχῆς ἴδιον), τὰ δὲ ἀγλα’ πάθη τὸ αἰσθάνεσθαι, φαντασιοῦσθαι, θυμοῦσθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτόν ἐστι, ταῦτα κοινά εἰσι τοῦ συναμφοτέρου. πᾶσαν γὰρ ψυχὴν ὡς μίαν τινὰ λαμβάνει καί φησι ταύτης τὰ μὲν ἴδια εἶναι πάθη, οὐ πάσης ἁπλῶς, ἀλλὰ τῆς ὁλοσχερῶς λεγομένης, ἅ τινα δῆλον ὅτι τῆς λογικῆς ἐστιν· ἐν γὰρ τῇ ἁπλῶς ψυχῇ ἐστι καὶ ἡ λογική. τῶν γὰρ ἄλλων ψυχῶν οὐδέν ἐστιν ἴδιον πάθος, ἐπεὶ μηδὲ ἡ οὐσία αὐτῶν χωριστή. τὸ δὲ τοῦ πάθους ὄνομα λέγεται διχῶς· λέγεται γὰρ πάθος ἢ τὸ εἰς φθορὰν ἄγον ἢ τὸ εἰς τελείωσιν. τι γὰρ πάσχειν τὸ ξύλον ὑπὸ τοῦ πυρός, ἀλλ’ ὡς εἰς φθορὰν ἀγόμενον, λέγομεν δὲ πάσχειν καὶ τὰς αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν· δῆλον γὰρ ὅτι τελειοῦσθαι καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀνάγεσθαι. οὕτως οὖν ὁ Πλάτων’ ἐν τῷ Σοφιστῇ περὶ τοῦ ὅλου φησὶν ὅτι τὸ ὅλον οὐκ ἔστιν ἕν, ἀλλὰ πέπονθε τὸ ἕν, δηλονότι πάθος λέγων τὸ τελειωτικόν· τὸ γὰρ ὅλον οὐκ ἔστιν ὅπερ τὸ ἕν, ἐπειδὴ τὸ ὅλον τῶν μερῶν ἐστιν ὅλον, τὰ δὲ μέρη πολλὰ καὶ οὐχ ἕν· ὥστε οὐχ ἓν τὸ ὅλον, εἴ γε ἐν πολλοῖς ἔχει τὸ εἶναι, ἀλλὰ πεπονθὸς ἔχει τὸ ἕν· πέπονθε δὲ τὸ ἓν τὴν οἰκείαν τελειότητα ἀπολαβόν. ἐκ τοῦ χωρίου δὲ τούτου ἐλέγ| χομεν τὸν Ἀνδρόνικον τὸν ‘Pόδιον νοθεύσαντα τὸ Περὶ ἑρμηνείας· [*](a 7r) εἰπόντος γὰρ ἐκεῖ τοῦ Ἀριστοτέλους ὅτι τὰ νοήματα παθήματά ἐστι τῆς ψυχῆς, ὥσπερ εἴρηται ἐν τῷ Περὶ ψυχῆς, φησὶν ὁ Ἀνδρόνικος ὅτι τοῦτο οὐδαμοῦ εἴρηται ἐν τῷ Περὶ ψυχῆς, ὥστε ἀνάγκη ἢ τὴν Περὶ ψυχῆς νοθεῦσαι ἢ τὸ Περὶ ἑρμηνείας· ἀλλὰ μὴν ἡ Περὶ ψυχῆς ὡμολόγηται τοῦ Ἀριστοτέλους εἷναι· νόθον ἄρα τὸ Περὶ ἑρμηνείας. λέγομεν οὖν ὅτι ἐνταῦθα ἴδια πάθη τῆς ψυχῆς οὐδὲν ἄλλο ἢ τὰ νοήματα εἶπεν, ὥστε τοῦτο ἦν ὃ ἐν τῷ Περὶ ἑρμηνείας ἔλεγεν.

p. 402 a 10 Πάντῃ δὲ πάντως χ αλεπώτατόν ἐστι λαβεῖν τινα πίστιν περὶ αὐτῆς.

Εἴπομεν ὅτι ἐν τῷ προοιμίῳ ἐγκωμιάζει τὴν περὶ ψυχῆς θεωρίαν καὶ [*](2 κοινὰ καὶ τοῖς ζῴοις δι’ ἐκείνην DRt Arist. cod. U: δι’ ἐκείνην καὶ τοῖς ζῴοις Arist. vulg. ὑπάρχειν t: ὑπάρχει DR 4 τῷ ἐκ Dt: τὰ ἐκ R post ἐκ add. ζωῆς D 5 πάθη] exspectas ἴδια πάθη αὑτὴν scripsi: αὑτῆς libri 7 τοιοῦτον Diels: τούτων DRt 8 ὡς Dt: καὶ R 11 τῶν γὰρ Dt: τῶν μὲν γὰρ R ἡ om. R 16 ἀνάγεται t ἐν τῷ Σοφιστῇ] p. 244 D sqq. 23 εἰπόντος γὰρ ἐκεῖ κτλ.] De interpr. 1 p. 16 a 3 sqq. 24 περὶ τῆς ψυχῆς D 25 τὴν περὶ ψυχῆς Dt: περὶ τὴν ψυχὴν R 27 ante νόθον add. οὐ t 28 ψυχῆςABBREV D 30 Πάντῃ] πάντως R δὲ πάντως DR et de an. cod. Ε: δὲ καὶ πάντως t et Arist. vulg. χαλεπώτατόν ἐστι DR: ἐστὶ χαλεπώτατον Arist. cod. W: ἐστὶ τῶν χαλεπωτάτων t et Arist. vulg. 32 εἴπωμεν D, sed corr. D1)

28
προτρέπεται τοὺς σπουδαιοτέρους ἐπὶ ταύτην, τοὺς δὲ ῥᾳθυμοτέρους ἀποτρέπει. [*](a 7r) ἐντεῦθεν οὖν, ἵνα τοῦτο ποιήσῃ, βούλεται δεῖξαι ὅτι χαλεπή ἐστιν ἡ περὶ ψυχῆς θεωρία. πῶς δὲ χαλεπή, εἶπεν ἀνωτέρω, ὅτι ἐπιζητοῦμεν θεωρῆσαι τὴν φύσιν καὶ τὴν οὐσίαν αὐτῆς, τουτέστιν βουλόμεθα εὑρεῖν τίς ἐστιν ὁ τῆς ψυχῆς ὁρισμός. αὕτη οὖν, φησίν, ἡ ζήτησις ἡ περὶ τοῦ ὁρισμοῦ χαλεπωτάτη ἐστὶ καὶ κοινῶς ἐπὶ πάντων τῶν ὄντων καὶ ἰδίᾳ ἐπὶ ψυχῆς· δεῖ γάρ, φησί, ζητῆσαι κοινῶς ἐπὶ τῶν ὁρισμῶν πρῶτον μέν, ἄρα μία τίς ἐστιν μέθοδος, καθ’ ἣν πάντων τῶν ὄντων δυνατὸν τοὺς ὁρισμοὺς ἀποδοῦναι, ἢ πολλαί. καὶ εἰ μία ἡ μέθοδος, τίς ποτέ ἐστιν αὕτη ἡ μέθοδος· εἰ δὲ πολλαί, πάλιν ζητητέον, πόσι καὶ τίνες εἰσὶ τὸν ἀριθμὸν καὶ ποῖαι. καὶ ὅταν εὕρωμεν ὅτι τοσαίδε τινές, οἷον δύο, <καὶ> ποῖαι ὑπογραφὴ καὶ ὁρισμός, ἑτέρα πρὸς τούτοις τρίτη πάλιν δὴ ἡμᾶς διαδέχεται ζήτησις, ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. ἀλλὰ καὶ τοῦτο ὅταν εὕρωμεν, πάλιν δεῖ ζητεῖν, ἐπειδὴ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τοῦ προκειμένου πράγματος τὸ γένος καὶ τίνες αἱ διαφοραί, αἷς διαιρεῖται τὸ γένος, ἵνα γνῶμεν ποῖαί εἰσιν αἱ τοῦ προκειμένου πράγματος συστατικαὶ διαφοραί, ἵνα συμπλέξαντες αὐτὰς τῷ γένει, ἀποδῶμεν αὐτοῦ τὸν ὁρισμόν. κοινῶς μὲν οὖν διὰ ταῦτα χαλεπὸν τὸ λαβεῖ τὸν τῆς ψυχῆς ὁρισμόν, ἐπειδὴ καὶ παντὶ ὁρισμῷ ταῦτα παρακολουθεῖ· ἰδίᾳ δὲ συμβέβηκεν ἐπὶ ψυχῆς ἔτι ἀπορώτερον εἶναι τὸν περὶ αὐτῆς λόγον, ὡς ἑξῆς αὐτὸς ἐκτίθεται.

p. 402 a 11 Καὶ γὰρ ὄντος κοινοῦ τοῦ ζητήματος πολλοῖς ἑτέροις. ἐπὶ πολλῶν, φησί, πραγμάτων κοινή ἐστιν ἡ περὶ τοῦ ὁρισμοῦ ζήτησις.

Ἐπὶ πολλοῖς δὲ εἶπεν, ἐπειδὴ μὴ δυνατὸν πάντων ὁρισμοὺς ἀποδοῦναι (οὔτε γὰρ τῶν γενικωτάτων οὗτε τῶν ἀτόμων), ἀλλὰ διὰ ὑπογραφῆς ταῦτα σημαίνομεν, τὰ μὲν καθολικώτατα διὰ τῶν καθ’ αὑτὸ ἰδίων, τὰ δὲ ἄτομα διὰ τῶν ἰδίᾳ συμβεβηκότων.

p. 402 a 12 Λέγω δὴ τοὐ περὶ τὴν οὐσίαν, καὶ τοῦ τί ἐστι. ἐπειδὴ τὸ τῆς οὐσίας ὄνομα πολλὰ σημαίνει (καὶ γὰρ τὸ γένος καὶ τὴν ὕλην καὶ τὸν ὁρισμόν, ἔστι δὲ ὅτε καὶ πᾶσαν ὕπαρξιν) διὰ τοῦτο εἰπὼν τοῦ περὶ τὴν οὐσίαν ἐπεξηγήσατο προσθεὶς καὶ τοῦ τί ἐστιν, ἵνα σημάνῃ τὸν ὁρισμόν.

[*](2 ἐντεῦθεν R: ἐνταῦθ’ Dt 7 ἄρα libri 9 πολλαί Dt: πολλὴ R τίς ποτε Dt: τί ποτε R αὕτη Dt: αὐτὴ R 11 ὅταν Dt: ὅτι R ὅτι Dt: om. R καὶ addidi 12 ἑτέρα πρὸς τούτοις τρίτη Dt: πρὸς τούτοις ἑτέρα R δὴ D: om. Rt 16 post διαιρεῖται add. εἰς R 22 πολλοῖς DR et de an. cod. E: καὶ πολλοῖς t et Arist. vulg. 28 δὴ DR de an. cod. V: δὲ t et Arist. vulg. τοῦτό ἐστι t 30 ἔστι δὲ DR: ἐστιν t 32 σημάνῃ corr. D1: σημαίνῃ Rt)
29

p. 402 a 13 τάχα ἄν τῳ δόξειε μία τις εἶναι ἡ μέθοδος κατὰ [*](a 7r) πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν [*](31) κτὰ συμβεβηκὸς ἰδίων ἀπόδειξιν.

Ἄλλο ἐστὶ συμβεβηκὸς καὶ ἄλλο κατὰ συμβεβηκός. συμβεβηκὸς μέν ἐστι τὸ ἀντιδιαιρούμενον πρὸς τὴν οὐσίαν, ὃ καθ’ ἑαυτὸ οὐχ ὑφέστηκεν, οὐδὲ κατὰ οὐσίαν ὑπάρχει τοῖς πράγμασιν, ἀλλ’ ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει ὡς τὸ μέλαν ἢ τὸ λευκὸν τοῖς σώμασι· κατὰ συμβεβηκὸς δὲ τὸ ἐξ ἀνάγκης ταῖς οὐσίαις παρακολουθοῦν, ὡς λέγομεν συμβαίνειν ταῖς προτάσεσι τὸ συμπέρασμα, οὐχ ὅτι συμβέβηκε ταῖς προτάσεσι τὸ συμπέρασμά, ἀλλ’ ὅτι ἐξ ἀνάγκης αὐταῖς ἀκολουθεῖ. φέρομεν δὲ τὸ τοῦ συμβεβηκότος ἐπὶ τῶν τοιούτων ὄνομα, διότι ἄλλοις τισὶν ἐπισυμβαίνει, εἰ καὶ ἐξ ἀνάγκης καὶ τῷ ταῦτα εἶναι. τὸ δὲ κυρίως συμβεβηκὸς οὐ τῷ ταῦτα εἶναι ἀκολουθεῖ· δύναται γοῦν καὶ κόραξ ἐπινοηθῆναι λευκός. λέγοι οὖν ἄν ἐνταῦθα κατὰ συμβεβηκὸς ἴδια τὰ πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν, ἃ καὶ συναναιρεῖ καὶ συναναιρεῖται, οἷον τῷ ἀνθρώπῳ τὸ ἐπιστήμης δεκτικόν, καὶ τῷ τριγώνῳ παντὶ τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν ἢ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας. ταῦτα δὲ πρώτως καὶ καθ’ ἑαυτὸ λέγεται τοῖς πράγμασιν ὑπάρχειν, πρώτως μέν, διότι ἀμέσως αὐτοῖς μόνοις ὑπάρχει καὶ ἄλλῳ οὐδενί, καθ’ αὑτὸ δέ, διότι κατ’ οὐσίαν. ὅθεν καὶ ἀντιστρέφει· εἰ γὰρ ἄνθρωπος, καὶ ἐπιστήμης δεκτικόν, καὶ ἔμπαλιν, καὶ εἰ τρίγωνον, ἐξ ἀνάγκης καὶ αἱ τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι καὶ αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονες, καὶ ἔμπαλιν. ταῦτα οὖν αὐτὸς κατὰ συμβεβηκὸς ἴδια ἐκάλεσεν. ἔστι μὲν οὖν πρώτως τοῦτο καὶ καθ’ αὑτό· καθ’ αὑτὸ δέ ἐστι τὸ κατ’ οὐσίαν. οὐκ εἴ τι δὲ καθ’ αὑτό, τοῦτο καὶ πρώτως· ἐπὶ πλέον γὰρ τὸ καθ’ αὑτὸ τοῦ πρώτως. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καθ’ αὑτὸ ὑπάρχει, οὐ πρώτως δέ· διὸ κἄν μὴ ᾖ ἄνθρωπος, ζῷόν ἐστιν, ὥστε οὐ πρώτως τῷ ἀνθρώπῳ ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ σχῆμα τῷ τριγώνῳ καθ’ αὑτὸ μέν, οὐ μέντοι πρώτως· κἄν γὰρ μὴ ᾖ τρίγωνον, ἔστι σχῆμα. καὶ τί λέγω τὸ σχῆμα; ἀλλ’ οὐδὲ τὸ εὐθύγραμμον πρώτως ὑπάρχει τῷ τριγώνῳ, καθ’ αὑτό γε ὑπάρχον. ἔστι γὰρ τὸ εὐθύγραμμον καὶ τριγώνου μὴ ὄντος. ταῦτα οὖν φησι καθ’ αὑτὸ ἴδια, τὰ πρώτως ὑπάρχοντα, ἃ καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ τῷ πράγματι ὑπάρχει καὶ καθ’ αὑτό, ὥστε καὶ [*](1 εἶναι Dt: ἐστιν R ἡ DR: om. t et de an. codd. 2 post ὥσπερ add. γὰρ t τῶν] τὴν D, sed corr. D1 3 ἀπόδειξιν DRt de an. vulg.: ἀπόδειξις de an. cod. E et Sophonias, idemque videtur legisse Philop., cf. p. 31,24 9 οὐχ ὅτι—συμπέρασμα om. D 10 φέρωμεν R 13 ἄν R: om. Dt 15 post συναναιρεῖ καὶ litura IV versuum et trium fere litterarum D; quae proxime antecedunt inde a. v. ὑπάρχοντα (14) passim redintegravit D2 τὸ τῆς ἐπιστήμης t 16 τὸ Dt: τῶ R 17 πρώτως Dt: πρῶτον R 22 ἴδια D: ἰδία Rt 24 οὐκ εἴ τι δέ DRt: οὐκέτι δὲ καὶ εἴ τι Suid. s. V. Ἀπόδειξις 26 διὸ] fort. διότι 29 πρώτως ὑπάρχει — μὴ ὄντος (31) in mg. m. saec. XII D; καὶ τριγώνου μὴ ὄντος etiam in versu D1 31 ἴδιον R)

30
ἀντιστρέφει πρὸς τὸ πρᾶγμα. περὶ τούτων ἐν τοῖς Ἀποδεικτικοῖς φησιν, [*](a 7r) ὅτι ἡ ἀπόδειξις τούτων μόνον ἐστίν, οὔτε δὲ τῶν συμβεβηκότων οὗτε τῶν καθ’ αὑτὸ μέν, μὴ πρώτως δὲ ὑπαρχόντων. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις ἐπιστήμη ἐστίν, ἡ δὲ ἐπιστήμη ἄπταιστός ἐστι καὶ ἀραρυῖα | δὴ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, διὰ τοῦτο τῶν συμβεβηκότων ἀπόδειξιν [*](a 7v) εἶναι ἀδύνατον τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων καὶ ἀπο- γινομένων. πάλιν <εἰ> ἡ ἀπόδειξις τῶν ἀμφισβητουμένων ἐστί, τὰ δὲ αὑτὰ ὑπάρχοντα καὶ μὴ πρώτως ὡς ἐπὶ τὸ πλεῖστον ὡμολογημένα μένα εἰσίν, οἷον τὸ ζῷον τῷ ἀνθρώπῳ καὶ τὸ σχῆμα τῷ τριγώνῳ, οὐδὲ τούτων ἄν εἴη κυρίως ἀπόδειξις. δείκνυσι γοῦν ἐν ἐκείνοις, ὅτι τῶν καθολικωτάτων γενῶν οὐδὲ ἔστιν ἀπόδειξις, ἐπεὶ μηδὲ ὁρισμός, ἀλλὰ δι’ ὑπογραφῆς ἐκεῖνα σημαίνομεν· πᾶσα γὰρ κυρίως ἀπόδειξίς ἐστιν ἡ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ πιστουμένη καὶ ἐκ τῶν καθόλου τὰ μερικώτερα. οἷον πόθεν ὅτι ὁ ἄνθρωπος οὐσία δείκνυμεν; διὰ μέσου τοῦ ζῴου· διότι γὰρ πᾶν ζῷον οὐσία· ὥστε αἴτιον τοῦ εἶναι τὸν ἄνθρωπον οὐσίαν τὸ πᾶν ζῷον οὐσίαν εἶναι. τοῦτο δὲ καὶ καθολικώτερον· τὸ γὰρ πᾶν ζῷον οὐσίαν εἶναι ἐπὶ πλέον τοῦ τὸν ἄνθρωπον οὐσίαν εἶναι. πάλιν ἐπειδὴ τρίγωνον. διὰ τοῦτο τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει, καὶ πάλιν ἐπειδὴ τρίγωνον, τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχει· οὐκ ἐπειδὴ δύο ὀρθαῖς ἴσας, διὰ τοῦτο καὶ τρίγωνον. ἡ μὲν οὖν κυρίως ἀπόδειξις αὕτη. ἔστι δὲ καὶ ἡ τεκμηριώδης λεγομένη ἀπόδειξις, ἡ ἐκ τῶν αἰτιατῶν τὰ αἴτια πιστουμένη, ὥσπερ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ ἐποίησεν ἐκ τῶν φωτισμῶν τῆς σελήνης ἀποδείξας ὅτι ᾦ σφαιρική ἐστι. καίτοι τὸ προσῆκον ἦν ἀνάπαλιν δεικνύναι, ὅτι σφαιρική, διὰ τοῦτο καὶ οὕτω φωτίζεται. ταύτῃ οὖν κεχρήμεθα τῇ δείξει, ὅτε τὸ αἰτιατὸν πρὸς ἡμᾶς σαφέστερόν ἐστι τοῦ αἰτίου, ὥσπερ καὶ ἐπὶ τῆς σελήνης ἔχει· τὸ γὰρ αἰτιατὸν ὁ φωτισμὸς σαφέστερος ἡμῖν ἐστι τοῦ αἰτίου, λέγω δὴ τοῦ σφαιροειδῆ αὐτὴν εἶναι. ἴσμεν γὰρ ὅτι τοῦ μηνὸς δὶς μὲν γίνεται μηνοειδής, ὅταν ᾖ ἀπὸ συνόδου, καὶ ὅταν μέλλῃ σύνοδον ποιεῖσθαι, δὶς διχότομος, δὶς ἀμφίκυρτος, ἅπαξ πανσέληνος· τοῦτο δὲ γίνεται διὰ τὸ σφαιροειδῆ αὐτὴν εἶναι. εἴ γὰρ ἦν δίσκος, ἀθρόον ἔμελλεν ἢ φωτίζεσθαι ἢ μὴ φωτίζεσθαι· νῦν δὲ ἐπειδὴ ὁ μὲν ἥλιος ἀνωτέρω ἐστίν, ὅταν μὲν ἐκ διαμέτρου αὐτῇ γίνεται, ἐπεὶ μέσοι ἐσμὲν ἡμεῖς, ὁρῶμεν ἅπαν τὸ πρὸς ἡμᾶς [*](1 ἀντιστρέφει Dt: ἀντιστρέφειν R ἐν τοῖς Ἀποδεικτικοῖς] Anal. post. Α 6 p. 75 a 28 sqq. (cf. Α 5) 2 μόνων R 5 δὴ corr. D1: δεῖ DR: δὲ t τὰ αὐτὰ (sed suprascr. τὸ D1) DR: τὰ ἀεὶ τὰ αὐτὰ t ἔχοντα t εἰ addidi δὲ om. R 10 ἐν ἐκείνοις D2t: ἐκείνοις D1 τῶν cm. t 11 οὐδὲν R 12 ante κυρίως add. ἡ R ἡ Dt: ἡ R 13 καὶ Suid. s. v. Ἀπόδειξις: om. DRt ὅτι om. t 14 διότι Dt: δῆλον ὅτι R ὥστε DR: καὶ τὸ t 15 πᾶν ζῶον R: ζῶον πᾶν t: ζῶον πᾶν ABBREV sic D1 17 οὐσίων B: ζῶον DRt πάλιν—ἔχει καὶ (18) om. D1, sed in mrg. suppl. D2 21. 22 ἐν τῇ Περὶ οὐρανοῦ] B 11 p. 291 b 18 sqq. 24 τῇ δείξει] incipit Α, qui ταύτῃ post δείξει colloc. ὅτε D: ὅπου Rt: διότι Α Suid. 24. 25 τὸ αἴτιον R 25 πρὸς ἡμᾶς Α Suid.: om. DRt)
31
ἡμισφαίριον πεφωτισμένον, ᾧ καὶ προσβάλλει, ἐγγυτέρω δὲ αὐτῆς γενόμενος, [*](a 7v) ἀεὶ μειοῖ μὲν τοὐ μέρους τοῦ πρὸς ἡμᾶς τὸν φωτισμόν, προστίθησι δὲ τῷ ὑπὲρ ἡμᾶς, ἐπειδή, ὡς εἶπον, ἀνώτερός ἐστιν αὐτῆς ὁ ἥλιος· καὶ οὕτω κατ’ ὀλίγον ἕως κατὰ τὴν αὐτὴν κάθετον αὐτῇ γενόμενος, ὥστε μηκέτι εἶναι ἡμᾶς μέσους ἀμφοτέρων, ἀλλ’ εἰς τὴν μίαν πλευρὰν εἶναι ἄμφω, τὸ μὲν πρὸς ἡμᾶς ἀφώτιστον ποιήσει, φωτίσει δὲ τὸ ὑπὲρ ἡμᾶς. τούτου πίστιν καὶ ἐκ τῶν παρ’ ἡμῖν ἔνεστι λαβεῖν. εἰ γὰρ μεγάλην σφαῖραν ποιήσειέ τις, εἶτα χρίσειε τὸ μὲν ἕτερον ἡμισφαίριον λευκῷ χρώματι, τὸ δὲ ἕτερον μέλανι, εἶτα μετεωρίσειεν εἰς ὕψος τὴν σφαῖραν, καί τι παρακλίνοι αὐτὴν κατ’ ὀλίγον τοῦ λευκοῦ, εἰ τύχοι, χρώματος ἄνω ὄντος, εἶτα κλιθείσης τῆς σφαίρας ὄψεται οἱονεὶ μηνίσκον λεπτὸν γινόμενον, εἶτα κατὰ μέρος ἐπικλινομένης τῆς σφαίρας καὶ τὰ λοιπὰ σχήματα γινόμενα, καὶ τέλος τοῦ λευκοῦ ἡμισφαιρίου ὅλου πρὸς τὸ κάτω στραφέντος, εἰ ᾖ πολὺ τὸ ὕψος, ὄψεται δισκοειδὲς τὸ λελευκασμένον ἡμισφαίριον. ταῦτα μὲν οὖν ἔξω τοῦ προκειμένον. τὴν δὲ τοιαύτην δεῖξιν τεκμηριώδη λέγομεν ἱεῖ καπνὸς ἐνταῦθα, καὶ πῦρ ἄρα’· τεκμήριον γὰρ τοῦ πυρὸς ὁ καπνός. τεκμήριον δέ ἐστι τὸ ἄλυτον σημεῖον, ὡς τοὐ πυρὸς ὁ καπνός, ὡς τοῦ σφαιρικὴν εἶναι τὴν σελήνην τὸ οὕτω φωτίζεσθαι. τὸ δὲ λυτὸν οὐ τεκμήριον, ἀλλὰ σημεῖον λέγεται· τοῦτο δέ ἐστιν, ὅταν μὴ πάντως ἕπηται τῷ αἰτιατῷ τὸ αἴτιον, οἷον ὠχρά ἐστιν, ἐπειδὴ τέτοκεν· οὐ πάντως γὰρ τῇ ὠχρότητι ἕπεται τὸ τετοκέναι. λυτὸν οὖν τοῦτο καὶ οὐ τεκμήριον ἀλλὰ σημεῖον, ὡς τὸ παρεστάναι νεοσφαγεῖ σώματι τοῦ πεφονευκέναι σημεῖον. τῶν οὖν κατὰ συμβεβηκὸς ἰδίων, ἅπερ ἡμεῖς εἴπομεν πρώτως καὶ καθ’ αὑτὰ ὑπάρχειν, τούτων ἐστὶν ἡ ἀπόδειξις. ὑπονοήσειεν οὖν, φησί, τις ὅτι ὥσπερ τούτων μία ἐστὶ μέθοδος ἡ ἀποδεικτική, οὕτως [φησί] καὶ εἰς τὸ λαβεῖν τὸν ὁρισμὸν ἑκάστου μία τίς ἐστι μέθοδος. ἀλλὰ καὶ εἰ μία, ζητητέον ποία αὕτη.

p. 402a16 Εἰ δὲ μὴ ἔστι μία καὶ κοινὴ μέθοδος περὶ τὸ τί ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος.

Εἰ μὲν γὰρ ἦν μία, τοῦτο μόνον εἶχεν ἡ ζήτησις, τίς ποτέ ἐστιν αὕτη· ἐπειδὴ δὲ πλείους μιᾶς, πλείονα τὰ ἐντεῦθεν ζητούμενα, πόσαι τε τὸν ἀριθμόν, καὶ ποῖαι τὸ εἶδος, καὶ ποίᾳ ἐπὶ ποίων πραγμάτων χρηστέον· τὸ [*](1 γινόμενος R 2 μειοῖ μὲν] μειοῦμεν D: corr. in μειοῖν D1 4 ὥστε DR: ὡς t 6 ἐκ τῶν R: ἐκ τοῦ Dt 7 εἰ γὰρ Rt: ὡς γὰρ D σφαῖραν μεγάλην coll. R χρίσειε t: χρίσει D: χρίσῃ R 9 μετεωρίσειεν t: μετεωρίσει D: μετεωρίση R παρακλίνειεν t 10 ἄνω ὄντος Dt: ἀνιόντος R 13 καταστρέφοντος R 14. 15 οὖν—προκειμένου Dt: om. R 17 καὶ τοῦ πυρὸς R 19 ὠχρὸν R 20 γὰρ Α: οὖν DRt 21 ὡς τὸ—σημεῖον (22) om. D 22 post σημεῖον add. διό φησι κἀκεῖνος t 25 φησί delevi 27 καὶ κοινὴ DR: καὶ κοινή τις t (ut Arist. UWXY): τις καὶ κοινὴ Arist. vulg. 28 πραγματευθῆναι DR: πραγματεύεσθαι t 30 τίς DR: τί t 31 πόσι et 32 ποῖαι t: πόσα et ποῖα DR)

32
γὰρ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος τοῦτο σημαίνει, [*](a7) ποίᾳ μεθόδῳ ἐπὶ ποίων πραγμάτων χρηστέον.

p. 402819 Ὅταν δὲ φανερὸν ᾖ, πότερον ἀπόδειξίς ἐστιν ἢ διαίρεσις ἤ τις ἄλλη μέθοδος.

Τοῦτο ὡς ἐν ὑποθέσει λέγει. μετὰ τὸ πάντα, φησί, τὰ ἀπηριθμημένα εὑρεῖν, ὅταν ἤδη φανερὸν ἡμῖν γένηται ὅτι ἥδε ἐστὶν ἡ μέθοδος δι’ ἧς εὑρίσκομεν τοὺς ὁρισμούς, φέρ’ εἰπεῖν ἡ ἀποδεικτικὴ ἢ διαιρετικὴ ἢ ὁριστική, ἑτέρα πάλιν ἀπορία διαδέχεται οὐκ ἐλάττων τῶν εἰρημένων· ποία δέ ἐστιν αὕτη, ἐπιφέρει.

p. 402a21 Ἐκ τίνων δεῖ ζητεῖν, φησίν· ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμῶν καὶ ἐπιπέδων.

Τουτέστιν ὑπὸ ποῖον γένος ἀνάξομεν τὸ προκείμενον πρᾶγμα, ἐπειδὴ οὐχ ἓν γένος τῶν ὄντων ἀλλὰ δέκα, καὶ ἄλλα ὑπ’ ἄλλο γένος ἀναφέρεται. καθάπερ, φησίν, ἀριθμῶν καὶ ἐπιπέδων. λέγει οὖν ἀρχὰς τούτων τοῦ μὲν ἀριθμοῦ τὸ διωρισμένον ποσόν, τοὐ δὲ ἐπιπέδου τὸ συνεχές, ἢ καὶ ἀρχὰς αὐτῶν ἂν λέlγοι τοῦ μὲν ἀριθμοῦ τὴν μονάδα, τοῦ δὲ ἐπιπέδου a 8r ἢ τὴν γραμμὴν ἢ τὸ σημεῖον· ῥυϊσκόμενα γὰρ ταῦτα τὸ μὲν τὴν γραμμὴν ἡ δὲ τὸ ἐπίπεδον γεννᾷ. ἀλλ’ αὗται μὲν ἀρχ’ αἰ συντεταγμέναι καὶ οἷον στοιχειώδεις εἰσὶν ἀρχαί, τὸ δὲ συνεχὲς καὶ τὸ διωρισμένον ἐξῃρημένα· συμβάλλονται δὲ ἡμῖν καὶ αἱ συντεταγμέναι πολλάκις ἀρχαὶ πρὸς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ, ὥσπερ ἐπὶ τῶν ἀριθμῶν· λέγομεν γὰρ ἀριθμὸν εἶναι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος. ζητοῦμεν οὖν, φησίν, ὑπὸ ποῖον γένος ἀνάγεται τὸ προκείμενον πολλῶν γὰρ τὸ γένος ἀμφισβητήσιμον), ἵνα εὑρόντες τοῦτο καὶ διελόντες εἰς τὰς οἰκείας διαφορὰς οὕτω τοὺς ὁρισμοὺς ἀποδῶμεν.

p. 402a22 Πρῶτον δὲ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι.

Πληρώσας τὰ κοινῶς περὶ τῶν ὁρισμῶν ἀπορούμενα, ἅπερ δῆλον ὅτι καὶ ἐπὶ ψυχῆς ἀπορεῖται, ἐντεῦθεν ἄρχεται καὶ τῶν ἐπὶ ψυχῆς πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ ἀπορουμένων. δεῖ οὖν, φησί, καὶ ἐπὶ ψυχῆς ζητῆσαι ὑπὸ ποῖον γένος αὐτὴν ἀνάξομεν. πολλὴ γὰρ περὶ τούτου ἡ ἀμφιβολία· οἱ μὲν γὰρ αὐτὴν ὑπὸ τὴν οὐσίαν ἀνάγουσιν, οἱ δὲ ὑπὸ τὸ ποσόν, ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ, φησί, κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή, ὁ δὲ ἀριθμὸς [*](1 δεήσει γὰρ R: γὰρ om. Dt 3 ὅταν DRt, itemque Arist. codd. SUW: ἐὰν Arist. vulg. 8 ἐλάττων D2R: ἐλάττω D1t 10 φησίν om. t 12 ἄξομεν 19 καὶ τὸ Dt: τὸ om. R 28 τὸν ὁρισμὸν R 29 καὶ τῶν Df. καὶ om. R 31. 32 οἱ μὲν γὰρ Dt: καὶ οἱ μὲν R: καὶ γὰρ οἱ μὲν Α)

33
ὑπὸ τὸ ποσόν, εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος, καὶ μὴ ἄλλο τι διὰ τούτου [*](a 8r) ᾐνίττετο. οἱ δὲ ὑπὸ τὸ ποιόν, ὧν εἰσιν καὶ οἱ ἰατροὶ κρᾶσιν εἶναι λέγοντες· τοιοῦτοι δ’ ἄν εἶεν καὶ οἱ ἐντελέχειαν λέγοντες τοιαύτην· · μαθησόμεθα γάρ, πῶς φησιν αὐτὴν ἐντελέχειαν ὁ Ἀριστοτέλης. οἱ δὲ λόγον λέγοντες τῶν στοιχείων δόξαιεν ἄν ὑπὸ τὸ πρός τι ἀνάγειν· τὸ γὰρ διπλάσιον ἢ ἡμιόλιον ὑπὸ τὸ πρός τι· τινὸς γὰρ διπλάσιον. ἀμφίβολον οὖν τέως τὸ γένος· ἀλλ’ ἐπειδὰν εὕρωμεν ὅτι οὐσία ἐστί, πάλιν ζητοῦμεν πότερον σῶμα ἢ ἀσώματον, καὶ εἰ σῶμα, ἁπλοῦν ἢ σύνθετον, καὶ εἰ ἀσώματον, χωριστὸν ἢ ἴ’ ἀχώριστον· καὶ πότερον μία ἐν ἑκάστῳ ψυχὴ ἢ πολλαί, καὶ εἰ μία, μονοειδὴς ἢ πολυδύναμος, καὶ τίς ἡ τῶν δυνάμεων διαφορά· καὶ εἰ πολλαί, πότερον τῷ ἀριθμῷ πολλαὶ ἢ καὶ τῷ εἴδει, καὶ εἰ τῷ εἴδει, πότερον καὶ τῷ γένει ἢ οὔ· τὰ γὰρ τῷ εἴδει διαφέροντα οὐ πάντως καὶ τῷ γένει, ὡς ἄνθρωπος καὶ ἵππος, τὰ μέντοι τῷ γένει διαφέροντα ἐξ ἀνάγκης καὶ τῷ εἴδει, ὡς λίθος καὶ ζῷον. ταῦτα τοίνυν καὶ τούτων πλείονα πρὸς τὸ λαβεῖν τὸν ὁρισμὸν τῆς ψυχῆς ζητητέον. πρῶτον δ’ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι· τουτέστιν ἐκ διαιρέσεως δεῖ λαβεῖν αὐτῆς τὸ γένος, ὅπερ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἐμάθομεν δὲ τοῦτο ἐν Εἰσαγωηαῖς, ὅτι τὰ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται· τί γάρ ἐστιν ἄνθρωπος ἐρωτηθέντες λέγομεν ζῷον, καὶ τί ποτέ ἐστι φοῖνιξ εἴ τις ἀγνοῶν ἐρωτοίη, λέγομεν ὅτι δένδρον. δεῖ οὖν πρῶτον πάντων τί ἐστιν ἡ ψυχὴ γνῶναι. ὡς γάρ φησιν ὁ θεῖος Πλάτων’ ἐν Φαιδρῷ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ ὅτου ἄν ᾖ ἡ βουλή, ἢ τοῦ παντὸς διαμαρτάνειν ἀνάγκη. περὶ ψυχῆς τοιγαροῦν ζητοῦντες, εἰ μὴ πρό- τερον τί ποτέ ἐστιν αὐτὴ μάθοιμεν, πότερον οὐσία ἢ ποσόν, ἀλλ’ ἀντὶ τῆς οὐσίας, εἰ οὐσία εἴη, ὥσπερ ἔστι, ποσὸν αὐτὴν εἴποιμεν ἢ ποιὸν ἤ τινα τῶν ἄλλων κατηγοριῶν, ἐξ ἀνάγκης ἀκολούθως τῇ ἀρχῇ τὰ ἐφεξῆς συμπεραίνοντες τοῦ παντὸς διαμαρτησόμεθα, ἕτερα ἀνθ’ ἑτέρων ζητοῦντες. καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τῇ Φυσικῇ φησιν “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γινώσκειν” · εἰ τοίνυν πρὸς τὴν γνῶσιν τὴν πραγμάτων χρεία τοὐ εἰδέναι τὰς ἀρχάς, ἄλλαι δὲ ἄλλων ἀρχαί, ζητητέον τίς ἡ ἀρχὴ τῆς ψυχῆς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ ἀπορωτέρα τῶν ἄλλων ἐπὶ τῆς ψυχῆς ἡ τῆς ἀρχῆς ζήτησις.

[*](1 τούτου] τοῦτο D, sed corr. D1 (?) 5 ἄν om. t ἡ Dt: om. R 7 ἀλλ’ ἐπειδάν Dt: ἀλλ’ ἐπειδὴ ἄν R: ἐπειδὰν δὲ Α 16. 17 δεῖ λαβεῖν Dt: διαλαβεῖν R 18 ἐν Εἰσαγωγαῖς] Porphyr. Isagog. p. 2,16 Busse κατηγοροῦνται DR: κατηγορεῖ τᾶι t 19 ἐρωτώμενοι t 21 ἐν Φαιδρῷ scripsi: ἐν Φαίδωνι libri, cf. Phaedr. p. 237 Β 22 δεῖ Rt: δὲ δεῖ D 22. 23 ἡ τοῦ παντὸς Rt: τοῦ παντὸς D 24 τίποποτέ D μάθοιμεν Rt: μάθομεν D 25 εἰ] ἡ R 26 τινὰ DR: τι t 28 ἐν τῇ Φυσικῇ] Phys. Α 1 p. 184a10 32 ὅσον Comment. Arist. XV. Philop. de anima.)
34

p. 402 Ἕτι ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά [*](a 8r) τις.

Ἀεὶ προιὼν κατὰ τὴν διαίρεσιν τὸ ἀληθὲς τῆς διαιρέσεως τμῆμα λαμβάνει καὶ τοῦτο ὑποδιαιρεῖ. εἰπὼν οὖν πότερον οὐσία ἢ ποσὸν ἢ ποιὸν ἤ τις τῶν ἄλλων κατηγοριῶν, τὰς μὲν ἄλλας παρῆκεν, ἔλαβε δὲ ὅτι οὐσί, καὶ ταύτην λοιπὸν ἐπιδιαιρεῖ εἴς τε τὸ σῶμα καὶ τὸ ἀσώματον. ἀντὶ γὰρ τοῦ εἰπεῖν σῶμα καὶ ἀσώματον εἶπε πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις, διὰ μὲν τοῦ ἐν δυνάμει τὸ σῶμα δηλῶν, διὰ δὲ τῆς ἐντελεχείας τὸ ἀσώματον. πᾶν γὰρ σῶμα καθόλου δυνάμει ἐστί, τὸ δὲ δυνάμει ἢ κατ’ οὐσίαν ἐστὶν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τὴν εἰς τόπον μεταβολήν. τὰ μὲν οὖν ἐν γενέσει καὶ φθορᾷ πάντα σώματα κατὰ πάντα τὰ τοῦ δυνάμει σημαινόμενα ἐν δυνάμει εἰσί· δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμι παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ δυνάμει ψυχροί ἐσμεν θερμοὶ ὄντες, καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δέ γε οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει ἐν τῷ μεσουρανήματί ἐστι, κἀκεῖσε γενόμενος ἐνεργείᾳ δυνάμει ἐστὶν ἐν τῇ δύσει· καὶ ἐπὶ τῶν ἄλλων οὐρανίων ὡσαύτως. ἐπειδὴ οὖν ἐν πᾶσι τοῖς σώμασι τὸ δυνάμει θεωρεῖται, διὰ τοῦτο διὰ τοῦ δυνάμει τὸ σῶμα ἐδήλωσεν. ἀλλὰ τί δήποτε ἐπὶ τοῦ σώματος τὸ ἐν δυνάμει τάξας ἐπὶ τοῦ ἀσωμάτου οὐκ εἶπεν ἐντελεχείᾳ κατὰ δοτικὴν πτῶσιν, ἀλλ’ ἐντελέχεια κατ’ εὐθεῖαν; λέγω οὖν ὅτι ἄλλο ἐστὶ δύναμις καὶ ἄλλο ἐν δυνάμει, καὶ ἄλλο ἐντελέχεια καὶ ἄλλο ἐν ἐντελεχείᾳ· ἡ μὲν γὰρ ὕλη μόνως ἐστὶ δύναμις· πάντα γάρ ἐστι δυνάμει, ἐνεργείᾳ δὲ οὐδέν· τὸ δὲ εἶδος μόνως ἐντελέχεια· τὸ δὲ ἐξ ὕλης καὶ εἴδους καὶ ἐν δυνάμει ἐστὶ καὶ ἐν ἐντελεχείᾳ. συντρέχουσι γὰρ ταῦτα ἅμα, καὶ ὅπερ ἐστὶν ἐν δυνάμει, τοῦτό ἐστι καὶ ἐν ἐντελεχείᾳ· καὶ γὰρ πάντα τὰ εἴδη δυνά|μει ἐν τῇ ὕλῃ ἐστίν, ἥτις ποτὲ τοῦτο ποτὲ ἐκεῖνο γίνεται ἐνεργείᾳ· a 8v νῦν γὰρ ἄνθρωπος οὖσα δυνάμει ἄλλοτε γίνεται ἐνεργείᾳ ἄνθρωπος. μᾶλλον δὲ ἅμα ἔχει καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἐπειδὴ γὰρ οὐδέποτέ ἐστι γυμνὴ εἴδους, ἐκεῖνο τὸ εἶδος ἐνεργείᾳ μέν ἐστι τόδε τι, δυνάμι δὲ ἄλλο· τὸ γὰρ τοῦ σπέρματος εἶδος δυνάμει ἐστὶν ἄνθρωπος. ἐπεὶ οὖν ἐν οἷς τὸ δυνάμει ἐστίν, ἐν τούτοις καὶ τὸ ἐνεργείᾳ, καὶ ἐπειδὴ ἐπὶ τῶν θείων καὶ ἀσωμάτων οὐκ ἔστι τὸ δυνάμει, ἐπεὶ μηδὲ ὕλη, καὶ διὰ τοῦτο οὐδὲ [*](1. 2 ἐντελέχειά τις Rt et ut videtur D primitus: ἐντελεχείαABBREV D1 5 τις Rt: τι D 9 δὲ post διὰ om. t 13 ἐσμεν] μὲν R 16 ἐν (post οὐράνια) ADt: ἅτι R 18 ἐνεργεῖ R 22 λέγω DRt: λέγομεν Α 23 καὶ ἄλλο ἐν ἐντελεχείᾳ t: om. D1 καὶ ἄλλο ἐντελεχείᾳ AD2 24 μόνη R 25 δὲ ante ἐξ om. R 30 ἐπειδὴ δὲ t 31 ἐκεῖνο D: ἐκεῖνο δὲ Rt 33 καὶ ἐπειδὴ ἐπὶ DRt: ὡς ἐπὶ τῶν ἐνύλων εἴρηται σωμάτων, ἐπὶ δὲ Α Pal.)

35
τὸ ἐνεργείᾳ οὐ γάρ εἰσιν ἐνεργείᾳ τόδε τι, ἀλλ’ αὐτοενεργειί εἰσιν, εἴδη [*](a 8v) ὄντα καθαρὰ ἄνευ ὕλης, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας φησὶν ὅτι ἐκεῖνα ἄνευ δυνάμεως ἐνέργειαί εἰσι, καὶ οὐκ εἶπεν ἐνεργείᾳ εἰσίν), διὰ τοῦτο ἀντιδιαστέλλων τῇ ὑλικῇ καὶ συνθέτῳ φύσει τὴν ἄυλον καὶ ἀσώματον εἶπε τὸ πότερον τῶν ἐν δυνάμει ὄντων, τουτέστι τῶν σωμάτων, ἐστίν, ἅτινα ἐν δυνάμει ἐστί, τουτέστιν ἐν τῇ ὕλῃ, ἢ ἐντελέχειά τις, τουτέστιν εἶδός τι καθαρὸν καὶ ἄυλον· διαφέρει γὰρ οὐ σμικρόν, τουτέστιν οὐκ ὀλίγον, τὸ μεταξὺ τοῦ σώματος καὶ ἀσωμάτου.

p. 402b1 Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής.

Τοῦτο, ὡς καὶ Ἀλεξάνδρῳ δοκεῖ, τὸ μεριστὴ ἢ ἀμερὴς δυνάμεθα ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς λαμβάνειν, ὅτι πότερον πολυδύναμός ἐστιν ἢ ἀμερής· ἀμερῆ γάρ φησιν αὐτὴν Δημόκριτος εἶναι καὶ οὐ πολυδύναμον, ταὐτὸν εἶναι λέγων τὸ νοεῖν τῷ αἰσθάνεσθαι καὶ ἀπὸ μιᾶς ταῦτα προέρχεσθαι δυνάμεως. δυνάμεθα δ’ ἐκλαβεῖν τὸ χωρίον καὶ οὕτω, πότερον ἡ ἁπλῶς ψυχὴ μία τις ἐν ἑκάστῳ ἢ μερίζεται εἰς διαφόρους ψυχάς, ὡς πλείους εἶναι ψυχὰς ἐν ἑκάστῳ. δῆλον δὲ ὅτι καὶ πλείους δυνατὸν λέγειν καὶ μίαν· πλείους μέν, διότι διαφέρουσιν ἀλλήλων τῷ εἴδει ἡ φυτικὴ καὶ ἡ ἄλογος, καὶ ἡ ἄλογος καὶ ἡ λογική, καὶ χωρίζονται ἀλλήλων, μίαν δὲ διὰ τὴν συμφυίαν τούτων καὶ τὴν συμπάθειαν. καὶ γὰρ καὶ ἐκ τοῦ λόγου ἐνέργειαι διαβαίνουσι μέχρι καὶ τῆς φυτικῆς καὶ αἱ τούτων κινήσεις καὶ ζωαὶ οἱονεὶ συνδιατιθέασιν ἑαυταῖς τὸν λόγον. οὕτως οὖν καὶ μία καὶ οὐ μία. οὕτω δὲ κάλλιον ἐξηγήσασθαι τὸ μεριστὴ ἢ ἀμερής· πότερον, φησί, μία τίς ἐστι ψυχὴ ἐν πᾶσι τοῖς ἐμψύχοις ἢ πολλαί; καὶ εἰ πολλαί, πότερον τῷ εἴδει διαφέρουσαι μόνον, ἢ καὶ τῷ γένει; λέγοιεν δ’ ἄν μίαν οἱ κρᾶσιν λέγοντες· ἐξαλλάττεσθαι γὰρ αὐτὴν πρὸς τὴν ἐν ἑκάστῳ ἰδιότητα τῆς κράσεως, ὥσπερ εἷς ὁ ἀὴρ κοινῶς ὑπὸ πάντων εἰσπνεόμενος πρὸς τὴν ἐν ἑκάστῳ τῶν ζῴων ἰδιότητα. οὗτοι δὲ τὰ ἄνω κάτω ποιοῦσι, τὰ αἰτιατὰ κρείττονα ποιοῦντες τῶν αἰτίων· τὸ γὰρ ἄψυχον σῶμα ψυχῆς αἴτιον, τὸ ἄζωον ζωῆς, τὸ ἀκίνητον τοῦ κινητικοῦ, τὸ ἄλογον τοῦ μὴ ἀλόγου, καὶ ὅσα τοιαῦτα.

[*](1 εἰσιν ἐνέργειαι R 2 ἐν τῷ Περὶ ἑρμηνείας] 13 p. 23a 23 δὲ R 9 καὶ om. R (ut Arist. cod. X) 11 λαμβάνον R 13 τῳ] τὸ R1, sed corr. R2 17 διότι] ὅτι R 18 χωρίζεται R 19 καὶ ἐκ A: ἐκ R: καὶ αἱ ἐκ Dt 20 post μέχρι addendum τῆς ἀλόγου 21 ζῶον R 23 ἡ ψυχὴ R εἰ] ἢ t 24 διαφέρουσι R: διαφἐροῦσι Dt 27 τὰ (ante ἄνω) D: τὸν R: τὴν t 27. 28 ABBREV ABBREV R 28 τῶν αἰτίων om. R 29 ἄζωον] ζῶν R μὴ om. R)
36

p. 402b1 Καὶ πότερον ὁμοειδὴς ἅπασα ἡ ψυχὴ ἢ οὔ· εἰ δὲ μὴ [*](a 8v) ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει. Ἀκόλουθον τῷ πολλαὶ ἢ μία τὸ δοθεισῶν πολλῶν ζητεῖν, πότερον ὁμοειδὴς ἢ οὔ. δύναται δὲ τοῦτο μὴ ὡς πρὸς τὰς ἐν ἑκάστῳ ψυχὰς πλείους οὔσας λέγεσθαι, ἀλλ’ ἀπλῶς περὶ πάσης τῆς ἐν τοῖς ἐμψύχοις, ὅπερ καὶ μᾶλλον· ἡ γὰρ ἐφεξῆς λέξις τοῦτο δηλοῖ. οἱ γὰρ περὶ ψυχῆς ζητήσαντες, φησί, περὶ μόνης τῆς ἀνθρωπίνης ἐζήτησαν· ὥστε δῆλον ὅτι περὶ πάσης ψυχῆς ἐστιν αὐτῷ ὁ λόγος. καὶ τὸ μεριστὴ ἄρα ἢ ἀμερὴς μᾶλλον πρὸς τοῦτο ἐκληπτέον. αὗται οὖν, φησίν, αἱ ἐν πᾶσιν ἀπλῶς τοῖς ἐμψύχοις ψυχαὶ πότερον μόνῳ τῷ εἴδει διαφέρουσιν ἢ καὶ τῷ γένει; λαμβάνει γὰρ πάλιν ἐκ τῆς διαιρέσεως τὸ ἀληθὲς καὶ ὡμολογημένον, ὅτι διάφοροι τῷ εἴδει. νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρωπίνης ἐοίκασι σκοπεῖν. τινές φασιν, ὧν ἐστι καὶ Ἀλέξανδρος, εἰς Πλάτωνα αἰνίττεσθαι αὐτόν· φαίνεται δὲ ὁ Πλάτων’ καὶ ἀλλαχοῦ μὲν πολλαχοῦ, μάλιστα δὲ ἐν τῷ Τιμαίῳ καὶ περὶ τῆς ἀλόγου διαλεχθείς. ἴσως οὖν εἰς τοὺς φυσικοὺς αἰνίττεται τοὺς περὶ Δημόκριτον καὶ τοὺς ἄλλους. ἔχοιμεν δ’ ἄν καὶ ὑπὲρ τούτων ἀπολογήσασθαι· εἴποιεν γὰρ ἄν ἐκεῖνοι ὅτι ἐν τῇ ἀνθρωπείᾳ ψυχῇ πάσα ψυχικὴ δύναμις θεωρεῖται· οὐκοῦν περὶ ταύτης διαλεχθέντες περὶ πάσης εἴημεν ἄν διειλεγμένοι.

p. 402b5 εὐλαβητέον δὲ ὅπως μὴ λανθάνῃ, πότερον εἷς ὁ λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ.

Εἰπὼν πότερον ὁμογενεῖς αἱ ψυχαὶ ἢ ἑτερογενεῖς, πάλιν ἐνταῦθα περὶ τοῦ γένους φησὶν αὐτῶν, εἴ γε ἔστι γένος, ὅτι δεῖ εὐλαβεῖσθαι καὶ ζητεῖν, πότερον δυνατὸν ἕνα ὁρισμὸν πάσης ψυχῆς ἀποδοῦναι ἢ οὔ. ἀποδοθείη δ’ ἄν εἷς ὁρισμός, εἰ ἔχοιεν κοινὸν γένος, ὥσπερ τοῦ ζῴου γένους ὄντος ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν εἰδῶν εἷς ὁρισμὸς ἀποδίδοται, οὐσία ἔμψυχος αἰσθητική, ὃς ἐφαρμόζει τοῖς κατὰ μέρος ζῴοις διὰ τὸ κοινὸν γένος· εἰ δὲ μὴ ἔχοιεν ἓν κοινὸν γένος, οὐδ’ ἄν εἷς ὁρισμὸς αὐτῶν ἀποδοθείη. οὐκ ἔχουσι δέ. πῶς; ὅτι τὸ μέν ἐστι πρότερον ἐν αὐταῖς, τὸ δὲ ὕστερον τῇ φύσει, ἐν οἷς δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. πρότερον δέ ἐστι τῇ φύσει τὸ [*](1 ὁμοειδὴς] ὁμοιοειδὴς de an. plerique codd. ἡ ψυχὴ] sic etiam de an. cod. U: ἡ om. ceteri 2 διαφέρουσα] sic etiam de an. T: διαφέρουσιν ceteri 3 πολλαὶ] πολλὴ R 3. 4 ὁμοειδεὶς D, sed corr. D1: ὁμοειδ᾿ R 4 ψυχάς bis 10 μόνον t 11 διαφέροι R 12 οἱ λέγοντες καὶ R: λέγει οἱ Dt 13 ἀνθρω πίνης μόνης ἐοίκασιν Arist. τινές R: : τινὲς δὲ Dt 14 αὐτόν Dt: 15 ἐν Τιμαίῳ t 17 ἄν (post γὰρ) om. R 30 ἐν αὐταῖς — τὸ πρότερον (31) om. D 31 τούτων Rt: τούτων δὲ D)

37
συναναιροῦν μέν, οὐ συναναιρούμενον δέ, καὶ τὸ συνεισφερόμενον μέν, μὴ [*](a 8v) συνεισφέρον δέ. ἔστιν οὖν ἐν ψυχαῖς τὸ πρότερον καὶ τὸ ὕστερον τῇ φύσει· ὅπου γὰρ ἡ λογική, ἐκεῖ καὶ ἡ ἄλογος καὶ ἡ φυτική, καὶ ὅπου ἡ ἄλογος, ἐκεῖ καὶ ἡ φυτική· οὐ μέντοι ὅπου ἡ φυτική, ἐκεῖ αἱ λοιπαί, ἢ ὅπου ἡ ἄλογος, ἐκεῖ ἡ λογική· καὶ ἀναιρεθεῖσα ἡ φυτικὴ συνανεῖλεν ἐκ τοῦ ὑποκειμένου καὶ τὰς λοιπάς. ὥστε ἔστιν ἐν αὐταῖς τὸ πρότερον τῇ φύσει καὶ τὸ ὕστερον· προτέρα γὰρ ἡ φυτική, οὐ τῇ ἀξίᾳ ἀλλὰ τῷ ἄνευ αὐτῆς μὴ εἶναι τὰς ἄλλας, καὶ προτέρα τῆς λογικῆς ἡ ἄλογος ὁμοίως. εἰ δέ ἐστιν ἐν αὐταῖς τὸ πρότερον καὶ τὸ ὕστερον, οὐκ ἄρα τὸ τούτων κοινῶς κατηγορούμενον | γένος ἐστί, λέγω δὴ ἡ ψυχή, ἀλλ’ ὁμώνυμος φωνὴ ὡς [*](b 1r) τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ὥστε οὐκ ἄν εἴη αὐτῶν εἷς ὁρισμός, ἐπεὶ μηδενὸς τῶν ὁμωνύμων, ἀλλὰ διάφοροι τῶν ψυχῶν οἱ ὁρισμοί, ὡς ἀνθρώπου καὶ κυνὸς καὶ ἵππου ἕτερος. ὅθεν καὶ αὐτὸς μέλλων ἀποδιδόναι κοινόν τινα λόγον περὶ ψυχῆς οὐκ εἰς ὁρισμὸν ἀλλ’ ἐξ ἀναλογίας τινός, ὡς εἰσόμεθα, μεθ’, εἶπεν “εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν’’, δῆλον ὡς οὐκ ὄντος κοινοῦ ὁρισμοῦ.

p. 402b7 Τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἡ ὕστερον.

Ενόμισάν τινες περὶ τῶν ἰδεῶν αὐτὸν τοῦτο λέγειν εἰς Πλάτωνα αἰνιττόμενον. οὐχ οὕτω δὲ ἔχει· καὶ γὰρ καὶ αὐτῷ δοκεῖ εἶναι τὰ πρὸ τῶν πολλῶν γένη καὶ εἴδη. ἐν γοῦν τῇ Μετὰ τὰ φυσικά φησιν ὅτι ὥσπερ ἡ τάξις διττή ἐστιν, ἡ μὲν ἐν τῷ στρατηγῷ, ἡ δὲ ἐν τοῖς στρατιώταις, καὶ [ὅτι] ἐκ τῆς ἐν τῷ στρατηγῷ τάξεως γίνεται ἡ ἐν τοῖς στρατιώταις, καὶ διττὴ ἡ ὑγεία, ἡ μὲν ἐν τῷ ἰατρῷ ἡ δὲ ἐν τῷ ὑγιαζομένῳ σώματι, καὶ ἡ ἐν τῷ ἰατρῷ ποιητική ἐστι τῆς ἐν τῷ σώματι, οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ τάξις ἐκ τῆς ἐν τῷ δημιουργῷ τάξεως γέγονεν· ὥστε οἶδε καὶ τοὺς ἐξῃρημένους λόγους τῶν πραγμάτων. καὶ ἐν ταύτῃ δὲ τῇ πραγματείᾳ φησὶν ‘ἔστι δὲ ὁ· κατ’ ἐνέργειαν νοῦς τὰ πράγματα᾿, ‘εὖ γε καὶ οἱ τὴν ψυχὴν τόπον εἰδῶν καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ πάλιν περὶ τοῦ νοῦ τοῦ θείου διαλεγόμενός φησι πάντων τὰ εἴδη ἐν αὐτῷ εἶναι· λέγει γοῦν ὅτι ἑαυτὸν ὁρῶν τὰ πράγματα ὁ ῥᾶ, καὶ τὰ πράγματα ὁρῶν ἑαυτὸν ὁρᾷ· καὶ μυρία ὅσα ἔστιν αὐτοῦ παραθέσθαι τῆς αὐτῆς ἐχόμενα διανοίας. ὥστε οὐ περὶ τῶν πρὸ τῶν πολλῶν εἰδῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν ὑστερογενῶν. διὸ οὐχ ἁπλῶς εἶπεν ὅτι τὸ ζῷον οὐδέν ἐστιν, ἀλλὰ προσέθηκε τὸ καθόλου, δηλῶν ὅτι ὡς μὲν οὐσία καὶ ζῷόν ἐστι καὶ ὁριστόν ἐστι, τὸ δὲ καθόλου οὐκ ἔστιν ἐν ὑποστάσει· οὐ [*](5 καὶ om. R 15 εἰ δή τι—λέγειν] Β 1 p. 412b4 19 καὶ (ante αὐτῷ) D2 ut videtur et t: om. D1R 20 ἐν τῇ Μετὰ τὰ φυσικὰ] Λ 10 p. 1075 all sqq. 21 ὅτι delevi 26 ἐν ταύτῃ— τῇ πραγματείᾳ] Γ 5 p. α 19, 7 p. 431a1 28 εὖ γε — εἰρηκότες] Γ 4 p. 429a27 εὑ γε D2t: om. D1R 28 post εἰρηκότες add. είρήκασι D2t ἐν τῇ Μετά τὰ φυσικά] Λ 9 p. 1074 b 33 sqq. 30 τὰ πράγματα ὁρᾷ om. D 32 τῶν ὑστερογενῶν DR: τῶν om. t 33 δηλῶν ὅτι D2t: δηλονότι D1R 34 καὶ ζῷον D: τὸ Rt)

38
γάρ ἐστι τὸ ἁπλῶς καθόλου ζῷον, ὃ μὴ ἔστι τι τῶν μερικῶν. ὥστε ὡς [*](b 1r) καθόλου καὶ ὡς γένος τὸ ζῷον ἢ οὐδέν ἐστιν ἢ ὕστερον, τουτέστιν ἐννοηματικόν ἐστιν· ἔχει γὰρ τὴν ὑπόστασιν ἐν τῷ νοεῖσθαι, ὡς μέντοι καθ’ αὑτὸ ὑφεστηκὸς οὐδέν ἐστι. καὶ ὁ ἄνθρωπον δ’ ὁριζόμενος καὶ ἵππον οὐ καθὸ κοινόν ἐστιν ἐπὶ πλειόνων ὁρώμενον ἀτόμων ὁρίζεται, ἀλλὰ καθὸ φύσις τίς ἐστι καὶ οὐσία· τὸ γὰρ τούτων πλῆθος διὰ τὴν ὕλην, οὐ διὰ τὸ εἶδός ἐστι. καὶ ὅτι καὶ τὸ ζῷον καὶ ὁ ἄνθρωπος καθὸ οὐσία ἐστὶν ὁρίζονται, οὐ καθὸ ἐπὶ πλειόνων κατηγορεῖται, δῆλον· κἀν γὰρ εἷς εἴη ὁ ἄνθρωπος, ὁμοίως ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ἁρμόσει, ἔτι δὲ καὶ ὁ τοῦ ζώου. οὕτω μὲν ὁ Ἀλέξανδρος. ὁ δὲ Ἀριστοτέλης ἐπειδὴ ὅλως ἐμνήσθη τοῦ ζῴου εἰπὼν ‘μήποτε εἷς ἐστι πάσης ψυχῆς ὁρισμὸς ὥσπερ τοῦ ζῴου’ διὰ τοῦτο προσέθηκεν ὅτι ὡς καθόλου οὐδέν ἐστι τὸ ζῷον ἢ ὕστερον· εἰ οὗν ὅλως βούλεται ὁρισμὸν εἶναι τοῦ ζῴου, οἱ δὲ ὁρισμοὶ οὔκ εἰσι τῶν πρὸ τῶν πολλῶν γενῶν (οὐδὲ γὰρ δυνατὸν ἐκεῖνα ὁρίσασθαι λόγους ὄντας δημιουργικούς), ὁριζόμεθα δὲ τὰ ἐννοηματικά (τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ὁριζόμεθα) ταῦτα δὲ ὑστερογενῆ, καλῶς ἄρα εἴπομεν ὅτι περὶ τῶν ὑστερογενῶν ταῦτά φησιν.

p. 402b9 Ἕτι δὲ εἰ μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια, πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια. εἰπὼν πότερον μία ἢ πολλᾶί, καὶ ὅτι εἰ πολλαί, πότερον τῷ εἴδει μόνον ἕτεραι ἢ καὶ τῷ γένει, νῦν τὸ ἕτερον μόριον τῆς διαιρέσεως ἐξετάζει· εἰ γὰρ μὴ πολλαὶ ψυχαί, φησίν, ἀλλὰ μόρια. τὸ δὲ μὴ πολλαὶ πάλιν διχῶς ἐκληψόμεθα ἀναλόγως τοῖς ἀνωτέρω· ἢ γὰρ ἐν ἑκάστῳ ἡμῶν καὶ ἁπλῶς τῶν ἐμψύχων οὐ πολλαὶ ψυχαί, οἷον ἐν ἀνθρώπῳ ἡ φυτικὴ καὶ ἡ ἄλογος καὶ ἡ λογικὴ καὶ τούτων τὰ μόρια, ἀλλὰ μία μὲν ψυχή, μόρια δὲ αὐτῆς ταῦτα, τουτέστι διάφοροι δυνάμεις· ἢ ὅτι ἡ ἁπλῶς ψυχὴ οὐ διαιρεῖται ὡς γένος εἰς πολλὰ εἴδη ψυχῶν, εἰς λόγον, εἰς θυμόν, εἰς ἐπιθυμίαν καὶ τὰς λοιπάς, ὡς εἶναι ἕκαστον τούτων ψυχήν, ὅπερ ἔλεγεν ἄνω ‘πότερον μεριστὴ ἢ ἀμέριστος’ · τὸ γὰρ γένος εἰς τὰ εἴδη ὥστε εἶναι ἐν ἑκάστῳ τῶν ἐμψύχων οὐ ψυχὴν ἀλλὰ μόριον ἢ μόρια ψυχῆς, τῆς ἁπλῶς ψυχῆς ὁλότητος οὕσης, οὐ γένους. εἰ τοίνυν, φησί, μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια ψυχῶν, τουτέστι δυνάμεις εἰσὶ πολλαί. εἴ τε οὕτως εἴ τε ἐκείνως ἐκλαμβάνοις, πάλιν, φησί, πολλὰς ἀπορίας ἔχει ὁ λόγος· ζητητέον γὰρ πόθεν ἀρκτέον τῆς διδασκαλίας ἢ τῆς θεωρίας, πότερον ἐκ τῶν μορίων ἢ ἐκ τοῦ ὅλου. δόξει γὰρ ἑκάτερον εἶναι εὔλογον· ὑπολάβοι γὰρ ἄν τις δεῖν ἐκ τοῦ ὅλου ἄρχεσθαι ὡς σαφεστέρου· σαφέστερον γὰρ [*](8 εἴη ὁ Dt: ᾖ R 14 ὁρίσασθαι Α: ὁρᾶσθαι DRt 15 ἐννόημα, deinde lac. V litterarura R 16. 17 καλῶς — φησιν] ἀλλὰ ταύτην μὲν τὴν θεωρίαν καὶ ἰδιάζων παρὰ τὴν σύνοψιν πόνος ἐκδέχεται Α 18 post ψυχαὶ add. εἰσιν D 20 πολλὴ utrobique R 21 καὶ om. R 23 τοῖς D: τῷ Rt εἰ γὰρ R 26 καὶ ὅτι R ἡ om. D1, sed supra add. D2 27 ὡς] εἰς R 30 ἐν om. R ἀλλὰ μόρια R 31 γένος R 35 ἑκάτερα et εὔλογα R)

39
τὸ ὅλον τῶν μερῶν· πάλιν δόξειε τὸ δεῖν μᾶλλον ἐκ τῶν μερῶν ἄρχεσθαι [*](b 1r) ὡς ἁπλουστέρων· δεῖ γὰρ τὸν μέλλοντα εἰδέναι τι σύνθετον ἐκεῖνα εἰδέναι πρότερον τὰ ἐξ ὧν συνέστηκε. πάλιν ἐπειδὴ αἱ δυνάμεις ἔχουσιν ἔργα τινά, λέγω δὴ τὰς ἐνεργείας (πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως), πάλιν ζητητέον εἰ ἀπὸ τῶν ἐνεργειῶν ἀρκτέον πρῶτον ἢ ἀπ’ αὐτῶν τῶν δυνάμεων. ἐπειδὴ οὖν αἱ μὲν οὐσίαι τῶν πραγμάτων ἄδηλοι, δῆλαι δὲ αἱ ἐνέργειαι, διὰ τοῦτο δεῖ ἀπὸ τῶν δήλων ἄρχεσθαι. σταθμώμεθα γὰρ τὰς ἕξεις ἐκ τῶν ἐνεργειῶν, ἀδήλων οὐσῶν τῶν ἕξεων, μαθόντες δὲ τὰς ἔξεις, ταὐτὸν δὲ εἰπεῖν τὰς δυνάμεις, ἐξ αὐτῶν σταθμώμεθα καὶ τὰς οὐσίας· πᾶσα γὰρ δύναμις ἐξ οὐσίας, καὶ πᾶσα ἐνέργεια ἐκ δυνάμεως. ἀλλ’ ἐπειδάν, φησί, καὶ τοῦτο εὕρωμεν, ὅτι δεῖ ἐκ τῶν ἐνεργειῶν ἄρχεσθαι, ἐπειδὴ αἱ ἐνέργειαι τῶν πρός τί εἰσιν, οἷον ἡ νόησις τοῦ | νοητοῦ καὶ ἡ αἴσθησις τοῦ [*](b 1v) αἰσθητοῦ καὶ ἡ φαντασία τοῦ φανταστοῦ καὶ ἡ διάνοια τοῦ διανοητοῦ καὶ αἱ λοιπαὶ ὁμοίως, ταῦτα δὲ τῶν πρός τι, δεῖ δὲ τὸν εἰδότα τὰ πρός τι εἰδέναι καὶ πρὸς ὅ ἐστιν, ἀνάγκη πάλιν, φησί, ζητεῖν, πότερον ἐκ τῶν ἐνεργειῶν δεῖ ἄρχεσθαι ἢ ἐκ τῶν περὶ ἃ ἐνεργοῦσι. καὶ ἐπειδὴ σαφέστερα τὰ περὶ ἃ ἐνεργοῦσι τῶν ἐνεργειῶν (σαφέστερον γὰρ τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ τὸ δοξαστὸν τῆς δόξης καὶ τὰ λοιπὰ ὁμοίως), ἐκ τούτων ἄρα ἀρκτέον. διαφέρει δὲ μόνον ἐπὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ· ἐνταῦθα ἐνταῦθα γὰρ τὸ νοητὸν τοῦ νοῦ· ὁ μὲν γὰρ νοῦς ἡμέτερος, τὸ δὲ δὲ νοητὸν ὑπὲρ ἡμᾶς. διὰ τοῦτο οὖν δεῖ τὸν τὰ νοητὰ μέλλοντα γινώσκειν εἰδέναι πρότερον τί ποτέ ἐστι νοῦς. οὕτω γοῦν καὶ ὁ Ἀριστοτέλης ἐπὶ τούτου μόνου ποιεῖ, πρότερον περὶ τοῦ νοῦ, εἶτα περὶ τῶν νοητῶν διδάσκων. χαλεπὸν δὲ καὶ ἐπὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων. ἄδηλον γὰρ εἰ φαντασία καὶ αἴσθησις ταὐτὸν ἢ ἕτερον, ἢ τὸ φανταστικὸν καὶ τὸ κατὰ τόπον κινητικόν, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. καὶ πότερον τὰ μόρια χρὴ ζητεῖν πρότερον ἢ τὰ ἔργα αὐτῶν, μορία μὲν τὰς δυνάμεις, ἔργα δὲ αὐτῶν τὰς ἐνεργείας. οἷον τὸ νοεῖν ἢ τὸν νοῦν, νοῦν μὲν τὴν δύναμιν, νοεῖν δὲ τὴν ἐνέργειαν, καὶ τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν, αἰσθάνεσθαι πάλιν τὴν ἐνέργειαν, αἰσθητικὸν δὲ τὴν δύναμιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δηλονότι δυνάμεων καὶ ἐνεργειῶν [τοῦ νοῦ καὶ τοῦ νοητοῦ, δόξης καὶ δοξαστοῦ, καὶ τῶν λοιπῶν]. εἰ δὲ τὰ ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν, εἰ τὰ ἀντικείμενα τούτων πρότερον ζητητέον ἢ τὰ ἔργα, τουτέστιν ἡ τὰς ἐνεργείας· ἀντικείμενα δὲ ταῖς ἐνεργείαις εἴπομεν τὸ αἰσθητὸν τῇ αἰσθήσει καὶ τὰ λοιπὰ ὁμοίως· ἀντίκειται δὲ ταῦτα ὡς τὰ πρός τι· ἡ γὰρ αἴσθησις [*](1 τὸ δεῖν μέλλον R 2 ἐκεῖνα D: om. Rt 7 τἀς ἕξεις Dt: τὰ ἑξῆς R 8 post τὰς ἕξεις add. καὶ τὰς ἐνεργείας D 14 fort, ταῦτα γὰρ τὰ] τὸν R 22 ποτέ om. R γοῦν Dt: γὰρ R 24 ἐπὶ τούτων] τοῦτον R 25 γὰρ εἰ Dt: γὰρ ἡ R post ἕτερον ἡ add. ἡ δόξα καὶ ἡ φαντασία καὶ ἡ διάνοια καὶ νοῦς ταὐτὸν ἡ ἕτερον· εἰ R 28 ἔργον δὲ R 31 ἄλλων bis R 32 τοῦ νοῦ — λοιπῶν (33) delevi 34 πρότερον Dt: πρότερα R et de an. codd. ES 34 ἡ prius om. D ἢ alt. D2t: om. D1R)
40
αἰσθητοῦ αἴσθησις. οἷον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ, καὶ τὸ νοητὸν [*](b 1v) τοῦ νοητικοῦ. ἔδει εἰπεῖν τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ τὸ νοητὸν τῆς νοήσεως· ταῦτα γάρ ἐστι τὰ τῶν ἐνεργειῶν σημαντικά· νῦν δὲ εἶπε καταχρώμενος ‘ τοῦ αἰσθητικοῦ καὶ νοητικοῦ’, ἅπερ ἦν σημαντικὰ τῶν ουναμεων.

p. 402 b 16 Ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστι γνῶναι χρήσιμον εἷναι πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις.

Ἐκθέμενος τὰ προβλήματα τὰ ζητεῖσθαι ὀφείλοντα καὶ κοινῶς παντὸς ὁρισμοῦ καὶ ἰδίᾳ ἐπὶ τοῦ τῆς ψυχῆς, νῦν βούλεται ἡμῖν διὰ τούτων παραδοῦναι μέθοδόν τινα καὶ εὐπορίαν τῆς εὑρέσεως τῶν ὁρισμῶν. ἔστι δὲ ἡ μέθοδος αὕτη. οὐ μόνον, φησί, τῶν πραγμάτων οἱ ὁρισμοὶ συμβάλλονται ἡμῖν εἰς τὸ γνῶναι τὰ οὐσιωδῶς ὑπάρχοντα τοῖς πράγμασιν, οἷον ὡς ὅταν εἴπωμεν ὅτι ψυχή ἐστιν οὐσία αὐτοκίνητος· διὰ γὰρ τούτου συλλογιζόμεθα ὅτι καὶ ἀθάνατος, καὶ τὸ καθ’ αὑτὸ ὑπάρχον τῆ ψυχῇ τὴν ἀθανασίαν ἔγνωμεν ἐκ τοῦ ὁρισμοῦ· καὶ πάλιν ἐγνωκότες τί ἐστι τρίγωνον, εὑρίσκομεν ἐκ τούτου ὅτι τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχει καὶ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· οὐ μόνον οὖν, φησίν, εἰς τὴν εὕρεσιν τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι συμβάλλονται ἡμῖν οἱ ὁρισμοί, ἀλλ’ ἔστιν ὅτε καὶ ἀνάπαλιν εἰς τὸ γνῶναι τίς ἐστιν ὁ ὁρισμὸς τοῦ προκειμένου πράγματος συμβάλλεται ἡμῖν πολλάκις ἡ γνῶσις τῶν καθ’ αὑτὸ καὶ πρώτως ὑπαρχόντων τοῖς πράγμασι. ταῦτα γάρ φησι συμβεβηκότα ἐνταῦθα, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν. ἀλλ’ εἰ τοῦτο, δόξειεν ἄν εἶναι διάλληλος ἡ δεῖξις· εἰ γὰρ διὰ τῶν ὁρισμῶν τὰ συμβεβηκότα γινώσκομεν καὶ διὰ τούτων πάλιν τοὺς ὁρισμούς, διάλληλος ἡ δεῖξις. λέγω οὖν ὅτι οὐκ ἔστι διάλληλος· οὐ γὰρ ἐπὶ τῶν αὐτῶν συμβεβηκότων ἀμφότερα λέγει, ἀλλ’ ἕτερα μὲν ἃ διὰ τῶν ὁρισμῶν γινώσκομεν, καὶ ἕτερα πάλιν δι’ ὧν εἰς τοὺς ὁρισμοὺς εὐπορήσομεν. τὰ μὲν γὰρ σαφῆ καὶ ἐκ τῆς ἐναργείας εἰλημμένα συμβεβηκότα συμβάλλεται ἡμῖν εἰς τοὺς ὁρισμοὺς οὔπω ἐγνωσμένους, οἱ δὲ ὁρισμοὶ εἰς τὴν λῆψιν τῶν μὴ προδήλων ἐκ τῆς ἐναργείας συμβεβηκότων, ὥσπερ πολλαχοῦ καὶ αὐτὸς ἐποίησε. βουλόμενος γὰρ ἀποδοῦναι τὸν ὁρισμὸν τοῦ τόπου, ἐπειδὴ ἄδηλος ἦν οὗτος, λάβωμεν, φησί, πρότερον οἱονεὶ κριτήριον τοῦ ἀποδοθησομένου ὁρισμοῦ τὰ κτὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ, οἷον τὸ περιέχειν τὸ ἐν τόπῳ, τὸ ἴσον εἶναι αὐτῷ καὶ ὅσα ἄλλα ἐκεῖ κατηρίθμησε. καὶ ἐάν, φησίν, ὁ ἀποδεδομένος ὁρισμὸς τοιοῦτος ᾖ ὥστε πᾶσιν ἐφαρμόζειν τοῖς κατὰ κοινὴν [*](1 οἷον DR: καὶ t αἰσθητικὸν R 11 οἱ ὁρισμοὶ Dt: ὁ ὁρισμός R 11. 12 συμβάλλονται scripsi: συμβάλλεται libri 12 ὑπάρχοντα DRt: ἐνυπάρχοντα Α 15 ἔγνωμεν] δόσωμεν t 17 δυσὶν — ἔχει Dt: τῆς λοιπῆς μείζονας R 21 ταύτῃ D2 in rasura post φησι add. τὰ D2 22 ἐνταῦθα — συμβεβηκότα (23) om. D 28 ἐνεργείας R, item ν. 30 D1R, sed corr. D2 (?) 30 ὥσπερ — ἐποίησε Dt: ὥσπερ δὲ αὐτὸς πολλαχοῦ R 31 γὰρ Α: om. DRt 34 ἐκεῖ] Phys. Δ 4 p. 210b32)

41
ἔννοιαν ὑπάρχουσι τῷ τόπῳ, ὑγιὴς ἔσται· εἰ δὲ μή, οὔ. οὕτω δὲ καὶ [*](b 1v) ἐπὶ τοῦ ἀπείρου καὶ τοῦ κενοῦ καὶ τοῦ χρόνου· οὕτω καὶ ἐν τοῖς Μετεώ- ροις τὴν αἰτίαν ζητῶν τῆς χαλάζης ἐζήτησε τὰ κοινῶς ὑπάρχειν ὁμολογούμενα αὐτῇ, τὸ ἐν μετοπώρῳ καὶ ἐν ἔαρι γίνεσθαι, καὶ ἐν χειμῶνι ἐν ταῖς ἀλεεινοτέραις χώραις. εἶτα, φησί, τοιαύτην περὶ αὐτῆς ἀποδῶμεν αἰτίαν ἥτις πᾶσι τούτοις συνάγεται. οὕτως οὖν, φησὶ καὶ νῦν, ἐπειδὴ ζητοῦμεν τὸν τῆς ψυχῆς ὁρισμόν, οὗτος δὲ ἄδηλός ἐστι, λάβωμεν τὰ ἐκ τῆς ἐναργείας καθ’ αὑτὸ τῇ ψυχῇ πρώτως παρακολουθοῦντα, ἵν’ ἐκ τούτων ὁδοποιηθῶμεν καὶ εἰς τὴν λῆψιν τοῦ ὁρισμοῦ αὐτῆς, οἷον τὸ φανταστικόν, τὸ κατὰ τόπον κινητικόν, τὸ ζωῆς ποιητικόν, καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ τῆς ψυχῆς ἵδια, διὸ μετὰ τὴν ἔξοδον αὐτῆς οὐκ ἐνεργεῖ ταῦτα καὶ τὰ τοιαῦτα τὸ σῶμα.

p. 402 b 18 Ὥσπερ ἐν τοῖς μαθήμασι τό τε εὐθὺ καὶ καμπύλον ἢ τί γραμμὴ καὶ ἐπίπεδον πρὸς τὸ κατιδεῖν ὁπόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου γωνίαι ἴσαι.

Τοῦτο παράδειγμά ἐστι τοῦ ὅτι ἐκ τῶν ὁρισμῶν εὑρίσκομεν τὰ καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπάρχοντα. | τὸ γὰρ ἐκ τῶν ὁρισμῶν τὰ παρακολουθοῦντα [*](b 2r) γινώσκειν ἐπὶ τῶν μαθηματικῶν ὡς ἐπίπαν ἐστὶν ἀναγκαῖον, ἐπεὶ μηδὲν ἔχομεν ἐπὶ τούτων ἐξ αἰσθήσεως λαβεῖν τῶν ὑπαρχόντων αὐτοῖς, ἀλλὰ δεῖ πρῶτον εἰδέναι τί ἐστι τὸ τρίγωνον, εἶθ’ οὕτως ἐκ τούτου συλλογίασαθαι τί αὐτῷ παρακολουθεῖ. διὰ δὲ τοῦ παραδείγματος ἐδήλωσεν ὅτι συμβεβηκότα νῦν λέγει τὰ καθ’ αὑτὸ ὑπάρχοντα πρώτως· τῷ γὰρ τριγώνῳ πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν· μόνῳ γὰρ καὶ παντὶ τριγώνῳ τοῦτο ὑπάρχει. εἰς τὴν τῶν τοιούτων οὖν γνῶσιν, φησί, συμβάλλεται τὸ εἰδέναι τί ποτέ ἐστι γραμμὴ ἢ τί ἐπίπεδον, ἢ εὐθὺ ἢ καμπύλον. ταῦτα δὲ παραδείγματος ἕνεκεν ὡς ἐν ὑποθέσει εἶπεν, οὐχ ὡς ἢ τούτων πάντων ἢ μόνων συμβαλλομένων εἰς τὸ μαθεῖν ὅτι δύο ὀρθαῖς ἴσαι εἰσὶν αἱ τρεῖς γωνίαι· οὔτε γὰρ ὁ τοῦ καμπύλου ὁρισμὸς οὔτε ὁ τοῦ ἐπιπέδου οὐδὲν συμβάλλεται, δεῖ δὲ καὶ ἄλλων τινῶν ὁρισμοὺς προσλαβεῖν. ἐν τούτοις μὲν οὖν δεῖ πρὸς τὴν τῶν συμβεβηκότων λῆψιν τῆς προλήψεως τοῦ ὁρισμοῦ, ἐπεὶ μηδὲν ἔχομεν ἐκ τῆς ἐναργείας περὶ αὐτῶν εἰπεῖν. ἔστι δὲ ἐπὶ ἄλλων πραγμάτων ὅτε δεῖ πρὸς τὴν τοῦ [*](2 ἐπὶ τοῦ ἀπείρου] Phys. Γ 4 p. 203 b 15 sqq. καὶ τοῦ κενοῦ] Phys Δ 6 p. 213 a 19 καὶ τοῦ χρόνου] Phys. Δ 10 p. 217b30 2. 3 ἐν τοῖς Μετεώροις] Α 12 p. 347 b34 4 τὸ D: τὰ Rt καὶ (post μετοπώρῳ) R: ἡ Dt ἔαρι] ἀέρι R 5 ἐλεεινοτέπαις t 7 οὗτος AR: ὁ αὐτὸς Dt 8 ἐνεργείας R ut supra et v. 31 11 γὰρ AR: om. Dt 13 τό τε εὐθὺ DR: οἷόν τι τὸ εὐθὺ t, cf. de an. W: τί τὸ εὐθὺ de an. plerique καὶ καμπύλον DR et Arist. codd. plerique: καὶ τὶ τὸ καμπύλον t, cf. Arist. SUW 13. 14 ἡ τί Dt: ἥ τε R 14 ὁπόσαις DR: πόσαις (ut Aristot.) t 27 μόνων R: μόνον Dt 31 προλήψεως D1: προσλήψεως D2Rt 32 ὅτε t: ὅτι R: εἰ D1 (ut vid.) in rasura)

42
ὁρισμοῦ λῆψιν τῆς γνώσεως τῶν συμβεβηκότων, ὥσπερ ἔχει ἐπὶ τόπου [*](b 2r) καὶ χρόνου καὶ κενοῦ καὶ ἀπείρου καὶ νῦν ἐπὶ ψυχῆς διὰ τὸ ἄδηλον μὲν εἶναι τὸν ὁρισμόν, ταῦτα δὲ ἐκ τῆς αἰσθήσεως δῆλα.

p. 402b22 ἐπειδὰν γὰρ ἔχωμεν ἀποδιδόναι κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων, ἢ τῶν πλείστων ἢ τῶν πάντων. Φαντασίαν φησὶ ἤτοι ὁλοσχερέστερον γνῶσιν ἤγουν τὰ φαινόμενα καὶ ἐναργῆ, φαντασίαν καλέσας παρὰ τὸ φανερὰ εἶναι. τότε καὶ περὶ τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα. εἰ γὰρ πολλὰ τῶν καθ’ αὑτὸ ὑπαρχόντων καὶ πρώτως τοῖς πράγμασι γνῶμεν, δυνάμεθα οἷον ἰχνηλατοῦντες διὰ τούτων εὑρεῖν τοῦ πράγματος τὸν ὁρισμόν. οὐσίαν δὲ λέγει πάντα τὰ ἁπλῶς καὶ τὸν ὁρισμὸν καὶ ὅσα ἄλλα ὑπάρχει τῇ οὐσίᾳ· εὑρηκότες γὰρ τὸν ὁρισμὸν δι’ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα τῇ οὐσίᾳ εὐρήσομεν. καὶ τοῦτο βουλόμενος δηλῶσαι ἐπήγαγε·

p. 402 b 25 Πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστι. τοῦτο δηλῶν ὅτι εἰ καὶ ἐκ τῆς ἐναργείας ἔχομέν τινα γνῶσιν τῶν συμβεβηκότων ταῖς οὐσίαις, ἀλλὰ ταύτην τὴν γνῶσιν ἔχομεν ἐξ αἰσθήσεως καὶ οὐκ ἀποδεικτικήν· ἐὰν δὲ τὸν ὁρισμὸν γνῶμεν, τότε ἐπιστημονικῶς δυνάμεθα τὴν γνῶσιν αὐτῶν ἑλεῖν ἀρχαῖς κεχρημένοι τοῖς ὁρισμοῖς. ἤτοι δὲ οὐ πρὸς πάντα ἁπλῶς τὰ συμβεβηκότα ταῖς οὐσίαις ἐκληπτέον τοῦτο (συμβεβηκότα δέ, ὡς ἤδη εἶπον, τὰ πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχοντα), ἵνα μὴ δόξῃ διάλληλος εἶναι ἡ δεῖξις, εἴ γε διὰ τῶν συμβεβηκότων τὸν ὁρισμὸν καὶ διὰ τούτου ἐκεῖνα πάλιν γνωρίζομεν· ἀλλὰ ἄλλα μὲν δι’ ὧν τοὺς ὁρισμοὺς γινώσκομεν, ὅσων τὴν γνῶσιν ἔχομεν ἐκ τῆς αἰσθήσεως, οἷον τὸ ἅμα τῷ παρεῖναι ζωὴν ἐπιφέρειν τοῖς σώμασι (τοῦτο γὰρ ἴδιον ψυχῆς), τὸ αἴτιον εἶναι τροφῆς, αὐξήσεως γεννήσεως; τὸ αἴτιον εἶναι τοῖς ζῴοις τῆς εἰς τὰ πλάγια κινήσεως· ταῦτα γὰρ γνώριμα τῇ αἰσθήσει· ἄλλα δὲ ἅτινα ἐκ τῶν ὁρισμῶν συλλογιζόμεθα ἄδηλα ὄνια, οἷον τὸ ἀθάνατον εἶναι τὴν λογικὴν ψυχήν· ἐπειδὴ γὰρ εὕρομεν ἐν τῷ ὁρισμῷ αὐτῆς ὅτι οὐσία ἐστὶν αὐτοκίνητος, ἐκ τοῦ αὐτοκινήτου τὸ ἀθάνατον συνελογισάμεθα. ὁ μὲν γὰρ ὁρισμὸς ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι λαμβάνεται, οὐ μέντοι πάντα περιλαμβάνει τὰ καθ’ αὑτὸ ὑπάρχοντα, ἀλλ’ ὅσα ἱκανά εἰσι διακρῖναι οὐσιωδῶς τῶν ἄλλων τὴν ὑποκειμένην φύσιν. ἢ οὖν οὕτως ἐκληπτέον τὸ πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστιν, ἢ [*](1 inter λῆψιν et τῆς rasura II versuum et dimidii D τόπου Dt: τοῦ ποῦ R 3 δῆλα Dt: ὡς δῆλον R 4 ἔχομεν R 5 ἡ τῶν πλείστων ἢ τῶν πάντων DR: ἡ τῶν πάντων ἡ τῶν πλείστων t et Arist. U: ἡ πάντων ἢ τ. πλ. Arist. vulg. 6 post ἤτοι add. τὴν D2t 9 γνῶμεν D: γνῶναι Rt 11 πάντα τὰ ἁπλῶς] exspectas πάντα τὰ οὐσιώδη ἀπλῶς 14 πᾶσα R 15 δηλῶν D2(?) δῆλον D1Rt 25 αἰτίαν utrobique R εἶναι τροφῆς t: τροφῆς εἶναι D: εἶναι om. R 25. 26 τοῖς ζῴοις post κινήσεως transp. R)

43
ὅπερ εἶπον καὶ μᾶλλόν ἐστιν ἀληθὲς καὶ Ἀλεξάνδρῳ δοκεῖ, πάντων καθά. [*](b 2r) παξ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν ἀρχὴν εἶναι τὸν ὁρισμόν φήσι. πῶς γὰρ ἐγχωρεῖ ἀποδεικτικῶς εἰδέναι τίνα ἐστὶ τὰ ὑπάρχοντα κάτ’ οὐσίαν τῷ πράγματι τὸν μὴ τὴν οὐσίαν αὐτοῦ ἐγνωκότα; λαβεῖν μὲν γὰρ ἐξ αἰσθήσεως ἔστι τινὰ τῶν ὑπαρχόντων τοῖς πράγμασιν, ἐξ ὧν καὶ ἀφορμὰς πρὸς τὸν ὁρισμὸν εὑρίσκομεν· ἐπιστημονικὴν δὲ γνῶσιν ἀδύνατον λαβεῖν περὶ αὐτῶν τὸν τὴν οὐσίαν τοῦ πράγματος ἀγνοοῦντα· τοῦτο δέ ἐστιν ὁ ὁρισμός. μία γὰρ ὡς ἀληθῶς ἀρχὴ τῷ μέλλοντι καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ ὅτου ἂν ᾖ ἡ βουλή, ἢ τοῦ παντὸς διαμαρτάνειν ἀνάγκη. ὅτι μὲν γὰρ ὑπάρχει τῇ ψυχῇ τὸ φαντάζεσθαι, αἰσθάνεσθαι, διανοεῖσθαι καὶ τὰ τοιαῦτα ἴσμεν ἐκ τῆς αἰσθήσεως· τίς ποτε δέ ἐστιν ἡ τούτων φύσις, καὶ πότερον τὰ αὐτὰ ἀλλήλοις ἢ ἕτερα, καὶ ὅσα περὶ τούτων ζητεῖται οὐκ ἴσμεν, ἀλλὰ τότε ἐπιστημονικὴν περὶ αὐτῶν γνῶσιν λαμβάνομεν, ὅταν τὴν οὐσίαν γνῶμεν τῆς ψυχῆς. διάλληλος δὲ ἡ δεῖξις οὐκ ἔστιν. τῶν γὰρ προβλημάτων ἐπὶ παντὸς τεσσάρων ὄντων, τοῦ εἰ ἔστι καὶ τί ἐστι καὶ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι, τὸ μὲν ὅτι ἐστὶ τάδε τὰ συμβεβηκότα λαμβάνομεν ἐκ τῆς ἐναργείας καὶ τὸ τί ἐστι τοῦ ὁρισμοῦ ἐξ αὐτῶν τεκμαιρόμεθα· ἐκ δὲ τοῦ ὁρισμοῦ οὐχ ὅτι ἐστὶ τὰ συμβεβηκότα γινώσκομεν, ἀλλὰ τὸ τί ἐστι καὶ ὁποῖον καὶ διὰ τί. ὥστε διὰ μὲν τοῦ ὅτι ἐστὶ τῶν συμβεβηκότων τὸ τί ἐστι τοῦ ὁρισμοῦ γινώσκομεν, διὰ δὲ τοῦ τί ἐστι τοῦ ὁρισμοῦ τὰ λοιπὰ προβλήματα τῶν συμβεβηκότων· ὥστε οὐ κατὰ τὸ αὐτό ἐστιν ἡ διάλληλος δεῖξις. τοῦτο δὲ οὐδὲν ἄτοπον, δι’ ἀλλήλων τινὰ δεῖξαι μὴ κατὰ τὸ αὐτό, ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο. καὶ ὅτι ταύτης ἐστὶ τῆς ἐννοίας ὁ Ἀριστοτέλης δηλοῖ τὰ ἑπόμενα. |

p. 402b26 ᾖστε καθ’ ὅσους τῶν ὁρισμῶν μὴ συμβαίνει τὰ συμβεβηκότα b 2v γνωρίζειν, ἀλλὰ μηδὲ εἰκάσαι περὶ αὐτῶν εὐμαρές, διαλεκτικῶς εἴρηνται καὶ κενῶς.

Σύμφωνα ταῦτα τοῖς εἰρημένοις· εἰ γὰρ ἀρχὴ πάσης ἀποδείξεως τὸ τί ἐστι, πᾶσα ἀνάγκη, ἐὰν μὴ τοιοῦτος ᾖ ὁ ἀποδεδομένος τοῦ πράγματος ὁρισμός, ὥστε δι’ αὐτοῦ περὶ πάντων τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ πράγματι ὡς δι’ ἀρχῆς τὴν ἐπιστήμην ποιήσασθαι, ἢ καὶ εἰκασίαν τινὰ λαβεῖν, ἐπεὶ μὴ πάντα τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ πράγματι ἐμφαίνεται ἐν τῷ ὁρισμῷ, ἀνάγκη, φησί, τὸν τοιοῦτον ὁρισμὸν διαλεκτικὸν εἶναι καὶ κενῶς εἰρῆσθαι, τουτέστι κατὰ κενοῦ φέρεσθαι καὶ μὴ ἐφάπτεσθαι τῆς φύσεως τοῦ πράγματος, μηδὲ οἱονεὶ ἀπερείδειν τῷ πράγματι τὴν πέζαν [*](3 ὑπάρχοντα om. D 8 μία γὰρ — ἀνάγκη (10)] Plat. Phaedr. p. 237 Β 16 καὶ (ante ὁποῖον) ora. R 20 τὰ συμβεβηκότα Α 22 διάλληλον R 26 εὐμαρῶς R 27 διαλεκτικῶς DR: δῆλον ὅτι διαλεκτικῶς t et Arist. εἴρηνται D2t et Arist.: εἴρηται D1R κενῶς DR: κενῶς ἅπαντα t: κενῶς ἅπαντες Arist. 34 κατὰ κένου] κατὰ et οὐ in ras. D2)

44
τῆς διανοίας, ἀλλὰ μετέωρον εἶναι. διαλεκτικὸν δέ, τουτέστιν οὐ φυσικὸν [*](b 2v) ἀλλ’ ἁπλῶς πρὸς δόξαν ὁρῶντα καὶ τὸ δοκεῖν τι λέγειν, οἵουπερ αὐτὸς μετ’ ὀλίγον μνησθήσεται τοῦ τὴν ὀργὴν λέγοντος ὄρεξιν εἶναι ἀντιλυπήσεως. οὐ γὰρ φυσικὸς οὗτος ὁ ὁρισμός· οὐ γὰρ τὴν οὐσίαν τοῦ θυμοῦ ἐδήλωσεν, ἀλλά τι ἐν ἐκείνῃ ἔχον τὸ εἶναι ἀποτεμὼν αὐτῆς καθ’ αὑτὸ ὡρίσατο, ἐξ οὗ οὐδὲ τὰ παρακολουθοῦντα τῷ θυμῷ γνωρίσαιμεν ἄν, ὥσπερ ἐκ τοῦ λέγοντος τὴν ὀργὴν ζέσιν εἶναι τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οὗτος γὰρ καὶ τὰ παρακολουθοῦντα γνώριμα ποιεῖ, ὅτι παλμός τις τῆς καρδίας παρακολουθεῖ τοῖς ὀργιζομένοις καὶ ὅτι θερμότης γίνεται περὶ τὰ ἐκεῖ μέρη, καὶ ὅτι ἐρυθαίνονται οἱ ὀργιζόμενοι· τοῦτο δὲ διὰ τὴν τοῦ αἵματος κίνησιν. τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ, φησίν, κινῶν ἑαυτόν. ὁ γὰρ τοῦτον ἀκούσας οὐδὲν εἰκάσαι καὶ λαβεῖν ἐξ αὐτοῦ τῶν τῇ ψυχῇ ἢ τῷ ζῴῳ ὑπαρχόντων δυνήσεται. κανόνα δὲ ἡμῖν διὰ τούτων παραδίδωσιν ὁ Ἀριστοτέλης τῆς τῶν ὁρισμῶν ἀποδόσεως, ὅτι δεῖ αὐτοὺς τοιούτους εἶναι ὡς πάντα τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασι δι’ αὐτῶν ὥσπερ ἀπό τινος ἀρχῆς δύνασθαι συλλογίζεσθαι. οὗτος γὰρ τελειότατος ὁρισμός.

p. 403 a 3 Ἀπορίαν δὲ ἔχει καὶ τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστι ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος ἢ ἐστί τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς· τοῦτο γὰρ λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ.

Εἰπὼν τὰ προβλήματα τὰ ὀφείλοντα ζητεῖσθαι ἐν τῷ περὶ τῆς ψυχῆς λόγῳ, εἶτα εὐπορίαν τινὰ πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ φήσας εἶναι τὴν ἐκ τῆς αἰσθήσεως τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῇ ψυχῇ γνῶσιν, καὶ αὐτό, φησί, τοῦτο ἀπορώτατον ἄν εἴη τὸ περὶ τῶν παθῶν τῶν τῆς ψυχῆς θεωρίαν τινὰ λαβεῖν ὥσπερ ἐφόδιον πρὸς τὸν ὁρισμόν· οὐ γὰρ ἔχομεν ἐκ τῆς αἰσθήσεως διακρῖναι, φησίν, ἆρα τὰ τῆς ψυχῆς πάθη ἅπαντα τοῦ συναμφοτέρου ἐστί, τοῦ ζῴου λέγω, κοινὰ ἢ ἔχει τινὰ καὶ αὐτὴ ἴδια πάθη· ἀνάγκη γάρ, φησί, πάντῃ καὶ πάντως τοῦτο προλαβεῖν πρὸς τὸ γνῶναι τὴν οὐσίαν τῆς ψυχῆς, ἔστι δὲ χαλεπώτατον ἑλεῖν. εἰ μὲν οὖν ὡς ὀργάνῳ χρῆται τῷ σώματι ἰδίᾳ ἔχουσα τὰς ἐνεργείας, οὐ δεῖ προσχρήσασθαι τῷ σώματι πρὸς τὸν ὁρισμόν· οὐ γὰρ συμπληροῖ τὴν οὐσίαν τοῦ τέκτονος τὸ σκέπαρνον· εἰ δὲ ἐν τῷ σώματι ἔχει τὸ εἶναι, ὡς εἶναι τὰς ἐνεργείας τοῦ συναμφοτέρου, ἀνάγκη προσχρήσασθαι ἐν τῷ ὁρισμῷ τῷ σώματι, ὥσπερ ἐπὶ τοῦ θυμοῦ ἐλέγομεν. ἀναγκαία οὖν ἡ τούτων λῆψις, οὐκ εὐχερὴς δέ. πάθη δὲ κοινότερον τὰς ἐνεργείας τῆς ψυχῆς ἐκάλεσε. φαίνεται δὲ [*](2 τοῦ δοκεῖν R 5 τῖέν AD1R τὶ τὸ ἐν D2t 7 περὶ καρδίαν R 10 τὰ ἐκεῖ Dt: τὰ ἐκεῖνα R: ἐκεῖνα τὰ Α ἐρυθαίνονται ADR: ἐρυθραίνονται t 11 καὶ ὁ D2t: ὁ om. D1R 12 post φησίν add. ἐστι Rt 19 πάντα t 21 τῆς om. t 24 τῶν (post παθῶν) om. t 27 ἔχει τινὰ D: ἔχει κοινά τινα Rt 31 πρὸς D2t: om. AD1R 32 ἐν σώματι R)

45
τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν. [*](b 2v) τὰ γὰρ τῶν παθῶν πλεῖστα καὶ μετὰ σώματος γίνεται καὶ περὶ σώματα· καὶ ὀργιζομένων γὰρ καὶ λυπουμένων καὶ ἐπιθυμούντων καὶ θαρρούντων καὶ φοβουμένων, καὶ ἐπὶ πάντων τῶν τοιούτων συνδιατίθεται καὶ συγκινεὶται τὸ σῶμα· ἀλλὰ καὶ αὐταὶ αἱ ἐνέργειαι τῶν παθῶν τούτων περὶ σώματά εἰσι. ὥστε τοῦ συναμφοτέρου καὶ οὐκ ἴδια τῆς ψυχῆς τὰ τοιαῦτα.

p. 403a7 Μάλιστα δ’ ἔοικεν ἰδίῳ τὸ νοεῖν. Ἴδου πάλιν πάθος τὸ νοεῖν ἐκάλεσε. τοῦτο ὡς πρὸς Ἀνδρόνικον τὸν ῾Ρόδιον νοθεύσαντα τὸ Περὶ ἑρμηνείας διὰ τὸ ἐκεῖ μὲν εἰπεῖν Ἀριστοτέλην τὰ νοήματα παθήματα τῆς ψυχῆς, ὡς εἴρηται ἐν τᾷ Περὶ ψυχῆς, μηδαμοῦ δὲ φαίνεσθαι ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐνόμισεν ὁ Ἀνδρόνικος, τὰ νοήματα παθήματα εἰρηκότα. ἰδοὺ οὖν καὶ ἐνταῦθά φησιν ὅτι μάλιστα δὲ ἔοικεν ἰδίῳ τὸ νοεῖν· ἰδίῳ γὰρ πάθει δηλονότι. εἴ τι οὖν, φησί, καὶ ἔχει ἴδιον πάθος ἡ ψυχή, τοῦτο ἄν εἴη τὸ νοεῖν.

p. 403a8 Εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτο ἄν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι.

Εἰ ἡ νόησις, φησίν, ἢ φαντασία τίς ἐστιν ἢ χωρὶς φαντασίας οὐ γίνεται, πᾶσα ἀνάγκη μηδὲ τὴν νόησιν ἰδίαν εἶναι τῆς ψυχῆς, ἀλλὰ τοῦ συναμ- φοτέρου, εἴ γε ἡ μὲν φαντασία ἤρτηται τῆς αἰσθήσεως ἐξ αὐτῆς γὰρ ἔχει τοὺς τύπους), ἡ δὲ αἴσθησις τοῦ συναμφοτέρου. καὶ ἐνταῦθα μὲν ὡς ἐν προβλήμασιν οὕτως εἶπεν· ἐναργῶς δὲ ἐν τῷ τρίτῳ λόγῳ ἄνευ φαντα- σίας εἶναι τὴν νόησιν. λέγει δὲ οὕτως “τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, οὐκ ἄνευ δὲ φαντασμάτων,” πρῶτα νοήματα λέγων τὰ περὶ τῶν νοητῶν, ἅπερ ἀφάνταστα εἶναι ἀπεφήνατο. τὸ δὲ οὐκ ἄνευ τριχῶς λέγεται· · ἢ γὰρ βλάπτον μήτε ὠφελοῦν, ὡς λέγομεν οὐκ ἄνευ σκιᾶς τὸ ἐν φωτὶ σῶμα (οὔτε γὰρ ὠφελεῖ τι σῶμα οὔτε βλάπτει ἡ σκιά) ἢ τὸ ἐξ ἀνάγκης ὡς ὄργανον ἤ τι τοιοῦτον, ὡς λέγομεν ὅτι ἠρίστευσεν ὁ Ἀχιλλεύς, ἀλλ’ οὐκ ἄνευ τῆς μελίας ἐξ ἀνάγκης γὰρ ἐδέησεν αὐτῷ τῆς μελίας | πρὸς τὴν [*]( b 3r) ἀριστείαν· οὐ γὰρ ἠδύνατο γυμνὸς ἀριστεῦσαι), ἢ τὸ παρεμποδίζον, ὥσπερ λέγομεν ὅτι ἐν χειμῶνι πλεύσας ἐσώθη, ἀλλ’ οὐκ ἄνευ κινδύνου· ἐνταῦθα γὰρ τὸ οὐκ ἄνευ ὡς ἐμποδιστικὸν λαμβάνομεν. ἐν τῷ οὖν “ἢ οὐδὲ τὰ [*](1 τῶν μέν πλείστων D2Rt: τὸν μ. πλεῖστον D1: τὸ μ. πλεῖστον Α 5 αὐταὶ Α: αὗται DRt 7 δ’ om. R ἰδίῳ ADR et de an. codd. tres: ἰήιον t et de an. plerique 9 ἐκεῖ] de interpr. 1 p. 16 a 6 sqq. 13 εἴ τι — νοεῖν (14) om. t 19 εἴ γε — συναμφοτέρου (20) om. D 22 τὰ δέ πρῶτα — φαντασμάτων (24)] de an. Γ 8 p. 432 a 12 δὲ (post τὰ) Dt: μέν R 24 λέγων τὰ] τῶν λεγόντων R 26 ὗς λέγεται R 27 ante σῶμα add. τὸ R 31 ἄνευ κινδύνου] ἄν ἐκινδύνευσεν R 32 λαμβάνομεν — ἐμποδιστικὸν (p. 46,1) om. D)

46
ἄλλα φαντάσματα, οὐκ ἄνευ δὲ φαντασμάτων’’ ὡς ἐμποδιστικὸν τὸ οὔκ ἄνευ [*](b 3r) παρέλαβεν. ἐν δὲ τῷ προκειμένῳ ῥητῷ τῷ εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας τὸ μὴ ἄνευ τὸ ὡς ἐξ ἀνάγκης φησίν, ὡς εἰ ὀργανικῶς δέοιτο ὁ νοῦς τῆς φαντασίας εἰς τὸ τὰς ἰδίας ἐνεργείας ἐκπληρῶσαι· διὸ ἐπήγαγε τὸ οὐκ ἐνδέχοιτο ἄν ἄνευ τοῦ σώματος εἶναι· ὡς ἐν ὑποθέσει δὲ ὁ λόγος.

p. 403 a 10 Εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχοιτο ἄν αὐτὴν χωρίζεσθαι· εἰ δὲ μηδέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἄν εἴη χωριστή.

Πολλὴ τοῖς ἐξηγηταῖς ἀμφιβολία γέγονε περὶ τοῦ χωρίου τούτου.

Πολλὴ τοῖς ἐξηγηταῖς ἀμφιβολία γέγονε περὶ τοῦ χωρίου τούτου. νομίσαντες γὰρ ἀντιστροφῇ τῇ σὺν ἀντιθέσει χρήσασθαι τὸν φιλόσοφον, ἠπόρησαν εἰκότως ὡς κακῶς ἐκ τοῦ ἡγουμένου χρησαμένου τοῦ φιλοσόφου τῇ ἀντιστροφῇ, δέον ἐκ τοῦ ἑπομένου ποιῆσαι τὴν ἀντιστροφήν. εἶπε γάρ, φασίν, οὕτως ῾εἰ μέν ἐστιν ἴδιόν τι πάθος ψυχῆς, χωριστή ἐστιν’ · εἶτα ἔλαβε τὸ ἀντικείμενον τοῦ ἡγουμένου καὶ κατεσκεύασε τὸ ἀντικείμενον τοῦ ἑπομένου ῾εἰ δὲ μηδέν ἐστιν ἴδιόν τι πάθος ψυχῆς, οὐκ ἔσται οὐδὲ αὐτὴ χωριστή’, δέον ἐκ τοὐ ἑπομένου ἀντιστρέψαι ‘εἰ δὲ μὴ ἔστι χωριστή, οὐκ ἔχει τι πάθος ἴδιον᾿ . οἱ δὲ Ἀττικοὶ ἐξηγηταὶ καλῶς φασιν ὅτι οὐδὲ ἀντιστροφῇ ὅλως ἐνταῦθα ἐχ’ ρήσατο, ἀλλὰ δύο τινὰ συνημμένα ἔλαβε, δύο τινὰς κανόνας δι’ αὐτῶν παραδιδούς, οὓς ἤδη λαβόντες ἐντεῦθεν προειρήκαμεν, ὅτι ὧν αἱ ἐνέργειαι χωρισταὶ σωμάτων, τούτων καὶ αἱ οὐσίαι πάντως χωρισταί, καὶ ὧν ἀχώριστοι αἱ ἐνέργειαι, ἐξ ἀνάγκης καὶ αἱ οὐσίαι ἀχώριστοι. εἰ γὰρ ἡ μὲν ἐνέργεια χωριστὴ εἴη, ἡ δὲ οὐσία ἀχώριστος, ἐπειδὴ αἱ μὲν ἐνέργειαι ἐκ δυνάμεων, αἱ δὲ δυνάμεις ἐκ τῶν οὐσιῶν, ἐπειδὰν χωρισθῇ ἡ ἐνέργεια, εἴ γε ἔστι χωριστή, ἀνάγκη τινὰ ἐνέργειαν εἶναι ἀνούσιον καὶ ἀδύναμον, ὅπερ ἀδύνατον· πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως, πᾶσα δὲ δύναμις ἐξ οὐσίας, ἀνάγκη ἄρα πᾶσα χωριστῆς οὔσης τῆς ἐνεργείας χωριστὴν εἶναι καὶ τὴν οὐσίαν· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης καὶ ἀθάνατον καὶ ἄφθαρτον. πῶς; πᾶν τὸ φθειρόμενον δυσὶ τρόποις φθείρεται, ἢ τῷ ἀναλύεσθαι εἰς τὰ ἑαυτοῦ στοιχεῖα ὡς τὰ ἡμέτερα σώματα, ἢ τῷ ἀποσβέννυσθαι ἐν τῷ ὑποκειμένῳ διὰ τὸ γίνεσθαι αὐτὸ ἀνεπιτήδειον, ὥσπερ ἡ ἁρμονία ἀνεθεισῶν τῶν χορδῶν ἀποσβέννυται. διχῶς οὖν τῆς φθορᾶς οὔσης ἢ ὡς ἐπὶ σωμάτων ἢ ὡς ἐπὶ ἀσωμάτων ἐν ὑποκειμένῳ σώματι ἐχόντων τὸ εἶναι, εἰ ἐδείχθη ἡ ψυχὴ καὶ ἀσώματος οὖσα καὶ χωριστὴ σώματος, κατ’ οὐδένα ἄρα τρόπον φθείρεται. πάλιν τῶν ἐνεργειῶν ἀχωρίστων οὐσῶν ἀνάγκη καὶ τὰς οὐσίας ἀχωρίστους εἷναι· εἰ δὲ χωρισθεῖεν αἱ οὐσίαι, ἔσονται ἀνενέργητοι καὶ μάτην· οὐδὲν [*](2 τῷ (post ῥητῷ) scripsi: τὸ t: οἷον ἐν τῷ Α: ora. DR 4 ὡς εἰ Dt: εἰ om. AR τὸ τὰς Α.. τὰς om. DRt 5 πληρῶσαι R 10 ἡ ἀμφιβολία t 12 εἰκότως om. D 14 φασίν scripsi: φησίν libri 18 φησιν D 22 ἀχώριστοι (post οὐσίαι) Rt: ἀχώρισται D 24 χωρισθῇ DR: χωριστὴ t 28 πᾶν γὰρ τὸ t 29 τὸ ἀναλύεσθαι R 31 ἀνεθεῖσα R 32 φθορᾶς RD: διαφορᾶς t)

47
δὲ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔτε ἡ φύσις, ὥστε πᾶσα ἀνάγκη ἀχωρίστων [*](b 3r) οὐσῶν τῶν ἐνεργειῶν ἀχωρίστους εἶναι καὶ τὰς οὐσίας. οἱ μὲν οὖν κανόνες οὗτοι, οὗς ἀποδέχονται κοινῶς πάντες καὶ οἱ θνητὴν εἷναι λέγοντες τὴν ψυχὴν καὶ οἱ ἀθάνατον. ἐνστάσεις δὲ φέρονται πρὸς τοὺς κανόνας τούτους πρὸς ἑκάτερον μία. καὶ τέως πρὸς τὸν πρότερον· πῶς γάρ, φασίν, ὁ Ἀριστοτέλης εἶπεν, ὅτι εἰ ἔστι τι πάθος ἴδιον τῆς ψυχῆς, ταὐτὸν δὲ εἰπεῖν ἐνέργεια, χωριστὴν ἔχει καὶ τὴν οὐσίαν; ἰδοὺ γάρ, φασίν, ὁ ὀφθαλμὸς ἰδίαν ἔχει ἐνέργειαν τὸ ὁρᾶν, καὶ ὅμως οὐσίαν οὐκ ἔχει χωριστήν· ἀδύνατον γὰρ τὸν ὀφθαλμὸν τοῦ σώματος χωρισθῆναι) τί οὖν λέγομεν πρὸς τοῦτο; ὅτι τὸ ἰήιον διττόν, ἢ τὸ ὡς μέρους ἴδιον, ὡς λέγομεν ἴδιον τοὐ ποδὸς τὸ βαδίζειν· οὐ γὰρ ὡς μὴ δεόμενον τοῦ ὅλου λέγομεν ἴδιον εἶναι τοῦ ποδὸς τὸ βαδίζειν (δεῖται γὰρ τοῦ ὅλου σώματος), ἀλλ’ ὡς τοῦ μορίου τούτου παρὰ τὰ ἄλλα μόρια ἴδιον ὄν· ἢ τὸ μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν, ὡς εἴ τις εἴποι ὅτι ἡ γλισχρότης ἡ ἐν τῷ ὑδρελαίῳ ἰδία ἐστὶ τοῦ ἐλαίου ἢ ἡ γλυκύτης ἡ ἐν τῷ οἰνομέλιτι τοῦ μέλιτος. λέγει οὖν ὁ τοιοῦτος τὸ ἴδιον οὐχ ἁπλῶς ὡς μέρους, ἀλλ’ ὡς μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν· οὐ γὰρ δεῖται τοῦ οἰνομέλιτος, ἵνα συστῇ, ἡ γλυκύτης, ἀλλ’ ἔστι τοῦ ὅλου χωριστή· ἔστι γὰρ ἐν μόνῳ τῷ μέλιτι. τοιοῦτον οὖν λέγει τὸ ἴδιον ὁ Ἀριστοτέλης, ὅπερ καὶ τῷ ὄντι χωριστόν ἐστι· χωριστὴ γὰρ ἡ γλυκύτης τοῦ μέλιτος τοῦ συναμφοτέρου, ἰδία οὖσα τοῦ μέλιτος. ὁ μέντοι ὀφθαλμὸς ἰδίαν λέγεται ἔχειν ἐνέργειαν οὐχ ὡς μὴ δεομένην τοῦ ὅλου, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων μερῶν, ἐπεὶ τοῦ ὅλου δεῖται πρὸς ὕπαρξιν· δεῖται γὰρ ἐγκεφάλου καὶ τῶν ὀπτικῶν νεύρων τε καὶ πνεύματος καὶ τῶν τοιούτων. ὥστε ἰδία μὲν τοῦ ὀφθαλμοῦ ἡ ἐνέργεια ὡς πρὸς τὰ ἄλλα μέρη, οὐκ ἰδία δὲ ὡς πρὸς τὸ ὅλον· δεῖται γὰρ τῆς ὁλότητος πρὸς σύστασιν. ἡ δὲ πρὸς τὸν ἕτερον κανόνα ἔνστασις αὕτη ἐστί. πῶς, φασίν, λέγει ὅτι ὧν αἱ ἐνέργειαι οὐκ ἴδιαι ἀλλὰ τοῦ συναμφοτέρου, ταὐτὸν δὲ εἰπεῖν ἀχώριστοι, τούτων οὐδὲ ἡ οὐσία χωριστή ἐστιν; ἰδοὺ γάρ, φασί, τοῦ [*](3 εἶναι om. R 5 φησίν R 7 ἐνέργεια D: ἐνέργειαν Rt φασίν scripsi: φησίν DRt: om. Α 8 χωριστή R 10 μέρος R 11 οὐ γάρ ὡς — βαδίζειν (12) om. D 12 τοῦ ὅλου σώματος om. R 13 παρὰ AR: τοῦ παρὰ Dt 14 ὡς εἴ τις ARt: ἡ εἴτις D 15 ὁ τοιοῦτος] ὅτι οὗτος R 22 ἄλλων A: ὅλων DRt 23 τε om. R 25 γὰρ om. R 26 τὸν om. t φασίν A: φησὶν DRt 27 λέγει om. t 28 ἡ om. t 25 δεῖται — σύστασιν (26) om. et post ὅλον haec add. Α: ἡ μὲν οὑν παλαιὰ λύσις παρὰ τὴν ὁμωνυμίαν διαλύειν δοκεῖ τὴν ἔνστασιν. εἰ δέ κατεστοχασμἐνως καὶ πρὸς τὸ πρᾶγμα ἀνέτρεψεν, ἕτερος λόγος ἦν δ’ ἄν ἐγγύτερον ἐπιλύσασθαι, οἶμαι, ὡς τοῦ μέν ὀφθαλμοῦ ἐνέργεια τὸ ὁρᾶν οὐχ ὡς οὐσίας ἀλλ’ ὡς ὀργάνου, πολλὰ δὲ τῶν ὀργάνων οὔτε χωρισμὸν οὔτε (ὅτε A) δέ τοιαύτην ἕνωσιν ὑπομένει· τῆς δὲ ψυχῆς ἡ ἐνέργεια οὐχ ὡς ὀργάνου παρελαμβάνετο ἀλλ’ ὡς οὐσίας. ἔτι δὲ ὁ ὀφθαλμὸς ἐν τῷ σώματι οὐχ ὡς ἕτερόν ἐστιν ἐν ἑτέρω· τῆς γὰρ αὐτῆς ἑκάτερον σωματικῆς οὐσίας· ἡ δέ ψυχὴ ἄλλο τι οὔσα παρὰ τὸ σῶμα τούτῳ συνῆπται· διὸ καὶ ἰδίαν ἐπιδεικνυμένη ἔχειν ἐνέργειαν χωριστὴ τοῦ σώματος ὁρᾶται καὶ λέγεται. καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν, ἅπερ παραλείπειν ἀνάγκη τὴν σύνοψιν.)
48
κυβερνήτου ἡ μὲν ἐνέργεια ἀχώριστός ἐστι τοῦ πλοίου, ἡ δὲ οὐσία χωριστή [*](b 3r) ἐστι· χωρίζεται γὰρ ὁ κυβερνήτης τοῦ πλοίου. λέγομεν οὖν ὅτι ὁ κυβερνήτης ἐνεργεῖ καὶ ὡς κυβερνήτης καὶ ὡς ἄνθρωπος· καὶ αἱ μὲν ὡς κυβερνήτου ἐνέργειαι αὗται ἀχώριστοί εἰσι τοῦ πλοίου καὶ οὐκ ἴδιαι τοῦ κυβερνήτου, αἱ δὲ ὡς ἀνθρώπου αὗται ἴδιαί εἰσι τοῦ κυβερνήτου ὡς ἀνθρώπου· διὸ καὶ χωριστὴ ἡ οὐσία. οὐδὲ γὰρ τοῦτό φαμεν ὅτι δεῖ τὴν χωριστὴν οὐσίαν πάσας ἔχειν τὰς ἐνεργείας ἰδίας, καὶ εἰ μὴ πάσας ἔχοι, οὐκ ἔστι χωριστή, ἀλλ’ ἐὰν ὅλως ἔχοι τινὰ χωριστὴν ἐνέργειαν, πάντῃ τε καὶ πάντως δεῖ καὶ τὴν οὐσίαν χωριστὴν εἶναι· ἐπὶ δὲ τῆς ἀχωρίστου οὐσίας δεῖ πάντως πάσας τὰς ἐνεργείας κοινὰς εἶναι καὶ διὰ τοῦτο ἀχωρίστους. διὰ τοῦτο οὖν καὶ ὁ κυβερνήτης ἐπειδὴ ἐνεργήσειεν ἄν ἐν τῷ πλοίῳ καὶ ὡς ἄνθρωπος νοῶν, | διαλεγόμενος, ἐσθίων καὶ πίνων καὶ ἀπλῶς τὰ τοῦ b 3v ζῴου πάθη, διὰ τοῦτο καὶ ἡ οὐσία αὐτοῦ χωριστὴ τοῦ πλοίου· ἐπεὶ καὶ ἡ ψυχὴ ἡ λογικὴ ἐν σώματι οὖσα ἔχει καὶ αὐτὴ διττὰς ἐνεργείας, τὰς μὲν ὡς ἐν σώματι ἔστι γάρ τις καὶ αὐτὴ οἷον κυβερνήτης τοῦ σώματος) τὰς δὲ ὡς ψυχῆς λογικῆς ἰδίας. αἱ μὲν οὖν ὡς ἐν σώματι αὐτῆς ἐνέργειαι, αὗται ἀχώριστοί εἰσι τοῦ συναμφοτέρου, οἷον τὸ κινεῖν τὸ σῶμα, τὸ ζῳοποιεῖν· δῆλον γὰρ ὅτι ταύτας ἔχει τὰς ἐνεργείας ἔστ’ ἄν ᾖ ἐν σώματι· ἐπεὶ εἰ χωρισθείη παντὸς σώματος, τί κινήσει, τί ζωοποιήσει; αἱ δὲ ὡς λογικῆς οὐσίας ἐνέργειαι, τὸ διανοεῖσθαι, τὸ νοεῖν, αὗται δὴ ἅτε μηδὲν τοῦ σώματος προσδεόμεναι ἴδιαί τε αὐτῆς εἰσι καὶ διὰ τοῦτο καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν δεικνύουσι. διόπερ καὶ ὁ Ἀριστοτέλης ἀποδοὺς πάσης ψυχῆς κοινὸν ὁρισμὸν ἤτοι λόγον ἀναλογοῦντα ὁρισμῷ. καὶ εἰπὼν ὅτι ἔστιν ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ζητεῖ ὅτι πῶς εἴπομεν ἐντελέχειαν εἶναι; πότερον, φησίν, ὡς ἀχώριστος ἐντελέχειά ἐστιν ἡ ψυχὴ ἢ ὡς πλωτὴρ πλοίου; ὥστε οἶδε καὶ αὐτὸς ἐντελέχειάν τινα χωριστήν, καθὸ βούλεται εἶναι τὴν ψυχὴν ἐντελέχειαν. πάλιν ζητοῦσι, διὰ τί εἰπὼν ὅτι εἰ μὲν οὖν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐπήγαγεν ἐνδέχοιτο ἄν αὐτὴν χωρίζεσθαι· ἔδει γὰρ εἰπεῖν ὅτι ἀνάγκη αὐτὴν χωρίζεσθαι. λέγομεν οὖν ὅτι ὡς πρὸς τὴν ὅλην αὐτῆς σχέσιν τὴν πρὸς τὸ σῶμα ἢ καὶ σώματα εἶπεν. ἐπεὶ γὰρ νῦν ἔστ’ ἄν ᾖ ἐν τῷ σώματι ἀχώριστός ἐστι τοῦ σώματος, διὰ τοῦτό φησιν ὅτι δυνατόν ἐστιν χωρισθῆναι αὐτὴν τοῦ σώματος, καὶ εἰ πάλιν γενήσεται ἐν σώματι καὶ οὐ πάντῃ εἰς τὸν ἄπειρον αἰῶνα μένει δίχα τοῦ [*](3 καὶ ὡς κυβερνήτης Α: om. Dt: post κυβερνήτης add. ἐνεργεῖ R G ἡ om. D1, supra add. D2 12 καὶ (ante πίνων) om. R 13 αὐτοῦ D: αὐτὴ Rt 20 αὗται] αὐταὶ R 21 εἰσι om. R 23 ὁρισμῷ] ὁρισμὸν R 26 πλωτὴρ R: ὁ πλωτὴρ Dt 28 ὅτι ἡ μέν ἐστι τῶν R 31 αὐτῆς Dt: αὐτὴν R 10 post ἀχωρίστους add. ’ίσως δ’ ἀν’ καὶ ἄλλως οὐκ ἐστιν ἐπιλύσασθαι χεῖρον, ὅτι ἐκεῖ μὲν μία ἣν συμφυία, εἰ καὶ ἐκ διφόρων οὐσιῶν συνυφασμένη· ἐνταῦθα δέ τίς κυβερνήτου καὶ νηὸς συμφυία; ἡ πῶς ἡ μὲν ναῦς τῷ σώματι, ὁ δὲ κυβερνήτης πρὸς τὴν ψυχὴν τὸ συγγενὲς διασώσει: καὶ ἄλλα τοιαῦτα Α)
49
παχέος τούτου σώματος. ὃ δὲ γίνεται ἔν τινι καὶ ἀπογίνεται αὐτοῦ τοῦτο [*](b 3v) ἐνδεχομένης ἐστὶ φύσεως, ὡς τὸ θερμαίνεσθαι καὶ ἀποθερμαίνεσθαι, κα- θῆσθαι καὶ ἀνίστασθαι. διὰ τοῦτο, ὡς εἶπον, πρὸς τὴν ὅλην σχέσιν τὴν πρὸς τὸ σῶμα ἀποβλέψας οὕτως εἶπεν. ἴσως δὲ καὶ ἐπέκεινα τούτων ἐπεκτείνων τὸν λόγον καὶ μέχρι τοῦ αὐγοειδοῦς λεγομένου σώματος, ὃ ἀιδίως αὐτῆς φασιν ἐξηρτῆσθαι, οὕτως εἶπε τὸ ἐνδέχεται, ὅτι ὅσον, φησίν, ἐπὶ τῇ ἑαυτῆς φύσει, χωρισθείη ἂν κἀκείνου, εἰ καὶ μὴ ἀναγκαῖον τὸ χωρίζεσθαι αὐτὴν ἐκείνου. τοιοῦτον δὲ τὸ ἐνδεχόμενον, οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ. ὅσον οὖν ἐπὶ τῇ ἑαυτῆς φύσει δύναιτο ἄν κἀκείνου χωρίζεσθαι. πρὸς τούτοις λέγομεν ὅτι τὸ ἐνδεχόμενον, ὡς αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας λέγει, φέρεται καὶ ἐπὶ τοῦ ἀναγκαίου· λέγομεν γὰρ ‘ἐνδέχεται τὸν ἥλιον ἐν κριῷ γενέσθαι᾿ . καίτοι ἀναγκαίως γενησομένου. δυνατὸν οὖν καὶ ἐνταῦθα ἐνδεχόμενον λαβεῖν τὸ ἐπὶ τοῦ ἀναγκαίου.

p. 403 a 12 Ἀλλὰ καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατὰ στιγμήν, οὑ μέντοι γε ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ.

Ἀσάφειαν ἐνεποίησε τῷ ῥητῷ ὁμωνυμίᾳ χρησάμενος καὶ μὴ διαστείλας τὰ διάφορα σημαινόμενα· τὸ γὰρ εὐθὺ πῇ μὲν λαμβάνει τὸ μετεχόμενον, αὐτὴν λέγω τὴν εὐθύτητα, πῇ δὲ τὸ μετέχον ἤγουν τὸ συναμφότερον, λέγω δὴ τὸ ἀπηυθυσμένον σῶμα οἷον τὸν κανόνα. τοῦτο δὲ παράδειγμά ἐστι τοῦ ὅτι τῆς ἐνεργείας ἀχωρίστου οὔσης ἀνάγκη καὶ τὴν οὐσίαν εἶναι ἀχώριστον. τί οὖν φησιν; ὅτι ὥσπερ λέγομεν ὅτι κατὰ σημεῖον ἅπτεται τὸ εὐθὺ τῆς χαλκῆς σφαίρας (δέδεικται γὰρ ἐν γεωμετρίᾳ ὅτι τό τε ἐπίπεδον κατὰ σημεῖον ἅπτεται τῆς σφαίρας καὶ τοῦ κύκλου ἡ εὐθεῖα ὡσαύτως), καὶ οὐκ ἐπειδὴ λέγομεν τὴν εὐθεῖαν πάσχειν τὸ πάθος τοῦτο, αὐτὴν καθ’ αὑτήν φαμεν πάσχειν, ἀλλὰ δῆλον ὅτι τὴν ἐν χαλκῷ ἢ λίθῳ ἤ τινι τοιούτῳ, μήποτε καὶ τὴν ψυχὴν ὅταν λέγωμεν πάσχειν, οὐκ αὐτὴν καθ’ αὑτήν φαμεν πάσχειν, ἀλλὰ τὸ συναμφότερον. διὰ τοῦτο γὰρ προσέθηκε τῆς χαλκῆς σφαίρας, ἵνα μὴ τὸν λόγον αὐτὸν λάβωμεν τῆς εὐθείας, ὥσπερ οἱ παραδιδόντες τὰ μαθήματα ποιοῦσι. δεικνὺς γὰρ ὁ γεωμέτρης ὅτι σφαῖρα ἐπιπέδου κατὰ σημεῖον ἅπτεται, οὐδεμίαν ὕλην παρέλαβεν, ἀλλ’ αὐτοὺς καθ’ αὑτοὺς τοὺς λόγους δείκνυσιν. ἐν μὲν οὖν τῷ λέγειν καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθὺ λαμβάνει τὸ ἐν ὕλῃ· ἐν δὲ τῷ εἰπεῖν οὐ μέντοι γε [*](5 αὐγοειδοῦς scripsi: αὐτοείδους libri 7 κἀκείνου Dt: κἀκείνης R 8 ἐκείνου Dt: ἐκείνης R τοιοῦτον δέ — ἀκολουθεῖ (9)] cf. Anal. pr. Α 13 p. 32 a 18 10 κἀκείνου Dt: κἀκείνας R λέγω R 11 ὡς Dt: ὃ R ἐν τῷ Περὶ ἑρμηνείας] respicit ad Anal. pr. Α 3 p. 25 a 38 15 ἦ εὐθύ om., sed in mrg. siippl. R συμβαίνει — χωρισθὲν τὸ (17) Dt: συμβάλλεται τούτου χωρισθέντος R 18 ἐποίησε R 21 δὴ R: δὲ Dt 23 φασιν R 24 τὸ εὐθὺ—ἅπτεται (25) om. R 27 χαλκῷ DR: χρυσῷ t 28 ὅταν scripsi: οὖσαν libri λέγωμεν t: λέγομεν DR 34 εὐθεῖ DR: εὐθὺ t 34 τῷ ἐν ὕλῃ t Comment. Arist. XV. Philop. de anima. 4)

50
ἅψεται τούτου χωρισθὲν τὸ εὐθὺ τὴν εὐθύτητα αὐτήν. αὕτη οὖν, [*](b 3v) φησί, χωρισθεῖσα τοῦ ὑποκειμένου οὐκέτι πείσεται τοῦτο οὐδὲ ἅψεται τῆς [*](41) χαλκῆς σφαίρας, ἐπεὶ μηδὲ ὑφέστηκε. λαμβάνει ἀνάλογον τῇ μὲν ψυχῇ τὴν εὐθύτητα, τῷ δὲ συναμφοτέρῳ τὸ ἀπευθυσμένον σῶμα, τοῖς δὲ αἰσθητοῖς καὶ ὧν ἀντιλαμβάνεται ἡ ψυχὴ τὴν χαλκῆν σφαῖραν. εἰ οὖν καὶ ἡ ψυχὴ οὕτως ἀντιλαμβάνεται τῶν αἰσθητῶν, ὡς τὸ εὐθὺ ἐφάπτεται τῆς χαλκῆς, δῆλον 〈ὅτι〉 χωρισθεῖσα τοῦ σώματος οὐκέτι ἀντιλήψεται τῶν αἰσθητῶν, ἀλλ’ εὐθὺς οἰχήσεται. φαμὲν οὖν ὅτι ὥσπερ τὸ αἰσθητὸν εὐθὺ [*](45) τῆς αἰσθητῆς σφαίρας ἅπτεται, οὕτω καὶ τὸ νοητὸν τῆς νοητῆς· καὶ ἡ ψυχὴ ἄρα χωρισθεῖσα τοῦ σώματος, εἰ καὶ μὴ τῶν αἰσθητῶν εἰδῶν ἀντιλήψεται, ἀλλ’ οὖν τῶν νοητῶν καὶ ἀύλων. τὸ δὲ πολλὰ συμβαίνει φέρ’ εἰπεῖν τὸ ἐφεξῆς ἔχειν πάντα τὰ σημεῖα κείμενα, τὸ ἐφαρμόζειν ἐτέα εὐθεία καὶ τὰ ὅμοια.

p. 403 a 16 Ἔοικε δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα εἶναι μετὰ του σώματος.

Διχόθεν δείκνυσιν ὅτι τὰ τῆς ψυχῆς πάθη οὐκ αὐτῆς εἰσιν ἴδια, [*](51) ἀλλὰ τοῦ συναμφοτέρου, ἔκ τε τοῦ πάντως συγκινεῖσθαι τούτοις τὸ σῶμα· τῇ μὲν γὰρ ὀργῇ συγκινεῖται τὸ περικάρδιον αἷμα, τῇ δ’ ἐπιθυμίᾳ συνδιατίθεται τὸ ἧπαρ, καὶ ὑπ’ αἰδοῦς ἐρυθαίνεται τὸ πρόσωπον τοῦ αἵματος περὶ τὴν ἐπιφάνειαν χυθέντος, ὑπὸ δὲ φόβου ὠχρίασις γίνεται, συστολῆς εἰς τὸ βάθος τοῦ αἵματος γενομένης, | καὶ ἁπλῶς ἐν ἑκάστῳ πάθει [*](b 4r) συνδιατίθεταί πὼς τὸ σῶμα· εἰ δὲ συγκινεῖται τοῖς τῆς ψυχῆς πάθεσι τὸ σῶμα, δῆλον ὅτι οὐκ αὐτῆς μόνης εἰσὶν ἴδια, ἀλλὰ τοῦ συναμφοτέρου. καθ’ ἓν μὲν ἐκ τούτου δῆλον, καθ’ ἕτερον δέ, διότι οἱ κεκραμένοι φύσει οὕτως, οἷον ἴσχουσι κράσει τὸ σῶμα, ἐν τῇ κινήσει τῶν παθῶν τοιοῦτοί εἰσι φύσει. ὁρῶμεν γὰρ ὅτι τινὲς μὲν ἐπιτηδείως ἔχουσι πρὸς θυμὸν οἱ τοιώσδε κεκραμένοι, τινὲς δὲ δυσκινήτως, οἱ τὴν ἐναντίαν ἔχοντες κρᾶσιν· [*](5) ὁμοίως ἐπὶ τῶν λοιπῶν ὁρῶμεν ὅτι μεθυσθέντες τινὲς ἢ ὀργιλώτεροι γίνονται ἢ δειλότεροι ἢ θρασύτεροι ἢ ἀναιδέστεροι. καὶ ἐκ νόσου δὲ γένοιτο ἄν τις ἐπιτηδειότερος πρὸς ὀργήν. καὶ τὰ τοιάδε σιτία τὸ συνουσιαστικὸν μᾶλλον κινοῦσι, τὰ δὲ σβεννύουσιν. ἔνθεν οἱ ἰατροί φασιν ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τῆς ψυχῆς δυνάμεις· διὸ καὶ λέγουσιν ὅτι οἱ [*](2 τοῦτο Dt: τούτου R 4 ἀπευθυδμένον] ἁ et lac. V litteraium R 7 ὅτι addidi 9 ἡ om. t 12 ἔχει R κείμενα (sic) corr. D2 ex κείμένη; sequitur rasuia τῷ ἐφαρμόζειν R 14 καὶ om. R 15 τοῦ σώματος DR de an. V: τοῦ om. t et de an. plerique 21 γινομένης R 24 καθεὸς R τούτων R διότι Dt: δηλονότι R φύσει — κράσει (25) D: ἐκ φύσεως ὅπως οἵαν ἴσχουσι κρᾶσιν D2Rt 25 τό σῶμα D: τὸ σῶμα μὲν R: τοῦ σώματος t 26 ὁρῶ μὲν D1: ὅρα μὲν D2 28 μεθύοντες t ὀργιλότεροι hic et p. 51,1 R 29 δειλώτεροι t)

51
τοιώσδε κεκραμένοι ὀργιλώτεροί εἰσιν, οἷον οἱ μελαγχολικώτεροι, οἱ δὲ ἐπὶ [*](b 4r) τὸ θερμότερον ῥέποντες καὶ ὑγρότερον συνουσιαστικώτεροι, καὶ ἀπλῶς ἐφ’ ἑκάστου τῶν παθῶν ποιότητί τινι κράσεως τὴν αἰτίαν ἀποδιδόασιν. καὶ ἀνωτέρω δὲ ἀνέρχονται ἐπὶ τὰς γνωστικὰς δυνάμεις, καὶ μνημονικωτέρους φασὶ τοὺς ἐπὶ τὸ ξηρότερον κεκραμένους τὸν ἐγκέφαλον, βραδυτέρους δὲ πρὸς νόησιν, τοὺς δὲ ἐναντίους τὸ ἐναντίον πάθος ὑπομένειν· ὁμοίως ἐπὶ φαντασίας καὶ ἐπὶ τῶν λοιπῶν παθῶν. καὶ ὅπερ ἡ ἐξ ἀρχῆς κρᾶσις ἐποίησε, τοῦτο καὶ ἡ ἐπὶ ἐκείνην τὴν κρᾶσιν ἄγουσα δίαιτα· διὸ καὶ σιτίων καὶ ποτῶν συμμετρίας φροντίζουσιν οἱ εἰδήσεως μεταποιούμενοι, ὅθεν καὶ τὸ ‘παχεὶα γαστὴρ λεπτὸν οὐ τίκτει νόον’ εἴρηται. διὸ οὐ νοήσαιμεν ἄν ἐν μέθῃ, ἅπερ ἄν μὴ μεθύοντες ἐνοήσαμεν, ὁμοίως δὲ καὶ συμμέτρως ἔχοντες περὶ τροφὴν καὶ ἀμέτρως· καὶ ὅλως εὐφυέστεροι καὶ ὀξύτεροι καὶ τὸ ἐναντίον νωθέστεροι παρὰ τὴν τοιάνδε κρᾶσιν γίνονται. ἔνθεν οὖν οἱ ἰατροὶ ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις εἰρήκασι. πρὸς ταῦτα δὲ οἱ Ἀττικοί φασιν ἐξηγηταὶ ὅτι ὥσπερ οὖν αὐτοὶ διὰ τὸ ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τοιάσδε ὁρμὰς τῆς ψυχῆς, διὰ τοῦτό φασιν ἐν ὑποκειμένῳ αὐτὴν εἶναι τῷ σώματι, οὕτω καὶ ἡμεῖς ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον κατασκευάσομεν. εἰ γὰρ ἐπειδὴ ἑπομένας ἔχει τῇ κράσει τὰς ὁρμάς, διὰ τοῦτο καὶ ἀχώριστος, ἐὰν ἄρα μὴ ἕπηται ταῖς κράσεσι, χωριστὴ ἔσται. ὁρῶμεν τοίνυν ὅτι καὶ μοχθηρῶς κεκραμένοι τινὲς οὐκ ἔσχον ἑπομένας τὰς ὁρμὰς ταῖς κράσεσι διὰ φιλοσοφίαν, ἀλλὰ κρείττονες γεγόνασι τούτων, ὅπερ οὐκ ἂν ἐγένετο, εἴπερ ὡς ἐν ὑποκειμένῳ τῇ κράσει ἦν ἡ δύναμις, ὥσπερ τὸ λευκὸν εἶναι ἢ ὠχρὸν ἢ μέλαν, ἃ γίνεται μὲν ἐκ τῆς τοιᾶσδε κράσεως, κἄν μυριάκις δὲ φιλοσοφῇ τις, κατασχεῖν τινα τούτων οὐ δύναται, μέχρις ἄν πάλιν ἡ κρᾶσις μεθαρμοσθῇ. οὕτως ἀνάγκη ἦν πᾶσα, εἰ ὥσπερ ἀποτέλεσμα ἦν τῆς κράσεως ἡ τοιάδε τῆς ψυχῆς ὁρμή, ἀδυνατεῖν τὸν ἐπὶ τὸ θυμικώτερον κεκραμένον ἐπισχεῖν θυμοῦ, ὁμοίως κα ἐπὶ τῶν ἄλλων. νῦν δὲ οὐ τοῦτο γίνεται· οὐκ ἄρα αἱ ὁρμαὶ τῆς ψυχῆς ταῖς τοῦ σώματος κράσεσιν ἐξ ἀνάγκης ἕπονται. καὶ τοῦτο καὶ αὐτοί φασιν οἱ ἰατροί· εἰπόντες γὰρ ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τῆς ψυχῆς δυνάμεις, προστεθείκασι χωρὶς τῶν κατὰ φιλοσοφίαν διατριβῶν. ὥστε εἰ δύνανται αἱ κατὰ φιλοσοφίαν διατριβαὶ μὴ ἕπεσθαι ποιεῖν τὴν ὁρμὴν τῆς ψυχῆς ταῖς κράσεσι τοῦ σώματος, ἔστι τι ἄρα καὶ ἐφ’ ἡμῖν, καὶ οὐκ ἐξ ἀνάγκης ἕπονται· ὥστε οὐκ ἐν τῇ κράσει τὸ εἶναι ἔχουσιν. εἰ γὰρ ἦν τοῦτο, πῶς ἀντέτεινε πρὸς τὰ πάθη; πόθεν ἡ μάχη ἡ ἄσπονδος τοῦ λόγου καὶ τῶν παθῶν; οὐδὲν γὰρ τῷ σώματι τᾷ σωστικῷ αὐτοῦ μάχεται οὐδὲ φιλονεικεῖ μάχεσθαι τῷ αἰτίῳ· ὥστε εἰ αἰτία ἦν ἡ κρᾶσις τοῖς ψυχικοῖς πᾶσι κινήμασιν, οὐκ ἄν ποτε αὐτὴ πρὸς ἑαυτὴν ἐμαχέσατο· [*](1 οἱ δὲ—συνουσιαστικώτεροι (2) om. D, sed in mrg. rest. D2 4 γνωστικὰς R: μυστικὰς Dt 7 ἡ ἐξ D2t: ἡ om. ’R 10 διὸ D: διόπερ Rt 17 post οὕτω add. γὰρ R 21 διὰ ταῖς κράσεσι φιλοσοφίαν transp. t 23 ἆ om. D 27 ἀδυνατεὶν t: ἀδύνατον ἦν DR 36 τῷ σώματι—αὐτοῦ t: τῷ σωματικῷ σωστικῶς αὐτοῦ D: τῷ σωστικῷ αὐτοῦ R: τῷ σώματι τῷ ἑαυτοῦ Α 37 μάχεται ADt: μετέχεται R)
52
τὰ γὰρ μαχόμενά εἰσι τὰ ἐναντία. ὅτι μὲν οὖν χωριστὴ ἡ ψυχὴ ἡ λογικὴ [*](b 4r) τοῦ σώματος, ἱκανῶς οἱ εὖ ζῶντες δεικνύουσιν ὑπεροπτικῶς ἔχοντες πρὸς τὸ σῶμα· καίτοι οὐδὲν τοῦ ἰδίου ὑποκειμένου καταφρονεῖ, ἀλλὰ καὶ σώζειν αὐτὸ βούλεται· ἡ δὲ ψυχὴ τὸ ἐναντίον φαίνεται ποιοῦσα. τὰ δὲ πάθη ἐπειδὴ δέδονται τῇ ψυχῇ κατιούσῃ εἰς τὴν γένεσιν διὰ τὰς εἰρημένας αἰτίας. ἔχοντα ἐν ὑποκειμένῳ τῷ πνεύματι τὸ εἶναι, διαβαίνοντα δέ, ὡς εἴπομεν, καὶ ἐπὶ τοῦτο τὸ παχὺ σῶμα, οὐκ ἄνευ μὲν τῆς τοιᾶσδε κράσεως γίνονται, ὥσπερ οὐκ ἄνευ τῶν χορδῶν ἡ ἁρμονία, οὐ μὴν ἀπλῶς ἀποτέλεσμά εἰσι τῶν κράσεων· ἀλλ’ ὥσπερ δεῖται μὲν πάντως ὁ μουσικὸς τῶν τοιῶνδε χορδῶν, ἡ δὲ ἁρμονία ἐκ τῶν λόγων τῶν ἐν τῷ μουσικῷ ἐν τῇ τοιᾷδε τῶν χορδῶν ἐπιτηδειότητι ἐγγίνεται, οὕτω φαμὲν καὶ τὰ πάθη μὴ ἄνευ μὲν τῆς τοιᾶσδε κράσεως γίνεσθαι, μὴ μὴν κρᾶσιν εἶναι ἢ ἀποτέλεσμα κράσεως· ἀλλ’ ὥσπερ τὰ αὐτομάτως φυόμενα δεῖται μὲν πάντως τοιᾶσδε γῆς, δεῖται δὲ καὶ ὑετοῦ, οὐ μὴν ἱκανὸν τοῦτο εἰς γένεσιν αὐτῶν, ἀλλ’ οἱ λόγοι τούτων ἐκ τῆς ὅλης δημιουργίας προέρχονται, οὕτω φαμὲν τοὺς ἐκ τῆς ὅλης δημιουργίας λόγους ἐν τῇ τοιᾷδε κράσει ἐνιέναι τοὺς λόγους τῶν παθῶν τούτων κατὰ τὴν ἀξίαν ἑκάστης τῶν λογικῶν ψυχῶν. καὶ ὥσπερ τὸ εἶδος τὸ ἐν τοῖς αὐτομάτοις γενόμενον οὔτε ἐκ τῆς μίξεως τῆς γῆς καὶ τοῦ ὕδατος ἁπλῶς ἐπεγένετο οὔτε ἔξωθεν αὐθυποστάτως προυφεστηκὸς ἐγγίνεται, ἀλλ’ οἱ λόγοι οἱ δημιουργικοὶ ἐν τῇ τοιᾷδε τῶν στοιχείων ἐπιτηδειότητι ἐγγεννῶσι καὶ δημιουργοῦσι τὰ τῶν παθὼν ειοη. οὐδὲ γὰρ δεῖ τὰ αἴτια χείρονα ποιεῖν τῶν αἰτιατῶν· εἰ γάρ, ὡς ἤδη εἴπομεν, ἡ κρᾶσις αἰτία θυμοῦ καὶ ἐπιθυμίας αἰσθήσεως τε καὶ φαντασίας, τὸ ἄζων τῆς ζωῆς αἴτιον ἔσται (ζωαὶ γάρ τινές εἰσιν αὗται) καὶ τὸ ἄψυχον ψυχῆς, τὸ ἀναίσθητον γνώσεως, ὅπερ ἄτοπον.

Κἀκεῖνο δὲ ἴσως ἄξιον ζητήσεως· εἰ ἡ ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ ἐν ὑποκειμένῳ τῷ σώματι ἔχει τὸ εἶναι, κρεῖττον δὲ τὸ αὐθυπόστατον τοῦ ἐν ἑτέρῳ ἔχοντος τὸ εἶναι, αὐθυπόστατον δὲ τὸ σῶμα, κρεῖττον ἄρα τὸ σῶμα τῶν τοιούτων ψυχῶν. τί οὖν φαμεν; ὅτι οὔκ εἰσιν αἱ ψυχαὶ αὗται ὡς ἐν ὑποκειμέ|νῳ τῷ σώματι, ἀλλ’ ὡς ἐν ὕλῃ εἶδος· εἶδος γὰρ τοῦ [*](b 4v) ζῴου ἡ ψυχή. πανταχοῦ δὲ τὸ εἶδος κρεῖττον τῆς ὕλης· οὐδὲ γὰρ τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ πυρὸς ἢ ἄλλου τινὸς τῶν σωμάτων, ἐπειδὴ καθ’ ἑαυτὸ ὑποστῆναι οὐ δύναται, ἤδη καὶ χεῖρον τῆς ὕλης, ἐπεὶ μηδὲ αὐτὴ ἡ ἀνείδεος ὕλη ἐν ὑποστάσει ἐστὶν αὐτὴ καθ’ αὑτήν, ἀλλὰ μετὰ εἴδους τινὸς θεωρεῖται· ἡ δὲ προσεχὴς ὕλη εἰ καὶ ὑφέστηκε καθ’ αὑτήν, οἷον τοῦ ἀβακίου τὰ ξύλα, οὐχ ὡς ἀπλῶς ὕλη ὑφέστηκεν, ἀλλ’ ὡς εἶδός τι τοῦ ξύλου· ὁπηνίκα δὲ γίνεται τοῦ ἀβακίου ὕλη τὰ ξύλα, τότε δῆλον ὅτι χείρονα τὰ ξύλα τοῦ εἴδους τοῦ 11[*]( ἐγγίνεται R: γίνεται Α: ἐγίγνετο Dt 12 γενέσθαι R 15 προέρχονται — δημιουργίας (16) om R 18 γινόμενον R 19 τοῦ om. R 20 προυφεστός R 21 ἐγγενῶσι libri post δημιουργοῦσι nonnulla videntur intercidisse qualia leguntur vv. 15 — 17 22 δεῖ Α: δεῖται DRt. χείρονος R 24 ἄζωνΑD: ἄζωον Rt αὗται ARt: αὐταί D 26 ἄξιον ἴσως t 29 ψυχαὶ αὗται ADt: τοιαῦται R 31 οὐ γὰρ t 34 αὐτὴ R: αὐτῇ Dt ἀλλὰ μετὰ — καθ’ αὑτήν (35) om. D 35 τὰ ξύλα τοῦ ἀβακίου t)

53
ἀβακίου, ἐπειδὴ τὰ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα. τί οὖν διαφέρει τὸ [*](b 4v) ὡς εἶδος ἐν ὕλῃ τοῦ ἐν ὑποκειμένῳ; ὅτι τὸ μὲν εἶδος συνδυαζόμενον τῇ ὕλῃ ἀποτελεῖ ἑνὸς πράγματος οὐσίαν, οἷον τὸ τοῦ ἀβακίου εἶδος μετὰ τῶν ξύλων συνδυασθὲν τὸ ἀβάκιον ἀπετέλεσεν, ὁμοίως τὸ τῆς σαρκὸς μετὰ τῶν στοιχείων ἢ τῶν χυμῶν τὴν σάρκα, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, τὸ δὲ ἐν ὑποκειμένῳ οὐ ποιεῖ μίαν οὐσίαν μετὰ τοῦ ὑποκειμένου, οἷον τὸ λευκὸν μετὰ τοῦ σώματος οὐκ ἐποίησεν ἄλλο τι εἶδος· οὐδὲν γὰρ συντελεῖ τῷ σώματι τὸ λευκὸν εἰς τὸ εἶναι καὶ παρὸν καὶ ἀπόν.

p. 403a19 Μηνύει δὲ τὸ ποτὲ μὲν ὑπὸ ἰσχυρῶν καὶ ἐναργῶν μηδὲν παροξύνεσθαι ἢ φοβεῖσθαι. Οτι, φησίν, οὐκ ἴδια τῆς ψυχῆς ταῦτα παθήματα, ἀλλὰ τοῦ συναμ- φοτέρου, δῆλον ἐξ ὧν τῇ τοῦ σώματος ποιᾷ διαθέσει ἐπιτείνονται καὶ ἀνίενται. εἰσὶ γάρ τινες οἳ οὕτω κατὰ τὴν κρᾶσιν ἔχουσιν, ὥστε κἂν μυρία ᾖ τὰ παροξύνοντα, οὐ κινοῦνται πρὸς ὀργὴν ἀπεψυγμένον ἔχοντες τὸ περὶ τὴν καρδίαν αἷμα καὶ δυσκίνητον, ἕτεροι δὲ εὐεμπτώτως ἔχουσι πρὸς τὸ πάθος, ὥστε καὶ πάνυ μικρῶν καὶ εὐτελῶν ὄντων τῶν παροξυνόντων εὐθὺς ἐρεθίζεσθαι πρὸς τὸν θυμὸν διὰ τὸ ἔχειν ζέον ἀεὶ τὸ περικάρδιον αἷμα· ὅθεν καὶ οἱ μανικῶς διακείμενοι ὑπερζέσαντος τούτου τὸ πάθος ὑπομένουσι. πάλιν εἰς δειλίαν καὶ θάρσος ὁμοίως οἱ μὲν καὶ ὑπὸ μεγάλων φόβων δυσκατάπγηκτοι μένουσιν, οἱ δὲ πολλάκις καὶ μηδενὸς φοβεροῦ παρεστῶτος εἰς φόβον καὶ δειλίαν κινοῦνται ῥᾳδίως, ὅταν τοιαύτην τύχωσιν ἔχοντες τὴν κρᾶσιν οἵα γίνεται ἡ τῶν ἐν τοῖς φόβοις γινομένων· συστέλλεται γὰρ τῶν τοιούτων τὸ θερμὸν εἰς τὸ βάθος, ὅθεν καὶ ὠχροὶ γίνονται· “ὦχρος δέ μιν εἷλε παρειάς”. ὅταν οὖν τις τοιαύτης ἐξ ἀρχῆς τύχῃ κράσεως, ῥᾳδίως εὐκίνητός ἐστιν εἰς τὸ πάθος. ὥστε εἰ ἦν τῆς ψύχης ιοια ταῦτα πάθη, οὐκ ἔδει τοῦ σώματος αὐτὰ ἠρτῆσθαι οὐδὲ ἐκ τῆς τούτου διαθέσεως τὴν ἀρχὴν λαμβάνειν, ἀλλ’ ὅπως ἂν ἔχοι τὸ σῶμα, αὐτὴν ὁμοίως ἢ κινεῖσθαι ἢ μὴ κινεῖσθαι πρὸς τὰ πάθη. νῦν δὲ καὶ αἱ ἡλικίαι τὰ εἴδη τῶν παθῶν ἐξαλλάττουσι καὶ συμμεταβάλλουσι, τῆς κράσεως δηλονότι συμμεταβληθείης τῷ χρόνῳ. ὥστε τοῦ συναμφοτέρου ταῦτα· εἰ γὰρ ὡς ὀργάνῳ ἐκέχρητο ἡ ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ τῷ σώματι, οὐκ ἄν ὑπ’ αὐτοῦ ἐκινήθη· οὐδὲν γὰρ τῶν ὀργάνων κινεῖ τὸν τεχνίτην, ἀλλ’ ὑπ’ αὐτοῦ κινεῖται, οὐδὲ μεταβαλλόμενα τὰ ὄργανα συμμεταβάλλει τῶν τεχνιτῶν τὰς ὀρέξεις· τὸ δὲ σῶμα τοιώσδε ἢ τοιώσδε κεκραμένον τἀς τοιαύτας συμμεταβάλλει δυνάμεις.

[*](2 ὡς om. D 9 ὑπὸ DRt et de an. plerique: om. de an. ES 10 post παθημάτων add. συμβαινόντων t et Arist. 24 ὦχρος — παρειάς] II. Γ 35 26 οὐκ ἔδει — πάθη (28) om. D 31 ἡ φυτικὴ DR: ἡ om. t)
54

p. 403 a 21 ἐὰν ὀργᾷ τὸ σῶμα καὶ οὕτως ἔχῃ, ὥσπερ

[*](b 4v)

Τουτέστιν ἐὰν εἰς ὀργὴν ἐπιτήδειον ᾖ κεκραμένον τὸ σῶμα· ἔσται δὲ οὕτως, ἐὰν σχῇ τοιαύτην τὴν κρᾶσιν, ὥσπερ γίνεται ἡ τῶν ὀργιζομένων· τότε γὰρ εὐκίνητος ὁ τοιοῦτος εἰς ὀργὴν ἔσται.

p. 403 a 22 Ἔτι δὲ μᾶλλον τοῦτο φανερόν· μηδενὸς γὰρ φοβεροῦ συμβαίνοντος ἐν τοῖς πάθεσι γίνονται τοῖς τοῦ φοβουμένου.

Τῷ ὄντι ἐναργεῖς δείξεις τοῦ μὴ εἶναι τῆς ψυχῆς ἴδια ταῦτα πάθη, ὅταν καὶ μηδενὸς ἔξωθεν κινοῦντος διὰ τὴν πολλὴν εἰς τοῦτο τὸ πάθος τοῦ σώματος ἐπιτηδειότητα τὸ αὐτό τις πάσχῃ ὅπερ ἂν ἄλλος ὑπὸ μεγάλων φόβων πείσεται.

p. 403 a 24 Εἰ δὲ οὕτως ἔχει, δῆλον ὅτι τὰ πάθη λόγοι ἔνυλοί εἰσιν.

Εἰ οὕτως ἔχει, φησί, τουτέστιν εἰ μὴ ἴδια ταῦτα πάθη εἰσὶ ψυχῆς, [*](41) ἀλλὰ τοῦ συναμφοτέρου, λόγοι εἰσὶν ἔνυλοι, τουτέστιν εἴδη εἰσὶν ἐν ὕλῃ τὸ εἶναι ἔχοντα καὶ οὐ χωριστά. ὥστε οἱ ὅροι τοιοῦτοι οἷον τὸ ἀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε ἕνεκα τοῦδε. εἰ γὰρ φυσικοῦ ἔργον τὸ περὶ τῶν ἐνύλων εἰδῶν διαλέγεσθαι, ἄλλα δὲ ἐν ἄλλῃ ὕλῃ εὔη, ἀνάγκη ἄρα τῷ φυσικῷ τοὺς ὁρισμοὺς ἀποδιδόναι ἔκ τε τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν τὸ εἶδος ἐν τῇ ὕλῃ γίνεται. περὶ μὲν γὰρ τοῦ εἴδους διλεγόμενος ἀνάγκῃ καὶ περὶ τῆς ὕλης διαλέξεται· τῶν πρός τι γὰρ ταῦτα· ἀναγκαίως δὲ καὶ περὶ τῆς αἰτίας δι’ ἥν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ διαλέξεται, εἴπερ ὁ μὲν φυσικὸς τεχνίτης, ἡ δὲ τέχνη τοὺς λόγους ὀφείλει εἰδέναι τῶν ὧν ἐστι τέχνη. “ ἐγὼ γάρ,’’ φησὶν ὁ Πλάτων’, “τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”. ὡς ἐν τύπῳ οὖν παραδίδωσι τὸ εἶδος τῶν φυσικῶν ὁρισμῶν· κίνησις, φησίν, ὡς λέγομεν ἐπὶ τοῦ θυμοῦ ζέσις (κίνησις γὰρ ἡ ζέσις), τοῦ τοιοῦδε σώματος, τουτέστι φυσικοῦ ὀργανικοῦ, ἢ μέρους. πολλάκις μὲν γὰρ περὶ ὅλον τὸ σῶμα τὸ πάθος γίνεται, ὃ βουλόμεθα ὁρίσασθαι, οἷον εἰ τὴν ἁφὴν ὁριζόμεθα· τοῦ γὰρ ὅλου σώματος κίνησιν εἶναι φήσομεν· μέρους δὲ ὡς ἐπὶ τῆς ὀργῆς, λέγοντες ζέσιν εἶναι τοῦ περικαρδίου αἵματος. ἢ δυνάμεως, ὡς εἰ μὴ λέγοιμεν ζέσιν τοῦ περικαρδίου [*](1 Ἐὰν DR et de an. plerique: ὅταν t de an. EU ἔχειν t 6 μᾶλλον τοῦτο DR et Arist. plerique: τοῦτο μᾶλλον t et Arist. codd. EU 11 πείσηται R 12 τὰ πάθη DR et Arist. plerique: καὶ τὰ πάθη t et Arist. UV 17 τοῦ τοιουδὶ D2t: τοῦ τοιοῦδε R: τοῦτο D1 24 ἡ δὲ DR: εἰ δὲ t 25 φησὶν ὁ Πλάτων] Gorg. p. 465 Α)

55
αἵματος, ἀλλὰ ζέσιν τοῦ περικαρδίου θερμοῦ· δῆλον δὲ ὅτι καὶ διὰ τοῦ [*](b 4b) αἵματος τὸ θερμὸν καὶ διὰ τοῦ θερμοῦ τὸ αἷμα σημανθήσεται. ὑπὸ [*](b 5r) τοῦδε ἕνεκα τοῦδε, ὑπὸ τοῦ λυπήσαντος δηλονότι διὰ τὸ ἀντιλυπῆσαι αὐτόν. εἰπόντες οὖν ἴδι’ ὄρεξιν ἀντιλυπήσεως’ ἀμφότερα ἐσημάναμεν· ἡ γὰρ ἀντιλύπησις καὶ τὸν λυπήσαντα σημαίνει, καὶ τὴν ἄμυναν.

p. 403 a 27 Καὶ διὰ ταῦτα φυσικοῦ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης.

Ἐπειδὴ γὰρ τὰ φυσικὰ τοιαῦτα εἴδη περὶ ὧν ἐπισκέπτεται ὁ φυσικός, τοιοῦτοι δὲ καὶ οἱ φυσικοὶ ὁρισμοὶ καὶ τὴν ὕλην παραλαμβάνοντες, φυσικοῦ ἄρ τὸ περὶ τῶν τοιούτων ψυχῶν διαλεχθῆναι τῶν οὐκ ἄνευ ὕλης. τὸ γὰρ περὶ τῶν ἀύλων ψυχῶν καὶ νοερῶν διαλέγεσθαι εἴη ἄν, ὡς ἐν τῇ Περὶ μορίων ζῴων εἶπε, τοῦ πρώτου φιλοσόφου· ἀνάγκη γὰρ τὸν περὶ τοῦ νοῦ διαλεγόμενον διαλεχθῆναι καὶ περὶ τῶν νοητῶν, τοῦτο δὲ θεολογίας ἔργον. ἀλλ’ ὡς εἴπομεν ἤδη, ὁ τέλειος φυσικὸς ἀνάξει ἑαυτὸν καὶ ἐπὶ τὰ ἐξῃρημένα αἴτια τῶν φυσικῶν, ὡς καὶ αὐτὸς ἐν τῇ Φυσικῇ μετὰ τοὺς περὶ κινήσεως λόγους περὶ τοῦ ἀκινήτου αἰτίου διαλεχθεὶς εἶπεν ῾ἐκ τοιαύτης ἄρα ἀρχῆς ἤρτηται ὁ οὐρανὸς καὶ ὁ κόσμος᾿· ὁμοίως ἐν τῇ Περὶ γενέσεως καὶ ἐνταῦθα, ἐπειδὴ οὖν καὶ περὶ τούτων ὡς αἰτίων τῶν φυσικῶν διαλεχθήσεται· εἶπε γὰρ ἤδη καὶ περὶ τῆς λογικῆς ψυχῆς ὅτι ἔστιν οἷον ἀρχὴ τῶν ζῴων. διὰ τοῦτό φησιν ἐνταῦθα τὸ ἢ πάσης.

p. 403 a 29 Διαφερόντως δ’ ἂν ὁρίσαιτο φυσικός τε καὶ διαλεκτικος ἕκαστον ἀυτῶν. εἰπὼν ὅτι τὰ πάθη τῇς ψυχῆς λόγοι ἔνυλοί εἰσι καὶ ὅτι διὰ τοῦτο [*](16) φυσικοῦ ἐστι θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ ὅση μὴ ἄνευ τῆς ὕλης, θέλει λοιπὸν διὰ τούτων δεῖξαι ποῖός ἐστιν ὁ τῷ φυσικῷ πρέπων περὶ ψυχῆς ὁρισμός. τριῶν οὖν τούτων ὄντων ἐν τοῖς φυσικοῖς πράγμασιν, ὕλης, εἴδους καὶ τῆς αἰτίας, καθ’ ἥν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ, καταγίνονται περὶ ταῦτα μέθοδοι πέντε, ἡ φυσική, ἡ κατὰ μέρος τέχνη, ἡ διαλεκτική, ἡ μαθηματική, ἡ πρώτη φιλοσοφία. ία. ζητεῖ οὖν πῶς ἑκάστη τούτων τῶν μεθόδων ὁριεῖται τὰ προκείμενα. πρότερον δὲ εἴπωμεν περὶ τί τῶν ὑποκειμένοων ἑκάστη τούτων καταγίνεται. φυσικοῦ μὲν οὖν ἔργον διαλεχθῆναι [*](6 post ταῦτα add. ἡδῆ t et Arist. EU, δὴ Arist. STVW φυσικοῦ τὸ θεωρῆσαι Arist. 12 ἐν τῇ Περὶ μορίων ζῴων] Α I p. 641 a 32 sqq. 16 ante κινήσεως add. τῆς R 17 ἐκ τοιαύτης — κόσμος leguntur Metaph. Λ 7 p. 1072b 13 13 κόσμος] φύσις Arist. 1. 18 ἐν τῇ Περὶ γενέσεως] Β 10 21 ante φυσικός add. ὁ t et Arist. codd. (praeter V) 21. 22 φυσικός τε καὶ διαλεκτικὸς t et de an. codd. omnes: φυσικῶς τε καὶ διαλεκτικῶς DR 23 τοῦτο DR: τοῦ t 26 φυτικοῖς t 28. 29 ἡ μαθηματικὴ ἡ A: ἡ utrumque om. DRt 30 εἴπομεν t 31 τούτοις R ἔργον om. Α Suid.)

56
περὶ πάντων τῶν εἰρημένων, τῆς τε ὕλης τῶν φυσικῶν πραγμάτων καὶ [*](b 5r) τοῦ εἴδους καὶ τῆς αἰτίας, καθ’ ἥν ἐστιν ἐν τῇ ὕλῃ τὸ εἶδος· οἷον τίς ἡ ὕλη τῶν οὐρανίων, ὅτι οὐ τὰ τέσσαρα στοιχεῖα ἀλλ’ ἕτερόν τι τούτων τὸ πέμπτον σῶμα, τί τὸ εἶδος, ὅτι σφαιρικά· διὰ τί δὲ σφαιρικά, ἀποδώσει τούτου αἰτίαν καὶ σύστοιχον αὐτοῖς καὶ ἐκ τῆς σχέσεως ἣν ἔχουσι πρὸς τὰ πρὸ αὐτῶν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ ἐζήτησε, διὰ τί σφαιρικὸς ὁ οὐρανός· ὅτι, φησίν, ἔδει τὸ πάντων γενησόμενον δεκτικὸν καὶ περιέξον τὰ πάντα τὸ πολυχωρητότατον τῶν σχημάτων σχήσειν· πολυχωρητότατον δὲ ἐν μὲν ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ στερεοῖς ἡ σφαῖρα. δείκνυται γὰρ ὅτι τῶν σχημάτων τῶν ἰσοπεριμέτρων τὸ πολυγωνιώτερον πολυχωρητότερον, καὶ διὰ τοῦτο τὸ ἀγώνιον πάντων πολυχωρητότατον. οἷον ἐὰν τετράγωνον χωρίον ᾖ καὶ ἄλλο ὁτιοῦν τῶν πολυγωνίων σχημάτων, οἷον ἑξάγωνον, ἔχῃ δὲ ἑκάτερον τὴν περίμετρον πηχῶν τεσσάρων, ἦ δὲ καὶ ἕτερον χωρίον περιφερὲς ὄν, τουτέστι κύκλος, τῶν αὐτῶν τεσσάρων ἔχον τὴν περίμετρον, τὸ ἐμβαδὸν μεῖζόν ἐστι τὸ μὲν τοῦ ἑξαγώνου τοῦ τετραπλεύρου, τὸ δὲ τοῦ κύκλου τοῦ ἑξαγώνου μεῖζον. ὁμοίως καὶ ἐπὶ στερεῶν, κύβου λέγω καὶ ὀκταέδρου καὶ δωδεκαέδρου καὶ σφαίρας καὶ τῶν λοιπῶν, τὸ μὲν πολύγωνον πλεῖον χωρήσει τοὐ κύβου κατὰ τὸ ἐμβαδόν, ἡ δὲ σφαῖρα τοῦ πολὺ. γώνου. ἀποδίδωσι δὲ καὶ ὁ Ἀριστοτέλης φυσικὴν αἰτίαν τοῦ σχήματος· τῷ γὰρ ἀιδίῳ φησὶν ἐσομένῳ τὸ σφαιρικὸν πρεπῶδες εἶναι σχῆμα, ὃ μήτε ἀρχὴν μήτε τέλος ἔχει ἀλλ’ εἰς ἑαυτὸ συννένευκε· καὶ ὁ Πλωτῖνος φυσικὴν αἰτίαν τοῦ σχήματος [ταύτην] τοῦ οὐρανοῦ ἐκ τῆς σχέσεως ἣν ἔχει πρὸς τὰ πρὸ αὐτοῦ· προσεχῶς δέ εἰσιν ὑπὲρ τὰ οὐράνια αἱ νοηταὶ οὐσίαι· δεῖ δὲ τὸ αἰτιατὸν ὅτι μάλιστα ὡμοιῶσθαι τῷ προσεχεῖ αἰτίῳ καὶ τούτου εἰκόνα καὶ μίμημα φέρειν. διὰ τοῦτο οὖν, φησί, κύκλῳ κινεῖται ὁ οὐρανὸς, ὅτι νοῦν μιμεῖται. ἴδιον γὰρ του νοῦ πρὸς ἑαυτὸν συννεύειν· αὐτὸς γὰρ ὁ ὁρῶν, αὐτὸς ὁ ὁρώμενος· ὁρῶν γὰρ τὰ εἴδη ἑαυτὸν ὁρᾶ, καὶ ἑαυτὸν ὁρῶν τὰ εἴδη τεθέαται· πλήρωμα γάρ ἐστι τῶν εἰδῶν καὶ εἶδος εἰδῶν. ἔχει οὖν ὁ οὐρανὸς τὸ σφαιρικὸν σχῆμα διὰ τὴν κύκλῳ κίνησιν, ταύτην δὲ διὰ τὴν πρὸς τὸν νοῦν ἐξομοίωσιν. καὶ ἄλλως μιμεῖται τὸν νοῦν ἀμερῶς πανταχοῦ ὄντα· ὡς οὖν ἐκεῖνος ἅμα πανταχοῦ ἐστιν, οὕτως ὁ οὐρανὸς πανταχοῦ γίνεται. τῷ οὖν πανταχοῦ γίνεσθαι τὸ πανταχοῦ ὂν μιμεῖται· τελείωσις γὰρ τῶν χειρόνων ἡ πρὸς τὰ ὑπέρτερα ἐπιστροφή τε καὶ ἐξομοίωσις. οὕτω μὲν οὖν ὁ φυσικὸς πάντων τῶν φυσικῶν ἀποδίδωσι καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ αἴτιον, καὶ διὰ τοῦτο τὸν ὁρισμὸν [*](1 τῶν εἰρημένων τῆς ψυχῆς μερῶν τῆς τε Suid. V. Φυσικὸς λόγος 4 σῶμα πάλιν τί τὸ Pal. Suid. διὰ τί δὲ σφαιρικά om. D 5 αὐτοῖς R: αὐτῆς Dt 6 ἐν τῷ Τιμαίῳ] p. 33 Β 13 ἔχῃ R: ἔχει Dt ᾖ R: ἦν Dt 19 ὁ Ἀριστοτέλης] de caelo B4 p. 286b10 sqq. 21 ὁ Πλωτῖνος] Enn. II 2 init. 22 ταύτην delevi 24 ὡμοιῶσθαι Α Pal. Suid.: ὁμοιοῦσθαι DRt 25 εἰκόνα Dt: εἰκός R 26 νεύειν Suid. 29 ἔχει t Suid.: ἔχοι DR 31 ἀμερῶς om. Suid. ὡς οὖν — οὐρανὸς (32)] καὶ γὰρ καὶ τὸ οὐράνιον σῶμα Α Suid. ἐκείνως R 34 post ἐξομοίωσις iterant quae 19—21 leguntur ἀποδίδωσι δὲ καὶ ὁ Ἀριστοτέλης — συννένευκεν DRt)
57
ἀποδίδωσιν ἐκ τῆς ὕλης ναὶ τοῦ εἴδους καὶ τῆς αἰτίας δι’ ἥν ἐστι τὸ [*](b 5r) εἶδος ἐν τῇ ὕλῃ.

Ὀ δὲ κατὰ μέρος τεχνίτης ἔχει μὲν καὶ αὐτὸς περὶ πάντα ταῦτα, διαφέρει δὲ τοῦ φυσικοῦ, ὅτι περὶ μερικόν τι καταγίνεται πρᾶγμα, οἷον ὁ ἰατρὸς περὶ τὰ ἀνθρώπινα σώματα, ὁ τέκτων περὶ λίθους καὶ ξύλα. ἀποδώσει δὲ καὶ οὗτος τὸν ὁρισμὸν περιλαμβάνων καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν αἰτίαν. διαφέρει δὲ καὶ ταύτῃ τοῦ φυσικοῦ, ὅτι ὁ μὲν κατὰ μέρος τεχνίτης τὰς προσεχεῖς αἰτίας ἀποδίδωσι μόνας, ὁ δὲ φυσικὸς καὶ τὰς πρώτας, οἷον αἰτιάσεται τῆς γενέσεως καὶ φθορᾶς ὁ ἰατρὸς τὴν συμμετρίαν τῶν χυμῶν καὶ τῆς τούτων συμμετρίας τὰ στοιχεῖα, ὁ δὲ φυσικὸς καὶ ἐπέκεινα | χωρήσει καὶ ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος. δεῖ γὰρ καὶ τὸν κατὰ b 5v μέρος τεχνίτην εἰδέναι καὶ τὴν αἰτίαν. “ἐγὼ γάρ’’, ὁ Πλάτων’ φησίν, “ τέχνην οὐ κλῶ ὃ ἄν ᾖ ἄλογον πρᾶγμα”.

Ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας· περὶ ταῦτα γὰρ καταγίνεται· καὶ ταύτην οὐχ ὡς αἰτίαν σκοπῶν, ἀλλ’ ἁπλῶς ὡς πρᾶγμά τι ἢ εἶδος, οἷον ὅτι ὁ θυμὸς ὄρεξίς ἐστιν ἀντιλυπήσεως. ἐνταῦθα οὐδαμοῦ τῆς οὐσίας τοῦ θυμοῦ ἔννοιαν ἡμῖν δέδωκεν, ἀλλὰ μόνην τὴν αἰτίαν εἶπε δι’ ἥν ἐστιν· ἵνα γὰρ ἀντιλυπήσῃ τὸν προλυπήσαντα· καὶ διὰ τοῦτο κενὸν αὐτόν φησιν εἶναι, διότι τοῦ πράγματος οὐκ ἐφάπτεται. ὅτι δὲ καὶ τὴν αἰτίαν λέγων οὐχ ὡς αἰτίαν αὐτὴν ἀποδίδωσιν ἀλλ’ ἀπλῶς ὡς πρᾶγμά τι, δῆλον ἐξ ὧν τοῦ αἰτιατοῦ οὐκ ἐμνήσθη. αἰτιατὸν δὲ τῆς ὀρέξεως ἡ ζέσις τοῦ περικαρδίου αἵματος· ἐπειδὴ γὰρ βούλεται ἀντιλυπῆσαι, διὰ τοῦτο κινεῖ τὸ περικάρδιον αἷμα. ὥστε εἰ ὁ μὲν διαλεκτικὸς ὁρισμὸς τὸ αἴτιον λέγων οὐ μέμνηται τοῦ αἰτιατοῦ, πᾶσα δὲ ἀνάγκη τὸν περὶ τοῦ αἰτίου διαλεγόμενον καὶ τοῦ αἰτιατοῦ μνησθῆναι (ταῦτα γὰρ τῶν πρός τι), δῆλον ἄρα ὅτι οὐχ ὡς αἰτίας μέμνηται τῆς αἰτίας, ἀλλ’ ὡς εἶπον ὡς πράγματος.

Ὁ δὲ μαθηματικὸς καὶ αὐτὸς καταγίνεται περὶ τὰ εἴδη τὰ ἀχώριστα τῆς ὕλης, οὐ πάντα ἀλλ’ ὅσα δυνατὰ τῇ ἐπινοίᾳ χωρίζεσθαι· ταῦτα δ’ ἐστὶ τὰ καλούμενα κοινὰ αἰσθητά, οἷον μεγέθη καὶ σχήματα. σαρκὸς γὰρ εἶδος καὶ ὀστοῦ καὶ τῶν τοιούτων οὐδὲ κατ’ ἐπίνοιαν χωρισθῆναι τῆς ὕλης δύναται· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποιεῖται ἡ σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ἀφαιρουμένης δὲ τῆς ὕλης καὶ αὐτὰ συναφῄρηται. ἀποδίδωσιν οὖν ὁ μαθηματικὸς τῶν καθ’ αὑτὰ τῶν εἰδῶν τῶν ἐξ ἀφαιρέσεως τοὺς ὁρισμοὺς οὐχ ὑπολογιζόμενος ὕλην, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ἀποδιδούς. διὸ οὐδὲ τῆς αἰτίας ἐν τῷ ὁρισμῷ μέμνηται· εἰ γὰρ καὶ τὴν αἰτίαν ὡρίζετο, πάντως ἄν καὶ τὴν ὕλην παρελάμβανεν · ἐπειδὴ οὖν οὐ διαλέγεται περὶ ὕλης, διὰ τοῦτο [*](4 πρᾶγμα AR: τὸ πρᾶγμα Dt 9 αἰτιάσεται AR: αἰτίας αἱ Dt post φθορᾶς add. εἰσιν Dt 11 δεῖ γὰρ Dt: δεῖ δὲ R 12 καὶ om. R ὁ Πλάτων φησίν] Gorg. p. 465 Α 25 τοῦ αἰτίου R: τοῦ om. Dt μνησθῆναι DR: μνημονεῦσαι t 28 ἀχώριστα Α: χωριστὰ DRt 31 οὐδὲν R 35 τῶν καθ’ αὑτά] fort, αὐτῶν καθ’ αὐτὰ τῶν εἰδῶν τῶν DRt: τῶν utrumque om. Α 38 ἐπειδὴ Dt ἐπεὶ R)

58
οὐδὲ τῆς αἰτίας μεμνήσεται· οἷον τί ἐστι τρίγωνον; σχῆμα ὑπὸ τριῶν [*](b 5v) εὐθειῶν περιεχόμενον· τί ἐστι κύκλος; σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον. ἐν τούτοις οὔτε ὕλης ἐμνήσθη καὶ διὰ τοῦτο οὐδὲ αἰτίας, δι’ ἣν ἐν τῇδε τῇ ὕλῃ τόδε τὸ εἶδός ἐστιν· ἀλλ’ ἐὰν ἄρα, τῶν συμπτωμάτων τῶν καθ’ αὑτὰ συμβαινόντων τοῖς σχήμασι τούτων τὰς αἰτίας ἀποδώσει, οἷον διὰ τί τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει.

Ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης εἰδῶν διαλέξεται. τῶν γὰρ εἰδῶν τῶν ἐνύλων εἰσὶ καὶ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ λόγοι, εἰσὶ δὲ καὶ ἐξῃρημένοι ἐν τῷ δημιουργικῷ νῷ. καὶ τῶν ἐν τῇ ψυχῇ οἱ μέν εἰσι διαστατοὶ οἱ ἐν τῇ φαντασίᾳ, οἱ δὲ ἀμερεῖς καὶ ἀδιάστατοι οἱ ἐν τῷ λογικῷ μέρει τῆς ψυχῆς. ὁ μὲν οὖν γεωμέτρης περὶ τῶν ἐν τῆ φαντασίᾳ διαλέγεται διαστατῶν εἰδῶν· ὡς γὰρ ἀβακίῳ κέχρηται τῇ φαντασίᾳ μεριστῶς ἐνεργῶν καὶ διαστήματα ἀναμετρῶν καὶ τέμνων· ὁ μέντοι πρῶτος φιλόσοφος διαλέξεται περὶ τῶν εἰδῶν τῶν τε ἐν τῷ λογικῷ μέρει τῆς ψυχῆς καὶ τῶν δημιουργικῶν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν ἐν τῇ ψυχῇ εἰκόνες εἰσὶ τῶν πρώτων καὶ τῶν πραγμάτων γνωστικοί, οἱ δὲ ἕτεροι ἀρχέτυποί εἰσι καὶ ποιητικοί. περὶ μὲν οὖν τῶν δημιουργικῶν διαλεγόμενος ὡς θεωρητικὸς ἐνεργήσει, περὶ δὲ τῶν ἐν τῇ ψυχῇ ὡς καθαρ- τικός· καθαρτικῶς γὰρ ἐνεργεῖ, ὅταν ἐπιστρέφῃ πρὸς ἑαυτὸν καὶ γινώσκῃ τὴν οὐσίαν τῆς ψυχῆς· τότε γὰρ κατ’ ἐπιστήμην ὄντως ἡ κάθαρσις καὶ τῶν παθῶν καὶ τῆς ἀγνοίας. τὴν δὲ οὐσίαν γινώσκων τῆς ψυχῆς εἴσεται ὅτι τῶν εἰδῶν ἔστι πλήρωμα, καὶ διὰ τοῦτο τὰς μαθήσεις ἐρεῖ ἀναμνήσεις εἶναι.

Ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως, ὁ διαλεκτικὸς δηλονότι· τοῦτο δὲ ἡ αἰτία ἐστὶ καὶ τὸ τέλος τῆς τοῦ θυμοῦ κινήσεως. ὁ δὲ ζέσιν τοῦ περὶ τὴν καρδίαν αἵματος ἢ θερμοῦ, ὁ φυσικός· οὗτος δὲ ἐκ τῆς ὕλης· ὕλη γὰρ τὸ αἷμα τὸ περὶ τὴν καρδίαν ἢ ἁπλῶς τὸ θερμόν. πῶς δὲ λέγομεν ἐκ τῆς ὕλης εἶναι τοῦτον; καίτοι δόξειεν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους εἶναι· εἶπε γὰρ ζέσιν εἶναι, τοῦτο δὲ εἶδος τοῦ θυμοῦ, ὕλη δὲ τὸ περὶ τὴν καρδίαν αἷμα, αἰτία δὲ οἱονεὶ τελικὴ τὸ δι’ ὄρεξιν ἀντιλυπήσεως. ἀλλὰ λέγω ὅτι οὐχ ἁπλῶς ἡ ζέσις εἶδός ἐστι τοῦ θυμοῦ, ἐπεὶ οὕτως γε ὁσάκις ἄν ζέσειε τὸ περικάρδιον αἷμα καὶ ἐξ ἄλλων προφάσεων, θυμὸς ἂν ἦν· ἀλλὰ εἶδός ἐστι τοῦ θυμοῦ ἡ ζέσις ἡ ὑπὸ τοῦδε γινομένη, ὡς αὐτὸς ἔναγχος εἶπε, λέγω δὲ ὑπὸ τοῦ λυπήσαντος. ὥστε ἡ ἁπλῶς ζέσις τοῦ αἵματος εἴη ἂν ὡς προσεχὴς ὕλη ὑποκειμένη τῇ διὰ τὸν λυπήσαντα γινομένῃ. πότε οὗν μεμνήμεθα τοῦ εἴδους; ὅταν προσθῶμεν ὅτι ὄρεξις ἀντιλυπήσεως· ἐν γὰρ τῷ εἰπεῖν ἀντιλυπήσεως ἐμνήσθη τό τε ὑπὸ τοῦ λυπήτριγώνιον [*](1 R 6 ὀρθαῖς scriipsi: ὀρθὰς libri D οἱ λόγοι t εἰσὶ ’δε καὶ Α: καὶ οἱ DRt 11 λογικῷ DRt: λογιστικῷ Α 12 διαλέξεται Α 17 καὶ om. R 19 καθαρτικῶς AR: om. D: καθαρτικὸς t γινώσκει t 24 τοῦτο D2t: τοῦ R 26 αἵματος — καρδίαν (27) om. R 29 τοῦτο δὲ εἶδος Rt: τῆς τοιᾶσδε ὕλης D2 in litura ὕλη δὲ—θυμοῦ (31) om. D)

59
σαντος κεκινῆσθαι τὴν ζέσιν, καὶ διὰ τὸ ἀντιλυπῆσαι αὐτόν· τὸ γὰρ ἀντιλυπῆσαι [*](b 5v) σημαίνει καὶ τὸν προλυπήσαντα.

p. 403 b 1 τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος [*](46) καὶ τὸν λόγον.

Ὁ μὲν γὰρ φυσικὸς τὴν ὕλην ἀπέδωκεν, ὁ δὲ διαλεκτικὸς τὸ εἶδος ἤτοι τὴν αἰτίαν. ἔστι γὰρ καὶ ἡ αἰτία οἷον εἶδος χαρακτηρίζουσα τοῦ θυμοῦ πάθος ἐξαίρετον· κινηθήσεται γάρ, ὅπερ εἶπον, καὶ διὰ ἄλλας τινὰς αἰτίας τὸ περὶ τὴν καρδίαν αἷμα, οὐ μὴν εἰς τὸ ἀντιλυπῆσαι· τοῦτο γὰρ χαρακτηριστικὸν τοῦ θυμοῦ· ὥστε ἡ αἰτία αὕτη καὶ εἶδος ἔσται. καὶ ἐνταῦθα μὲν ὁλοσχερέστερον λέγει τὸν φυσικὸν ἐκ τῆς ὕλης ἀποδιδόναι τὸν ὁρισμόν, ἐφεξῆς δὲ ἀκριβέστερον ζητήσας αὐτὸ τοῦτο, τίς εἴη τοῦ φυσικοῦ ὁρισμός, ἐπικρίνει καὶ λέγει ὅτι ὁ μετὰ τῆς ὕλης καὶ τὸ εἶδος ἀποδιδοὺς τὸ μέτα τῆς αιτιας.

p. 403 b 2 Ὁ μὲν γὰρ λόγος, ὁ δὲ τοῦ πράγματος·

Ὑποστικτέον εἴς τε τὸν γάρ σύνδεσμον καὶ εἰς τὸν δέ, ἵνα ᾖ οὕτως· ὁ μὲν γὰρ τῶν ὁρισμῶν ὁ λόγος ἐστὶ καὶ ἡ | αἰτία ἤτοι τὸ εἶδος τοῦ b 6r θυμοῦ, ὁ δ’ ἕτερος τοῦ πράγματός ἐστιν ὁρισμός, τουτέστι τῆς οὐσίας καὶ τῆς ὕλης.

p. 403 b 3 Ἀνάγκη δὲ εἶναι τοῦτον ἐν ὕλῃ τοιαδί, εἰ ἔσται.

Τοῦτον, φησί, τὸν ἐκ τοῦ εἴδους ὁρισμόν, εἰ μέλλοι ἐν ὑποστάσει εἶναι καὶ μὴ κενός τε εἶναι καὶ κατ’ οὐδενὸς πράγματος φέρεσθαι, ἀνάγκη εἶναι ἐν ὕλῃ· ὥστε τὸν μέλλοντα τελείως ὁρίσασθαι δεῖ καὶ τῆς ὕλης μνησθῆναι.

p. 403 b 3 Ὥσπερ οἰκίας ὁ μὲν λόγος τοιοῦτός τις, σκέπασμα κωλυτικὸν φθορᾶς ὑπὸ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων. ὁ δὲ φήσει λίθους καὶ ξύλα.

Τοῦτο τῶν αὐτῶν ἐστι παράδειγμα. ὁ μὲν οὖν ὁρισμός, φησίν, ὁ λέγων σκέπασμα κωλυτικὸν καὶ τὰ ἑξῆς, οὗτος διαλεκτικός ἐστι τὴν αἰτίαν τῆς οἰκίας τὴν τελικὴν ἀποδεδωκώς, ὁ δὲ λέγων ὁρισμὸν ὅτι λίθος καὶ πλίνθος καὶ ξύλα τὴν ὕλην ἀποδώσει. ποῖον οὖν τὸ εἶδος τῆς οἰκίας; ἐστι μέν, [*](5 ἀποδέδωκεν R 14 ὁ δὲ τοῦ] sic DRt Simpl. Soph, et de an. codd. plerique: εἶδος de an. UX 15 ἀποστικτέον t 21 μὴ D2t: om. D1R 24 post μὲν add. γὰρ R τις DR de an. S: ἄν εἴη ὅτι t de an. UV: ὅτι de an. E 26 φήσει DR, de an. plerique: φησι t, de an. SVX 27 τοῦτο — παράδειγμα om. t)

60
ὡς ἤδη εἶπον, καὶ ἡ αἰτία εἶδος· πλὴν εἴποις ἄν εἶδος προσεχὲς τῆς [*](b 6v) οἰκίας τὴν τοιάνδε τῶν εἰρημένων σύνθεσιν, ὕλην δὲ τὰ τοιάδε ξύλα καὶ λίθους καὶ πλίνθους· οὐδὲ γὰρ τὰ τυχόντα.

p. 403 b 6 Ἕτερος δ’ ἐν τούτοις τὸ εἶδος, ἕνεκα τωνδί.

Ἀποδεδωκὼς ὁρισμοὺς δύο, τόν τε ἐκ τῆς ὕλης καὶ τὸν ἐκ τοῦ εἴδους, νῦν φησιν ὅτι ἐστὶ καὶ ἕτερός τις ὁρισμός, ὅστις καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν αἰτίαν παραλήψεται, οἷον ὅτι οἰκία ἐστὶ σκέπασμα ἐν τοιᾷδε συνθέσει λίθων καὶ πλίνθων καὶ ξύλων· εἶτα καὶ ἡ αἰτία τοῦ τόδε τὸ εἶδος ἐν τῇ τοιᾷδε ὕλῃ εἶναι, κωλυτικὸν φθορᾶς ὑπὸ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων. οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι σκέπασμα κωλυτικὸν φθορᾶς καὶ τὰ ἑξῆς εἰς παράστασιν τῆς οἰκίας· ταύτῃ γὰρ καὶ σπήλαιον ἔσται ἡ οἰκία καὶ σκηνή· ἀλλὰ δεῖ προσθεῖναι τὴν ποιότητα τῆς ὕλης καὶ τῆς συνθέσεως.

p. 403 b 7 τίς οὖν ὁ φυσικὸς τούτων; τῶν τριῶν, φησίν, ὁρισμῶν ποῖον ἐροῦμεν εἶναι τοῦ φυσικοῦ; πότερον ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, ἢ ὁ περὶ τὸν λόγον μόνον; ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; εἰπὼν ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν ἅμα τῇ διαιρέσει τό τε παραλελειμ- μένον τῆς διαιρέσεως προσέθηκε τμῆμα [εἰπὼν ἢ μᾶλλον ἐξ ἀμφοῖν] καὶ ἅμα καὶ τὴν ἐπίκρισιν συνέπλεξεν. ἐξ ἀμφοῖν δὲ εἶπε, καίτοι τριῶν ὄντων ἐπὶ τοῦ φυσικοῦ ὁρισμοῦ, ὕλης, εἴδους καὶ αἰτίας, ὅτι ὡς εἶπον πολλάκις ἡ αἰτία καὶ εἶδός ἐστιν.

p. 403 b 9 Ἐκεινων δὲ δὴ τίς ἑκάτερος; ἢ οὐκ ἔστι τις ὁ περὶ τὰ πάθη τῆς ὕλης τὰ μὴ χωριστά, μηδ’ ᾗ χωριστά. Εἰπὼν κατὰ μὲν τὴν ἀρχὴν διαλεκτικοῦ μὲν εἶναι τὸν ἐκ τοῦ εἴδους ὁρισμόν, φυσικοῦ δὲ τὸν ἐκ τῆς ὕλης, εἶτα προελθὼν καὶ διορθώσας τὸν λόγον καὶ εἰπὼν ὅτι φυσικοῦ ἐστιν ὁ ἐξ ἀμφοῖν ἀποδιδόμενος ὁρισμός, ζητεῖ εἰκότως περὶ τῶν λοιπῶν δύο ὁρισμῶν τοῦ τε ἐκ τῆς ὕλης μόνης καὶ τοὐ ἐκ τοῦ εἴδους, τίνος ὅν εἴη τεχνίτου ἑκάτερος ὁρισμός. καὶ περὶ μὲν τοῦ ἐκ τοῦ εἴδους μόνου ὅτι ἐστὶ διαλεκτικοῦ οὐδὲν λέγει· ἤδη γὰρ εἶπεν· περὶ δὲ τοῦ ἐκ τῆς ὕλης μόνης λέγει ὅτι οὐκ ἔστιν οὐδεμία τέχνη περὶ ὕλην μόνην καταγινομένη. πᾶσα γὰρ τέχνη εἶδος ἐπιθεῖναι βούλεται τῇ ὑποβεβλημένῃ ἑαυτῇ ὕλῃ, ὥστε οὐκ ἔστι τέχνη ἥτις ὁριεῖται ἐκ τῆς ὕλης μόνης. οὐκ εἶπε δὲ ἁπλῶς ὅτι οὐκ ἔστι τέχνη καταγινομένη περὶ τὴν [*](4 τωνδί t: τωνδὶ (δι man. alt.) D: τῶν ἀεὶ R 8 τοῦ τόδε scripsi: τοῦτο δὲ libri 9 εἶναι Dt: ἐστί R 11 ταύτῃ γὰρ R: κατὰ τοῦτο ταύτῃ γὰρ D: κ. τ. γὰρ ταύτῃ t 18 εἰπὼν—ἀμφοῖν delevi 18. 19 καὶ ἅμα om. R 20 καὶ om. R 25 διαρθρώσας R)

61
ὕλην, ἀλλὰ περὶ τὰ πάθη τῆς ὕλης τὰ μὴ χωριστά, μηδὲ ᾗ χωριστά, [*](b 6r) διότι πᾶς τεχνίτης οὐ περὶ τῆς ἁπλῶς ὕλης διαλέγεται, ἀλλὰ περὶ τινός, ᾗ πάντως συμβέβηκε καθ’ αὑτά τινα πάθη. καὶ ὁ φυσικὸς δὲ εἰ καὶ διαλέγεται καὶ περὶ τῆς ἀπλῶς ὕλης, ἀλλὰ καὶ περὶ τῆς τινός, τίς τῶν ἐν μετεώροις ὕλη καθόλου τε καὶ ἐν μέρει, τίς χαλάζης, τίς χιόνος καὶ τῶν λοιπῶν· ὁμοίως καὶ. περὶ τῶν ἐν γῇ, τίς ζῴων, τίς μετάλλων καὶ τῶν λοιπῶν. ἐπειδὴ οὖν περὶ τῆς τινὸς ὕλης τοῖς τεχνίταις ὁ λόγος, αὐτὴ δὲ καθ’ αὑτὴν ἔχει τινὰ πάθη συμβεβηκότα, ἅπερ οἱ τεχνῖται περιεργάζονται, διὰ τοῦτο προσέθηκε περὶ τὰ πάθη τῆς ὕλης. ζητεῖ γὰρ ὁ τέκτων πρὸς κατασκευὴν τῆς θύρας εὐθέα ξύλα, καὶ εἰ ἐρωτηθείη διὰ τί, φήσει ὅτι ταῦτα ἐφαρμόζει ἀλλήλοις· ζητεῖ ὁ ναυπηγὸς φέρ’ εἰπεῖν οὐκ ἔβενον, ὅτι πυκνὴ καὶ οὐκ ἐπιπλεῖ, τυχὸν δὲ οὐδὲ δρῦν, ἀλλὰ τὰ μανότερα οἷον κυπάριττον καὶ τὰ τοιαῦτα· ὁμοίως ὁ οἰκοδόμος περιεργάζεται τὰ πάθη τῆς ἰδίας ὕλης, ὅτι οὐ δεῖ φέρ’ εἰπεῖν τοὺς κισηρώδεις λίθους παραλαμβάνειν, ὅτι εὔθρυπτοι· ὁμοίως ἐπὶ πάντων τῶν λοιπῶν τεχνιτῶν. προσέθηκε δὲ τὸ μὴ χωριστά, μηδὲ ᾗ χωριστά, μὴ χωριστὰ μέν, ὅτι τὰ πάθη τῶν ἀπηριθμημένων ὑλῶν, μᾶλλον δὲ πάσης ὕλης ὡς ὕλης τὰ πάθη ἀχώριστα. οἷον τῆς ὕλης τοῦ πλοίου τῶν ξύλων τὸ μανὸν πάθος ἀχώριστον, ἢ τῶν λίθων τῆς ὕλης τῆς οἰκίας τὸ πυκνόν. τὸ δὲ μηδὲ ᾗ χωριστά, τουτέστι καθὸ μηδὲ τῷ λόγῳ δύνανται χωρίζεσθαι· τινὰ γὰρ τῶν παθῶν χωριστά ἐστι τῷ λόγῳ, οἷον τὰ σχήματα καὶ πάντα τὰ μαθηματικά· ταῦτα γὰρ τῇ ἐπινοίᾳ χωρίσαι δυνάμεθα· τὸ μέντοι μανὸν τοῦ ξύλου ἢ πυκνὸν οὐδὲ κατ’ ἐπίνοιαν χωρὶς θεωρῆσαι δυνάμεθα. ταῦτα οὖν ἐστιν ὕλης πάθη, ἃ μηδὲ κατ’ ἐπίνοιαν χωρίσαι δυνατόν, ἅπερ καὶ παραλαμβάνονται ἐν τῷ τῆς ὕλης λόγῳ· τὸ γὰρ φέρ’ εἰπεῖν μανὸν ξύλον τὸ ὅλον τοῦτο ὕλη ἐστί· τὰ μέντοι σχήματα οὔκ εἰσιν ὕλης πάθη ἀλλὰ σώματος· ἐπισυμβαίνουσι γὰρ τῷ εἴδοπεποιημένῳ σώματι, ἀλλ’ οὐχ ᾗ φυσικῶ· διὸ καὶ χωριστὰ τῷ λόγῳ. τὰ γὰρ ὡς φυσικῶν σωμάτων πάθη ταῦτα ἀχώριστα, οἷον τὸ μανόν, τὸ ξηρόν, τὸ βαρύ. οὕτως οὐδὲ ἡ ζέσις τοῦ θυμοῦ ἡ ἐν τῷ αἵματι χωρισθείη ἂν οὐδὲ κατ’ ἐπίνοιαν· ὥστε τὸ ὅλον τοῦτο ἡ τοῦ περικαρδίου αἵματος ζέσις ὕλη τοῦ θυμοῦ. | οὐκ ἔστιν οὖν, b 6v φησί, τέχνη ἥτις περὶ μόνα τὰ πάθη τῆς ὕλης καταγίνεται δίχα τινὸς λόγου καὶ αἰτίας. ὅθεν καὶ ὁ Πλάτων’ καλῶς τὸ “ ἐγὼ δὲ οὐ καλῶ τέχνην ὃ ἄν ᾖ ἄλογον πρᾶγμα’’. εἰ δὲ τοῦτο, οὐδεὶς ἀποδώσει ὁρισμὸν ἀπὸ τῆς ὕλης μόνης.

[*](2 ἁπλῆς R 4 καὶ (post διαλέγεται) om. R 8 τινὰ] τὰ t 12 μανότερα R: μανώτερα Dt 16 δὲ τὸ R: δὲ τῷ Dt 17 ὑλῶν Dt: εἰδῶν R 19 μηδὲ D: μὴ Rt 27 οὐχ ᾖ D2t: οὐχὶ D1R 29 ξυρόν t 32 φησὶν ἡ τέχνη R 33 ὁ Πλάτων] Gorg. p. 465 Α)
62

p. 403b10 Ἀλλ’ ὁ φυσικὸς περὶ πάντα, ὅσα τοῦ τοιούτου σώματος [*](b 6v) καὶ τῆς τοιαύτης ὕλης ἔργα καὶ πάθη.

Διὰ μὲν οὖν τοῦ εἰπεῖν περὶ πάντα διακρίνει αὐτὸν τοῦ καθ’ ἕκαστα [*](6) τεχνίτου· ἐκείνων γὰρ ἕκαστος περὶ μερικόν τι ἔχει· διὰ δὲ τοῦ εἰπεῖν τοῦ τοιούτου σώματος ἐχώρισεν αὐτὸν τοῦ μαθηματικοῦ· οὐ γὰρ σκοπεῖ τὰ σχήματα ᾗ τοιοῦδε σώματος, διὸ οὐδὲ παραλαμβάνει ὕλην ἐν τοῖς ὁρισμοῖς. ἔτι μέντοι χωρίζοι ἄν αὐτὸν καὶ τοῦ διαλεκτικοῦ καὶ τοῦ πρώτου φιλοσόφου· οὐδεὶς γὰρ τούτων ᾗ τοιούτου σώματος τὰ πάθη ταῦτα σκοπεῖ οὐδὲ ἐν ὕλῃ, ὡς ἤδη εἴπομεν. περὶ πάντων οὖν τοῦ φυσικοῦ ἐστιν ἔργον εἰπεῖν, ὅσα τοὐ τοιούτου σώματος· οὐ γὰρ μόνον περὶ σώματος διαλέξεται, ἀλλὰ καὶ περὶ τοῦδε τοῦ σώματος· περὶ πάντων οὖν, φησί, δι’ ὧν ἕκαστον σῶμα τόδε τί ἐστι. καὶ τῆς τοιαύτης ὕλης· ἑκάστου γὰρ ἀποδίδωσι τὴν προσεχῆ ὕλην μετὰ τῶν ἰδίων αὐτῆς παθῶν ἢ ἔργων· πάντα γὰρ τὰ ἔνυλα σώματα ἐν τῷ ποιεῖν ἢ πάσχειν θεωρεῖται. ἢ ἔργα καὶ πάθη, καὶ τοῖς 6 Ἀλέξανδρος, ἀντὶ τοῦ ἐρεῖ περὶ τῶν παθῶν τῶν ἐν τῇ ὕλῃ καὶ τοῖς σώμασι μετὰ τοῦ λόγου αὐτῶν, τουτέστι τῆς αἰτίας, ὅσα δὲ δὲ μὴ τοιαῦτα, ἄλλος· μὴ τοιαῦτα ὅσα ἀπηριθμήσατο. εἰ γὰρ ὁ κατὰ μέρος τεχνίτης περὶ τὰ εἰρημένα καταγίνεται, ἀλλ’ οὖν οὐ περὶ πάντα· τῶν οὖν παρὰ τὰ εἰρημένα περὶ τινῶν μὲν ὁ καθ’ ἕκαστα τεχνίτης διαλέξεται, οἷον ὁ τέκτων περὶ ξύλων εὐθύτητος ἢ ξηρότητος, περὶ τινῶν δὲ ὁ ἰατρός, περὶ σωμάτων καμνόντων.

p. 403 b 14 τῶν δὲ μὴ χωριστῶν μέν, ᾗ δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφ’ αἱρέσεως, ὁ μαθηματικός.

Καὶ γὰρ ὁ μαθηματικὸς περὶ ἀχωρίστων μὲν εἰδῶν διαλέγεται, ἀλλ’ οὐχ ᾗ τοῦ τοιοῦδε σώματος πάθη, τουτέστιν οὐχ ὡς χαλκοῦ πάθη ἢ ξύλου ἤ τινος τοιούτου, ἀλλ’ οἷον ἀποσυλήσας αὐτὰ τῆς ὕλης (τοῦτο γὰρ σημαίνει τὸ ἐξ ἀφαιρέσεως) οὕτω περὶ αὐτῶν καθ’ αὑτὰ ἐπισκοπεῖ· σαρκὸς μὲν γὰρ εἶδος καὶ ξύλου καὶ τῶν τοιούτων ἀχώριστόν τέ ἐστι καὶ τοιουδὶ σώματος πάθος, οἷον τῆς τοιᾶσδε τῶν στοιχείων συνδρομῆς τε καὶ κράσεως, διὸ οὐδὲ κατ’ ἐπίνοιαν χωρισθῆναι δύναται· τὰ μέντοι μαθηματικά, φημὶ δὴ τὰ σχήματα, ἀχώριστα μὲν καὶ αὐτὰ τῆς ὕλης, ἀλλ’ οὐχ ᾗ τοιόνδε σῶμα τὸ ὑποκείμενον ὑπάρχοντα αὐτῷ, διὸ καὶ πλείστοις τὰ αὐτὰ ὑπάρχει, καὶ ξύλῳ καὶ λίθῳ καὶ ἄλλοις πλείστοις, τοῦ τῆς σαρκὸς εἴδους ἢ τοῦ ὀστοῦ οὐχ οὕτως ἔχοντος. διὸ ἐπεὶ μὴ τοιοῦδέ εἰσι σώματος [*](1 τοῦ τοιούτου DR: τοιουδὶ t et de an. SUW: τοῦ τοιουδὶ de an. codd. rell. o καθ’ ἕκαστον t 11 δι’ ὧν Dt: ἐρεῖ ὧν R 17 ἄλλως R 19 περίτινον t καθ’ ἕκαστον R 27 αὐτῶν Dt: τῶν αὐτῶν R καθ’ αὑτὰ Rt: αὐτὸν καθ’ αὑτὸν D 28 ξύλων K 28. 29 καὶ τοιουδὶ σώματος Rt: καίτοι οὐ διὰ σώματος D 29 οἶον τῆς R: οἶόν τε Dt 32 σῶμα om. t)

63
πάθη, διὰ τοῦτο καὶ τῇ ἐπινοίᾳ χωρισθῆναι δύναται μηδὲν τῆς ὕλης ἐμποδιζούσης [*](b 6v) ἐν ᾗ συνεστήκασιν.

p. 403 b 15 Ἧι δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος.

Οἱ βουλόμενοι τὸν φιλόσοφον εἰδέναι τὰς ἰδέας δράττονται τοῦ ῥησειδίου τούτου. ἰδού, φασίν, οἶδε τὰ χωριστὰ εἴδη τῶν τῇδε, περὶ ὧν φησι τὸν πρῶτον φιλόσοφον διαλέγεσθαι· συνεπιφέρουσι δὲ καὶ τὰ ἀλλαχοῦ αὐτῷ εἰρημένα εἰς μαρτυρίαν, ὅτι αὐτός ἐστιν ὁ εἰπὼν διττὴν εἶναι τὴν τάξιν, τὴν μὲν ἐν τῷ στρατηγῷ, τὴν δὲ ἐν τῷ στρατῷ· καὶ τὴν ἐν τῷ ποιητικὴν εἶναι τῆς ἐν τῷ στρατῷ. καὶ πάλιν φησὶ διττὴν εἶναι τὴν ὑγίειαν, τὴν μὲν ἐν τῷ ἰατρῷ ποιητικὴν τὴν κατὰ τὸν λόγον, τὴν δὲ ἐν τῷ ὑγιαίνοντι σώματι· ὥστε οἶδε καὶ τὰ χωριστὰ εἴδη. οἱ δὲ μὴ βουλόμενοι τὰς ἰδέας αὐτὸν λέγειν φασὶν ὅτι χωριστὰ εἴδη λέγει αὐτὰς τὰς οὐσίας τὰς θείας ἅπερ κατὰ τὸ παντελὲς κεχώρισται τῆς ὕλης, ὡς καὶ αὐτὸς ἀλλαχοῦ φησιν, ὅτι ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν.

p. 403b 16 Ἀλλ’ ἐπανιτέον ὅθεν ὁ λόγος. ἐλέγομεν δὴ ὅτι τὰ πάθη τῆς ψυχῆς ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζῴων, ᾗ δὴ τοιαῦτα ὑπάρχει, θυμὸς καὶ φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ καὶ ἐπίπεδον.

Εἰπὼν ὅτι τὰ πάθη τῆς ψυχῆς λόγοι ἔνυλοί εἰσι καὶ διὰ τοῦτο οὐ περὶ πάσης ψυχῆς τοῦ φυσικοῦ ἐστι διαλεχθῆναι, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης, καὶ διὰ τοῦτο ἀναγκασθεὶς εἰπεῖν ποσαχῶς ὁριστέον τὰ ἔνυλα καὶ ποίῳ ὁρισμᾷ ὁ φυσικὸς χρήσαιτο ἄν, εἶτα παρεξελθὼν καὶ εἰπὼν τίνες τοῖς λοιποῖς τῶν ὁρισμῶν χρήσαιντο ἄν, ὅπερ οὐδὲν πρὸς τὴν προκειμένην συνετέλει πραγματείαν, ἐπάνεισι νῦν εἰς τὸν περὶ τῶν παθῶν τῆς ψυχῆς λόγον καὶ ἀναμιμνήσκει τῶν εἰρημένων, ὅτι τῶν παθῶν τῆς ψυχῆς χρῄζομεν πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ. ἴσμεν οὖν, φησίν, ὅτι τὰ πάθη τῆς ψυχῆς τὰ εἰρημένα οὐκ ἰήιά εἰσι μόνης τῆς ψυχῆς ἀλλὰ τοῦ συναμφοτέρου, καὶ τούτου ἀχώριστα μηδὲ τῇ ἐπινοίᾳ δυνάμενα χωρίζεσθαι ὥσπερ ἐπὶ γραμμῆς καὶ ἐπιπέδου. ταῦτα γὰρ εἰ καὶ τὴν ὕπαρξιν ἀχώριστον ἔχει τῶν σωμάτων, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ χωρίζεται. οὐχ οὕτως οὖν ἀχώριστα τὰ πάθη τῆς ψυχῆς ὥσπερ γραμμὴ καὶ τὰ σχήματα, ἀλλ’ ὡς μηδὲ τῇ ἐπινοίᾳ χωρισθῆναι δυνάμενα τῆς ὕλης. ἀδύνατον γὰρ οὐσίαν θυμοῦ παραστῆσαι τῷ λόγῳ τὸν μὴ τῆς ὕλης μεμνημένον, ὡσαύτως καὶ τῶν [*](5 φασίν scripsi: φησιν libri ἔτῃ DR: ἤδη t 7 εἰπὼν διττὴν εἶναι κτλ.] Metaph. Λ 10 p. 1075 a 11 sqq. 9 φησὶ Dt: φασὶ R διττὴν εἶναι — σώματι (11)] cf. Metaph. Z 7 p. 1032 b 11 11 οἱ δὲ μὴ — εἴδη (12) om. 1) 14 ἀλλαχοῦ φησιν] de interpr. 13 p. 23 a 23 15 δὴ] δέ t et de an. codd. 17 ὑπάρχουσι R 21 εἰπεῖν D-t: om. D1R 25 λόγον — ψυχῆς om. R 30 ἔχει R corr. Α: ἔχουσι Dt 33 τῆς ὕλης AR: τῆς om. Dt)

64
ἄλλων παθῶν· τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ ᾗ δὴ τοιαῦτα ὑπάρχει. [*](b 6v) ὁ γὰρ θυμὸς καθὸ θυμὸς ἀχώριστός ἐστι τοῦ σώματος· ζέσις γάρ ἐστι τοῦ περικαρδίου αἵματος· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. ἡ μέντοι γραμμὴ καὶ τὸ τρίγωνον καὶ τὰ τοιαῦτα, καθὸ τοιαῦτά ἐστι, χωριστά ἐστι, εἰ καὶ τὴν ὕπαρξιν ἔχει ἀχώριστον · διὸ καὶ οἱ ὁρισμοὶ αὐτῶν ἀποδίδονται ἄνευ ὕλης. ἐπειδὴ οὖν θυμός ἐστι καὶ ἐν τῷ λόγῳ, ἔστι καὶ ἐν τῷ πνεύματι, ἔστι καὶ ἐν τῷ ἐζωωμένῳ σώματι, οἷον τοῦ μὲν | λόγου ἐπιτρέποντος τῷ [*](b 7r) πνεύματι τὴν ὄρεξιν, τοῦ δὲ πνεύματος τῇ ὀρέξει κινοῦντος τὸ περικάρδιον αἷμα τοὐ ζῴου, ὥσπερ ἔχει καὶ ἐπὶ βάσεως καὶ στρατηγοῦ καὶ στρατιωτῶν ὁ μὲν γὰρ βασιλεὺς ἐπιτρέπει τῷ στρατηγῷ ἀμύνασθαι τούσδε τινάς, ὁ δὲ στρατηγὸς κινεῖ τοὺς στρατιώτας, οἱ δὲ ἀμύνονται), ἐπειδὴ οὖν τριττὸς ὁ θυμός, ἵνα μὴ νομίσωμεν λέγειν αὐτὸν περὶ τοῦ ἐν τῷ λόγῳ ὅτι ἀχώριστός ἐστι τοῦ ζῴου (οὗτος γὰρ χωριστὸς παντὸς σώματος) ἢ τοῦ ἐν τῷ πνεύματι καὶ οὗτος γὰρ εἰ καὶ μὴ παντός, ἀλλ’ οὖν τοῦ γεώδους ἐστὶ χωριστὸς σώματος), διὰ τοῦτο εἶπε τὸ ἧ δὴ τοιαῦτά ἐστι, τουτέστιν ᾗ ζέσις τοῦ περικαρδίου αἵματος· οὗτος γὰρ δηλονότι ὁ θυμὸς ἀχώριστός ἐστι τούτου τοῦ ἐζωωμένου σώματος.

p. 403b20 ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον ἅμα διαπο ροῦντας περὶ ὧν εὐπορεῖν δεῖ καὶ τὰ ἑξῆς.

Ὅ λέγει τοῦτό ἐστι· τὴν οὐσίαν τῆς ψυχῆς ἐπιζητοῦντας καὶ προαποροῦντας εἰς τὸν περὶ αὐτῆς λόγον, ἐπειδή, ὡς καὶ ἐν τούτοις καὶ ἀλλαχοῦ φησιν, ἀρχή ἐστιν εὐπορίας ἡ ἀπορία ἀποροῦντας οὖν περὶ ψυχῆς ὑπὲρ τοῦ εὐπορῆσαι δεῖ καὶ τὰ παρὰ τῶν παλαιῶν περὶ αὐτῆς εἰρημένα προδιεξελθεῖν. καὶ τὴν αἰτίαν ἐπάγει· ἵνα, φησίν, εἴ τι μὲν καλῶς εἴρηται, ἀσπασώμεθα, εἴ τι δὲ οὐ καλῶς, τοῦτο φύγωμεν. ἃ μὲν λέγει ταῦτά ἐστιν· ἐπειδὴ δὲ ἀσαφεστέραν ἐποίησε τὴν λέξιν ἡ σύνταξις, δεῖ μικρὸν ὑπεβιβάσαντας αὐτὴν οὕτως εἰπεῖν· ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον προδιελθόντας τὰς τῶν προτέρων δόξας καὶ ἅμα διαποροῦντας περὶ ὧν εὐτορεῖν δεῖ συμπαραλαμβάνειν ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, καὶ τὰ ἑξῆς· τοῦ σκοποῦ γὰρ περὶ ψυχῆς, φησί, προκειμένου δεῖ προδιεξελθεῖν τῷ λόγῳ καὶ ἀπαριθμήσασθαι τὰς τῶν προτέρων δόξας καὶ συμπαραλαβεῖν αὐτὰς ἐν τῷ λόγῳ, καὶ εἴ τι μὲν μὴ καλῶς εἴρηται, φυλάξασθαι, εἴ τι δὲ καλῶς, ἀσπάσασθαι.

[*](1 τὸ ᾖ R: τῷ ᾗ Dt δὴ Dt: δὲ R 4 εἰ om. R 12 νομίσωμεν DR: νοήσωμεν t ὅτι ὁ ἀχώριστος D2 13 ἢ D2t: om. D1R 15 ἧ (ante ζέσις) scripsi: ἡ libri 18 ἀναγκαῖος t 19 καὶ τὰ ἑῶ om. t lemmate usque ad εὐλαβηθῶμεν (p. 403 b 24) perscripto 20 ὃ δὴ λέγει Rt τοῦτό D: τοιοῦτόν Rt 29 ὅσον D)
65

p. 403 b 24 Ἀρχὴ δὲ τῆς ζητήσεως προθέσθαι τὰ μάλιστα δοκουντα [*](b 7r) ὑπάρχειν αὐτῇ κατὰ φύσιν.

Ὅπερ προέθετο ποιῆσαι τοῦτο ποιεῖ, λέγω δὴ ἐκ τῶν καθ’ αὑτὸ συμβεβηκότων τῇ ψυχῇ τὸν ὁρισμὸν αὐτῆς εὑρεῖν. εἶπε γὰρ ὅτι οὐ μόνα τὰ συμβεβηκότα καθ’ αὑτὸ ἐκ τοῦ ὁρισμοῦ μανθάνομεν, ἀλλὰ πολλάκις καὶ ἀνάπαλιν ἐκ τῶν συμβεβηκότων τὸν ὁρισμόν, ὅταν σαφέστερα ᾖ ταῦα του ὁρισμοῦ. λαμβάνει οὖν τὰ δοκοῦντα τῇ ψυχῇ ὑπάρχειν, τοῦτο δέ ἐστι τὸ κινεῖν καὶ τὸ αἰσθάνεσθαι. πιστοῦται δὲ ταῦτα ἐκ τῶν ὑστέρων μὲν τῇ φύσει, ἡμῖν δὲ σαφεστέρων, ἐπεὶ καὶ πρότερα ἡμῖν γινώσκεται τὰ τῇ φύσει ὕστερα, λέγω δὴ τοῦ ἐμψύχου· τὸ γὰρ ἔμψυχον τῇ φύσει ὕστερον τῆς ψυχῆς. φησὶν οὖν ὅτι ᾧ δἄν εὑρεθῇ διαφέρον τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο τῆς ψυχῆς ἄν εἴη. εἰ γὰρ τὸ αὐτὸ πρᾶγμα νῦν ἔμψυχον ὂν γένοιτο ἄψυχον, πρότερον μὲν αἰσθόμενον καὶ κινούμενον κατὰ τόπον, ἡνίκα ἦν ἔμψυχον, ὅτε ἄψυχον γέγονεν, οὔτε κινηθήσεται οὔτε αἰσθήσεται· οὐκοῦν κίνησις καὶ αἴσθησις ψυχῆς ἔργα. καὶ τέως μέν φησιν ταῦτα συμβεββηκέναι ἁπλῶς τῇ ψυχῇ, οὐκ αὐτὸς ἀρεσκόμενος τῷ λόγῳ, ἀλλ’ ὅτι πάντες οἱ πρὸ αὐτοῦ ταύτης τῆς δόξης ἐγένοντο. μέλλει δὲ εὐθὺς καταριθμεῖσθαι τῶν πρὸ αὐτοῦ τὰς δόξας λέγων ὅτι τὰ δύο ταῦτα παρειλήφαμεν περὶ ψυχῆς παρὰ τῶν παλαιοτέρων· διὸ οὐδὲ εἶπε τὰ μάλιστα ὑπάρχοντα αὐτῇ φύσιν, ἀλλὰ τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ. ἐπεὶ οὖν οὔπω τὴν ἑαυτοῦ δόξαν ἐκκαλύπτει, ἀλλὰ <τὴν> τῶν παλαιοτέρων γυμνάζει, διὰ αἴσθησιν καὶ κίνησιν εἶπε κοινῶς ὑπάρχειν τῇ ψυχῇ. ταῦτα δὲ οὐ πάσῃ ψυχῇ ὑπάρχει· οὐ γὰρ καὶ τῇ φυτικῇ, ἀλλὰ τοῖς ζῴοις. αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς ἐπικρίνων καὶ τὴν οἰκείαν δόξαν ἐκτιθέμενος ὑπάρχειν φησὶ τῇ ψυχῇ καθόλου τὸ ζῆν· ζῆν γὰρ ποιεῖ ἐκεῖνα οἷς ἄν ἐγγένηται· ζῶσι δὲ τὰ ζῶντα τρεφόμενα καὶ αὐξόμενα καὶ γεννῶντα ὅμοια ἑαυτοῖς· ἐφ’ ἑκάστης γὰρ τῶν δυνάμεων τούτων ἡ ζωὴ θεωρεῖται. τοῦτο μὲν οὖν καθόλου πάσης ψυχῆς ἴδιον, τῶν δὲ ζῴων λέγει εἶναι τὸ διανοεῖσθαι καὶ κρίνειν καὶ αἰσθάνεσθαι. ἐνταῦθα μέντοι τοῖς παλαιοτέροις ἀκολουθῶν τὴν αἴσθησίν φησι καὶ τὴν κίνησιν τῆς ψυχῆς εἶναι, κίνησιν λέγων τὴν κατὰ τόπον, καὶ ταύτης τὴν ἀπὸ ὁρμῆς ψυχικῆς γινομένην ἐν ἑαυτῷ ἔχοντος τοῦ κινουμένου τὴν ἀρχὴν τῆς κινήσεως. κινοῦνται γὰρ καὶ τὰ φυσικὰ σώματα, ἀλλ’ οὐ φύσει οὐδὲ ἐν ἑαυτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινούμενα. οὐ γὰρ φύσει τῇ βώλῳ τὸ ἐπὶ τὸ κάτω φέρεσθαι ὑπάρχει, ἀλλ’ ἐπὶ τὸ κατὰ φύσιν ἔχει τὴν τοιαύτην κίνησιν, ἐπειδὰν ἐν τῷ παρὰ φύσιν ὑπάρχῃ τόπῳ. ἕκαστον γὰρ ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ ἕστηκεν· αἱ γὰρ ὁλότητες ἢ ἑστάναι βούλονται ἢ κύκλῳ κινεῖσθαι, διότι καὶ ἡ κύκλῳ κίνησις στάσις ἐστίν. ἡ γὰρ πυρία σφαῖρα καὶ ὁ περὶ [*](3 ποιῆσαι τοῦτο R: τοῦτο ποιῆσαι Dt 8 ὕστερον R 11 ᾦ δἄν Diels: ὡς δ᾿ ἂν libri διαφέρον διαφέρων Dt 16 ἀπλῶς post φησιν (15) habent Rt 19 διὸ — παλαιοτέρων (21) om. D 21 τὴν ante τῶν add. Diels 25 ἐγγίνεται R 36 ὑπάρχει t Comment. Aiist. XV. Philop. de anima.)

66
αὐτὴν ἀὴρ συγκινούμενα τῷ παντὶ βίαιον μὲν ἔχει ταύτην τὴν κίνησιν, [*](b 7r) οὐκ ἐξιστῶσαν δὲ τοῦ κατὰ φύσιν· φυλάττει γὰρ τὰ κύκλῳ κινούμενα τὸν οἰκεῖον τόπον· οὐ γὰρ δὴ γίνεται ἐν τῷ παρὰ φύσιν, λέγω δὴ τῷ περὶ τὴν γῆν, ἀλλ’ ἔχει τὴν οἰκείαν λῆξιν καὶ κύκλω κινούμενα. τὸ <δὲ> πῦρ καὶ ὁ μερικὸς ἀὴρ καὶ τὸ ὕδωρ ὑπό τινος ἔξωθεν βίας ἐκστάντα τοῦ κατὰ φύσιν πάλιν κινεῖται τὴν ἐπὶ τὸ κατὰ φύσιν ὁδόν· ἐν ὅσῳ δὲ κινεῖται, ἅτε ἐν ἀλλοτρίῳ ὂν τόπῳ καὶ τῆς ἰδίας ὁλότητος ἐκτὸς παρὰ φύσιν ἐστίν· οὐκοῦν οὐ φύσει ἡ ἐπὶ τὸν κατὰ φύσιν τόπον κίνησις, καὶ αἱ ὁλότητες τὰς | τοιαύτας κινήσεις οὐ κινοῦνται. δεῖ δὲ τὴν φύσιν ἐν τῇ ὁλότητι [*](b 7v) μᾶλλον διαφαίνεσθαι· οὐκ ἄρα φύσει αἱ κινήσεις αὗται τοῖς μέρεσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κτὰ φύσιν. τοῖς γοῦν οὐρανίοις φύσει ἡ κύκλῳ κίνησις, καὶ ταὐτὸ τοῖς μέρεσι τὸ ὅλον ὑπομένει, καὶ ἐν τῷ ὅλῳ μᾶλλον ἢ τοῖς μέρεσιν ἡ κύκλῳ διαφαίνεται κίνησις· ὀξυτάτη γὰρ ἡ τοῦ ὅλου περιφορά. οὕτω μὲν οὖν αἱ τοιαῦται κινήσεις οὐ κατὰ φύσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν. δύνανται δὲ ἄλλως λέγεσθαι κατὰ φύσιν, ὥσπερ λέγομεν καὶ τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. οὕτω γὰρ οὖν, φησίν, οἱ παλαιότεροι αἴσθησιν καὶ κίνησιν ψυχῆς εἶναι ἀποφηνάμενοι, καὶ καλῶς γε τ·οῦτο, εἰ καὶ μὴ πάσης, κακῶς τὰ ἐφεξῆς συνεπέραναν. ἐπειδὴ γὰρ ἐνόμισαν πᾶν τὸ κινοῦν κινεῖσθαι, εἰ κινεῖ, φασίν, ἡ ψυχή, πᾶν δὲ τὸ κινοῦν καὶ αὐτὸ κινεῖται, καὶ αὐτὴ ἄρα κινηθήσεται τὴν κατὰ τόπον κίνησιν, λέγοντες κακῶς· εἰ μὲν γὰρ σῶμα εἴη τὸ κινοῦν τῷ ὄντι κινούμενον κινήσει, οἷον τὴν θύραν ἡ βακτηρία καὶ ταύτην ἡ χεὶρ καὶ τὴν χεῖρα τὸ ὅλον σῶμα κἀκεῖνο ἡ ψυχή· εἰ μέντοι εἴη ἀσώματον τὸ πρώτως κινοῦν, οὐκ ἀνάγκη καὶ αὐτὸ κινεῖσθαι, κατὰ τόπον λέγω, ἐπεὶ καὶ τὸ θεῖον κινοῦν τὸ πᾶν ἀκίνητόν ἐστιν ἑστῶσαν ἔχον καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν. ἄλλως τε οὐδὲν τῶν ὀρεκτῶν κινοῦν κινεῖται· ὁ γὰρ χόρτος κινεῖ τὸν ὄνον πρὸς ὄρεξιν αὐτὸς μὴ κινούμενος, καὶ ἡ εἰκὼν τὸν ἐραστήν. p. 403b28 Φᾶσί γὰρ ἔνιοι καὶ μάλιστα καὶ πρώτως ψυχὴν εἶναι τὸ κινοῦν.

Καλῶς προσέθηκε τὸ πρώτως· κινεῖ γὰρ καὶ ἡ βακτηρία τὴν θύραν, ἀλλ’ οὐ πρώτως· ἀλλ’ οὐδὲ ἡ χεὶρ πρώτως οὐδὲ τὸ ὅλον σῶμα, ἀλλ’ ἡ ψυχή· τὸ οὖν μάλιστα, φησί, κινοῦν καὶ πρώτως ἡ ψυχή ἐστιν.

[*](4 δὲ addidi 5 ἐκστάντα Α Suid. s. v. Κίνησις: ἐκστάντος DRt 6 κατὰ (post τὸ) Dt: κάτω R 8 ἐστίν Dt: εἶναι R φύσιν Dt: πρώτην R κίνησιν R καὶ αἱ Dt: καὶ εἰ R 10 διαφαίνεσθαι scripsi coll. v. 13: διαφέρεσθαι libri 21 καὶ αὐτὴ scripsi: καὶ αὕτη libri 32 τὸ ὅλον Dt: τὸ ὅλον τὸ R)
67

p. 403 b 31 Ὅθεν καὶ Δημόκριτος πῦρ τι καὶ θερμόν φησιν αὐτὴν [*](b 7v) εἶναι.

Εἰπὼν ὅτι παρειλήφαμεν δὲ καὶ παρὰ τῶν προγενεστέρων δύο ταῦτα περὶ ψυχῆς, τήν τε κίνησιν καὶ τὴν αἴσθησιν, πρώτην ἐκτίθεται τὴν Δημοκρίτειον δόξαν. ἔλεγε δὲ οὗτος ἀρχὰς τῶν φυσικῶν σωμάτων εἶναι τὰ ἄτομα καὶ τὸ κενόν· εἶναι γὰρ ἐν τῷ παντὶ ἄπειρα ἄτομα σώματα ἀπείροις σχήμασιν ἐξηλλαγμένα, ὧν τὴν σύνοδον καὶ τὴν διάστασιν ποιεῖν τὴν γένεσιν καὶ φθοράν· καὶ τὰς διαφορὰς εἶναι τῶν φυσικῶν σωμάτων παρὰ τὰ σχήματα τῶν ἀτόμων ἐξ ὧν τὰ σώματα, καὶ ἔτι παρὰ τὴν θέσιν αὐτῶν καὶ τὴν τάξιν, ὡς πλατύτερον ἐν τῇ Φυσικῇ ἀκροάσει εἴπομεν. ἡγούμενος οὖν ὁ Δημόκριτος τῆς ψυχῆς εἶναι τὴν κίνησιν, πῦρ αὐτὴν εἶπεν διὰ τὸ εὐκίνητον· ἐκ σφαιρικῶν δὲ ἀτόμων φησὶν εἶναι τὸ πῦρ, διότι ἡ σφαῖρα τῶν σχημάτων εὐκινητότατον, ἅτε δὴ κατὰ σημεῖον ἁπτομένη τοῦ ἐπιπέδου. ἐπεὶ οὖν ἡ ψυχὴ κινεῖ, δεῖ δὲ τὸ κινοῦν κινεῖσθαι μάλιστα (ὅσῳ γὰρ μᾶλλον κινεῖται, κινεῖ), διὰ τοῦτο ἐκ τῶν εὐκινητοτάτων ἀτόμων τῶν σφαιρικῶν καὶ τὴν ψυχὴν εἶναί φησι καὶ τὸ πῦρ. ὥστε ταύτῃ, λέγω δὴ τῷ πῦρ λέγειν τὴν ψυχήν, εἰς ταὐτὸν ἔρχεται ὁ Δημόκριτος Ἡρακλείτῳ· διαφέρει δὲ ὅτι ἐκεῖνος συνεχὲς σῶμα ἔλεγε τὸ πῦρ τοῦτο, ὅπερ καὶ ἡμεῖς φαμεν, ὁ δὲ Δημόκριτος οὐ συνεχεῖς φησιν εἶ