In Aristotelis Meteorologicorum Librum Primum Commentarium

John Philoponus

Joannes Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium, Commentaria in Aristotelem Graeca 14.1, Hayduck, Reimer, 1901

[*](p. 341 b 12)

Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται τὸ πέριξ· πρῶτον γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστι τὸ θερμὸν καὶ ξηρόν. ὃ λέγομεν πῦρ· ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτον ἐκκαίεσθαι τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοις ονομασιν.

Ἐδιδάξαμεν ἤδη, τίς ἡ τῶν πέντε τοῦ κόσμου στοιχείων ἐστὶ πρὸς ἄλληλα θέσις τε καὶ τάξις. τὸ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἐκ τῶν νῦν δε- δειγμένων περὶ τῆς γενέσεως τῶν δύο τούτων ἀναθυμιάσεων συλλογίζεται. ὡς γὰρ ἔφθη προειπών, εἰδέναι δέον ἐστὶν ὡς ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ μέρη τῶν στοιχείων ἐν τῇ εἰς ἄλληλα μεταβολῇ, τοῦτον ἔχειν καὶ τὰς ὁλότητας αὐτῶν πρὸς ἀλλήλας ἀνάγκη. πρῶτον μὲν γάρ ἐστι καὶ ἐξώτατον πάντων τὸ ἐγκύκλιον σῶμα. ἐπειδὴ γὰρ τῇ τούτου κινήσει τὰ ἐντὸς μεταβάλλει, πᾶν δὲ σῶμα ποιοῦν εἰς ἕτερον ἁπτόμενον αὐτοῦ ποιεῖ, ἀνάγκη τὸ κυκλοφορούμενον εἰς πάντα τὰ λοιπὰ ποιεῖν μέλλον περιέχειν ἐντὸς ἅπαντα, ἵνα καὶ εἰς αὐτὰ δρῴη πανταχόθεν αὐτῶν | ἁπτόμενον, κἀκεῖνα [*](89v) μὴ διαφεύγῃ τὸ ἐξ αὐτοῦ πάθος. κἂν γὰρ μὴ ἀμέσως πάντων ἅπτηται, ἀλλὰ διὰ τῶν προσεχεστέρων εἰς τὰ ἐφεξῆς ποιεῖ. τούτου δεύτερον ἐφεξῆς ἐστι τὸ θερμὸν σῶμα καὶ ξηρόν, οἷον ἔφαμεν εἶναι καὶ τὸ ἐκ τῆς γῆς ἀναθυμιώμενον· διὰ γὰρ τὴν κουφότητα πᾶσά ἐστιν ἀνάγκη τῶν ἄλλων αὐτὸ τριῶν ὑπεράλλεσθαι. τοῦτο δέ, φησί, πῦρ ὀνομάζομεν· καίτοι πῦρ οὐκ ἔστιν, ὡς καὶ πρότερον εἶπε· κυρίως γάρ ἐστι πῦρ, ὅταν ὑπερεξαφθῇ καὶ γένηται φλόξ. ἀλλ’ ἐπειδὴ τὸ θερμὸν καὶ ξηρὸν κοινόν ἐστιν ἐπὶ τῶν τοιούτων ἀπάντων, τοιαύτη δὲ καὶ ἡ φλὸξ καὶ τὸ πνεῦμα καὶ ἡ καπνώδης ἀναθυμίασις καὶ ταύτης αἱ ποικίλαι διαφοραὶ ποσότητι διακρινόμεναι καὶ τάξει τῶν μερῶν, ἐξ ὧν καὶ τὰ διάφορα πάθη τῶν ἐν τῷ ὑπεκκαύματι συνισταμένων γίνεται, τούτοις δὲ πᾶσι κοινὸν οὐ κεῖται ὄνομα, διὰ τοῦτο τὸ γένος ὀνομάζειν εἰώθασιν ἐκ τοῦ γνωριμωτέρου ἡμῖν τὸ τοιοῦτον ὅλον προσαγορεύοντες σύστημα· ἡ ὅτι καὶ δυνάμει πῦρ ἐστι τὸ ὑπέκκαυμα· μικρᾶς γὰρ αἰτίας τυχὸν εὐθὺς ἐκκαίεται. ὁ δὲ Ἀριστοτέλης κυριωτέραν τῷ κοινῷ τούτῳ τῷ μήπω ἐκφλογωθέντι θερμῷ καὶ ξηρῷ προσηγορίαν ἐπενόησε πρέπουσαν, ὑπέκκαυμα καλέσας ·αὐτὸ ὡς ἐπιτήδειον ἀπὸ μικρᾶς αἰτίας ῥᾳδίως ἐκκαίεσθαι, καὶ ταύτην ἐκ τῶν παρ’ ἡμῖν τὴν προσηγορίαν λαβών· ὑπεκκαύματα γὰρ καλοῦμεν ἡμεῖς τὰ λεπτὰ καὶ φρυγανώδη καὶ ὅσα πρὸς ῥᾳδίαν ἔξαψίν ἐστιν ἐπιτήδεια. ἐπεὶ οὖν καὶ ἡ καπνώδης αὕτη καὶ πνευματώδης ἀναθυμίασις καὶ ὅλον ἐκεῖνο τὸ πρὸς τῇ σελήνῃ τοιοῦτόν ἐστιν, εἰκότως αὐτὸ ὑπέκκαυμα προσηγόρευσεν.

[*](4 πρῶτον μὲν γὰρ Arist. 12 προσειπών Ma 17 μέλλοντα MV 20 διὰ om. a 23 ὑπερβάλλεσθαι a 24 ἐξαφθῇ Ma 30 τὸ ante γένος om. M 36 λαβόν a 38 τὸ om. M πρὸς τὴν σελήνην a)
57
[*](p. 341 b 18)

Δεῖ δὲ νοῆσαι τὸ ὑπέκκαυμα ὃ νῦν εἴπομεν [*](89v) πῦρ, περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. ἐὰν οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται.

Τοῦτο, φησί, τὸ κοινότερον ὅπερ ἡμεῖς ὑπέκκαυμα προσηγορεύσαμεν διὰ τὸ μὴ εὑρεῖν σὐτῷ παρὰ τοῖς παλαιοῖς κείμενον ὄνομα (πῦρ γὰρ τὴν φλόγα προσαγορεύουσι), δεῖ νοεῖν ἔσχατον περιτετάσθαι πάσης τῆς περὶ γῆν σφαίρας· αὕτη δέ ἐστιν ὅλον τὸ μετὰ τὴν σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστί καὶ φθορά. μία γὰρ ἐκ τῶν τεσσάρων στοιχείων ναστὴ γίνεται σφαῖρα· ἐν μὲν γὰρ τοῖς κοιλώμασι τῆς γῆς συνερρυηκὸς τὸ ὕδωρ μίαν ἅμα τοῖς πέρασιν αὐτῆς ἐποίησεν ἐπιφάνειαν, μετὰ δὲ ταύτην ὁ μεταξὺ τῆς τῶν ὀρῶν ἐπαναστάσεως λιμνάζων ἀὴρ πάλιν ἑτέραν ἅμα ταῖς κορυφαῖς αὐτῶν ἀπετέλεσεν ἐπιφάνειαν· τὸ δὲ μετὰ τοῦτο πᾶν ἔκ τε τοῦ λοιποῦ ἀέρος συνεστὸς καὶ τοῦ ὑπεκκαύματος συσχηματιζόμενον τῇ κοίλῃ τῆς σεληνιακῆς σφαίρας ἐπιφανείᾳ μίαν τῶν ἐντὸς ἁπάντων σωμάτων ναστὴν σφαῖραν εἰργάσατο, καὶ δῆλον ὡς ἁπτομένων τῶν μορίων αὐτῆς καὶ μίαν ἐχόντων συνέχειαν. τοῦτο οὖν τὸ ἔσχατον τῆς σφαίρας ταύτης, ὃ καλοῦμεν ὑπέκκαυμα, περιτεταμένον ἅπασι τοῖς ἐντὸς καὶ τῶν κυκλοφορουμένων ἀμέσως ἁπτόμενον σωμάτων εἰ μικρᾶς ἀπὸ τῆς κινήσεως αὐτῶν αἰτίας τύχοι, εὐθὺς ἐξάπτεται καὶ γίνεται πῦρ. καὶ τούτου τὸν καπνὸν πίστιν ἐπάγεται· καὶ γὰρ οὗτος ξηρὸς ὢν καὶ θερμὸς εἰ πυρὸς τύχοι γειτνιάζοντος, ῥᾳδίως ἐξάπτεται. εἰ γὰρ λύχνον ἐσβεσμένον καὶ ἔτι καπνίζοντα ὑποθείης ἄλλῳ καιομένῳ οὕτως, ὡς τὸν ἀνιόντα καπνὸν ὁμιλεῖν τῇ φλογὶ τοῦ καιομένου λύχνου, ὄψει τὸν καπνὸν ἐξαπτόμενον ἄνωθεν καὶ τὴν φλόγα κατὰ συνέχειαν δι’ αὐτοῦ κάτω φερομένην, μέχρις ἂν αὐτὴν ἐξάψῃ τὴν θρυαλλίδα τοῦ σβεσθέντος λύχνου. καὶ δαλὸν δὲ καπνίζοντα εἰ μικρὸν ἐγγυτέρω θείης πυρὸς οὕτως, ὥστε τὸν καπνὸν ἐπὶ τὴν φλόγα παρακλίνειν, τὸ αὐτὸ πάλιν ὄψει γινόμενον, καὶ τὸν καπνὸν ἐξαπτόμενον καὶ τὸν δαλὸν συνεξάπτοντα. ἀλλ’ εἰ καὶ τὸν δαλὸν περιστρέφων κινήσαις, σφοδρότερον τὸ αὐτὸ περισταίη τῇ κινήσει τοῦ πνεύματος ἐξαπτόμενος. εἰ οὖν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως συνέστηκε τὸ ὑπέκκαυμα, πῶς οὐκ ἀνάγκη καὶ τοῦτο δι’ ἡντιναοῦν αἰτίαν κινήσεως τυχὸν τοῦ συνήθους σφοδροτέρας ἀξάπτεσθαι; ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. εἰ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν, τοιαύτη δὲ καὶ ἡ φλὸξ ἐπιτεταμένας ταύτας ἔχουσα τὰς ποιότητας, εἰκότως ἐξ οἵας δή ποτε ἐμπιπτούσης αἰτίας ἐκζέσειε τὸ πνεῦμα, φλὸξ γίνεται. ὥστε ὑπέκκαυμα τοὐ πυρός ἐστι τὸ πνεῦμα, ταὐτὸν δ’ εἰπεῖν ἡ [*](1 δὲ] δὴ V, sed supr. scr. δὲ V τὸ] οἷον Arist. 4 ἐὰν Ma ex f; ἂν corn V1: ᾗ ἄν Arist. πᾶσι a 11 ἐκ scripsi: ἐστὶ libti 14 ὀρῶν] ὡρῶν MV 17 νατὴν—ὃ καλοῦμεν (19) om. a 20 περιτεταμμένον a 23 θερμός ex corr. V 25 οὕτως] οὗτος V 26 ὄψει—λύχνου (28) om. a 31 κινῆσαι)

58
καπνώδης ἀναθυμίασις. [τὸ δὲ κῶλον ἰάμβου μέτρον ἐπλήρωσεν.] ἐὰν [*](89v) οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται. ἀντιπίπτοντος λύσις ἐστὶ τὸ προκείμενον. ἠπόρησε γὰρ ἄν τις, εἰ ὅλον τῆς αὐτῆς φύσεως ἐστι τὸ ὑπέκκαυμα (πνεῦμα γάρ ἐστι θερμὸν καὶ ξηρὸν ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἐστὶν ὕλη πυρός), ἀλλὰ καὶ τὸ ποιητικὸν ἕν ἐστι καὶ ταὐτὸν ἡ τῶν οὐρανίων κίνησις, καὶ μία ἐστὶν αὕτη καὶ ὁμαλὴ ἀεί, διὰ τί τὸ μὲν ἐξάπτεται τοῦ ὑπεκκαύματος μόριον, τὸ δὲ οὔ, καὶ ἄλλοτε ἄλλο τοῦτο πάσχει. φησὶν οὖν ὡς οὐ παρὰ τὸ ποιητικὸν αἴτιον τὴν κυκλοφορίαν ἡ ἀνωμαλία τούτων ἐστίν, ἀλλὰ παρὰ τὸ ὑλικόν· ὃ γὰρ ἂν τούτου μόριον ἐπιτηδείως ἔχῃ πρὸς ἔκ- καυσιν, τοῦτο τῇ κ‘νήσει τοῦ περιέχοντος ἐκφλογοῦται· οὐδὲ γὰρ ἀ,παθὲς τὸ ὑπέκκαυμα οὐδ’ ἀναλλοίωτόν ἐστιν, ἀλλὰ καὶ λίαν εὐπαθὲς διὰ τὴν λεπτομέρειαν. καὶ γὰρ τῶν ἡμετέρων μορίων ἄλλοτε ἄλλο θερμαίνεται, καὶ τὸ μὲν ἀσθενῆσαν δι’ ὁτιοῦν ἐπιρρεῖ τε καὶ φλεγμαίνει, τὸ δὲ ἐρρωμένον καὶ τὸ ἐπιὸν ἀπωθεῖται ῥεῦμα. τί οὖν ξένον, εἰ καὶ τὰ τοῦ ὑπεκκαύματος μόρια τὸ αὐτὸ τοῦτο πάσχει, καὶ ἄλλοτε ἄλλο τούτου μέρος ἐκ- φλογοῦται διὰ τὰς ἐκ τῆς γῆς ἀναθυμιάσεις πλείους ποτὲ γινομένας ἢ διὰ τὸ μανοῦσθαι τυχὸν ἢ πυκνοῦσθαι μᾶλλον, ἢ διὰ τὸ τῇ κινήσει πολλάκις ἀπορραγέν τι | μόριον τῆς συνεχείας τοῦ ὅλου καὶ οἷον ἐξακοντιζόμενον ἐκφλογοῦσθαι [*](90r) ἢ διά τινας ἑτέρας τοιαύτας αἰτίας. καὶ μάνωσις γὰρ ἔσθ’ ὅτε καὶ πύκνωσις τὰ ὑποκείμενα ποιεῖ πρὸς ἔξαψιν ἐπιτήδεια. πυκνοῦται δὲ τὸ ὑπέκκαυμα ἢ διὰ τὴν ὑγρότητα τοὐ ὑποκειμένου ἀέρος ἢ διὰ τὸ πολλὴν γίνεσθαι κάτωθεν ἀναθυμίασιν πιλούμενον, ἡ διὰ τὴν τοῦ ἡλίου ἀπόστασιν ἄλλοτε ἐξ ἄλλου μέρους αὐτοῦ γινομένην. ἀλλὰ καὶ μανότερον ἔσθ’ ὅτε γίνεται ἤτοι πάλιν διὰ τὴν τοῦ πέριξ κίνησιν θερμαινόμενον ἔτι ἢ διὰ τὸ πλησιάζειν αὐτῷ τὸν ἥλιον. οὔτε δὲ τὰ κατάξηρα λίαν ἐξάπτεται, οἷά ἐστι τὰ σεσηπότα τῶν ξύλων, οὔτε τὰ λίαν ὑγρά, ὡς τὰ νεωστὶ τετμημένα. καὶ ἡ πυκνότης δὲ πολλάκις οὐ ῥᾳδίαν ποιεῖ τὴν ἔξαψιν καὶ τοὐναντίον ἡ μανότης οὖσα πολλή. οὔτε γὰρ σπόγγος ἐξάπτεται ῥᾳδίως οὔτε φελλὸς οὔτε ἔβενος ἢ ἐλέφας, τὰ μὲν διὰ τὴν πύκνωσιν, τὰ δὲ διὰ τὴν μάνωσιν πολλὴν οὖσαν. πάσχει δὲ τοῦτο τὰ συμμέτρως καθ’ ἑκάστην τούτων ἔχοντα τῶν ποιοτήτων πρὸς ἔξαψιν. αὕτη μὲν οὖν ἡ αἰτία τῶν ἐν τῷ συνισταμένων παθημάτων· τὰς δὲ τούτων διαφορὰς αὐτὸς ἐφεξῆς διδάσκει, λέγω δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων.

[*](p. 341 b 24)

Διαφέρει δ᾿ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἐὰν μὲν γὰρ πλάτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομένης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ [*](1 τὸ δὲ κῶλον—ἐπλήρωσεν inepte add. librarius nescio quis 3 ἐκκαίεται] ἑκάτερα MV 6 ἕν ἐστι] ἔνεστι a 8 πάσχειν Ma 10 ἔχει Ma 20 τοιαύτας αἰτίας om. V 23 ἀποστὰν a 26 αὐτοῦ V 35 δ’ ἤδη] δὲ δὴ Ma: οὖν δὴ Arist. Ε 38 δαλοί τε καὶ Ma)

59
αἶγες καὶ ἀστέρες. ἐὰν μενοῦν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ [*](90r) μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦτο δὲ γίνεται διὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ) αἲξ καλεῖτα, ὅταν δ’ ἄνευ τούτου τοῦ πάθους, δαλός.

Δῆλον ἐκ τῶν προκειμένων ὅτι μὴ τὸ ποιητικὸν αἴτιον, τουτέστιν ἡ κυκλοφορία τῶν οὐρανίων, αἰτία ἐστὶ τῆς διαφορᾶς τῶν ἐν τῷ ὑπεκκαύματι γινομένων παθῶν μία γάρ ἐστιν αὕτη καὶ ἀπαράλλακτος ἀεί), ἀλλ’ ἡ ὕλη καὶ τὸ ὑποκείμενον, τουτέστιν ἡ ἐκεῖσε ἀναφερομένη ἀναθυμίασις καὶ ταύτης τό τε πλῆθος καὶ ἡ σμικρότης καὶ τὸ συνεχὲς αὐτῆς ἢ διεσπασμένον ἥ τε κατὰ μῆκος θέσις ἢ πλάτος ἢ βάθος καὶ ἡ πρὸς ἄλληλα τούτων σχέσις. μῆκος μὲν οὖν τινες λέγειν αὐτὸν ἀκηκόασι τὴν ἐξ ἀνατολῶν ἐπὶ δύσιν αὐτῆς διάστασιν, πλάτος δὲ τὴν ἐπὶ βορρᾶν καὶ νότον. ἀκόλουθον δ’ ἂν εἴη τούτοις καὶ βάθος εἶναι τὴν ἐπὶ τὸ ἄνω καὶ κάτω θέσιν αὐτῆς, τουτσετι τὴν ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ’ ἐπειδήπερ οὔτε Ἀριστοτέλης φαίνεται τῇ διαστολῇ ταύτῃ χρώμενος οὔτε Ἀλέξανδρος, μήποτε δυνατὸν μῆκος μὲν ἀκούειν τὴν μείζονα διάστασιν ἁπλῶς, ὅπως ἄν ἔχῃ θέσεως, εἴτε ἐπὶ νότον εἴη καὶ βορρᾶν εἴτε ἐπ’ ἀνατολὴν καὶ δύσιν, εἴτε ἐπὶ τὸ ἄνω καὶ κάτω εἴτε ὁπωσοῦν ἔχει πρὸς ταῦτα λελοξωμένη τὰ διαστήματα. καὶ γὰρ λίθων καὶ ξύλων καὶ ὕδατος, ὡς ἐπὶ ποταμῶν, καὶ πάντων ἁπλῶς ὅσα μὴ φυσικῷ μεμόρφωται σχήματι ἢ τεχνητῷ, τὴν μὲν μείζονα διάστασιν μῆκος λέγομεν, τὴν δὲ παρ’ ἑκάτερα τῆς ἐπιφανείας τοῦ μήκους ἐπὶ δεξιά τε καὶ ἀριστερὰ πλάτος, τὰ δὲ λοιπὰ βάθος, ἥτις οὐδὲ ταῖς ὄψεσιν ἡμῶν ὑποπέπτωκε πάντως, εἰ μὴ διαφανὲς εἴη τὸ σῶμα. εἰ γὰρ μῆκος ἀκουσόμεθα τὸ ἐπὶ δύσιν καὶ ἀνατολὴν διάστημα, τὸ ἐπὶ νότον καὶ βορρᾶν πλάτος, ἐνδεχόμενον δέ ἐστι μείζονα εἶναι ταύτην τῆς ἑτέρας, καὶ τὴν κατὰ βάθος τῶν λοιπῶν δύο, τὴν δὲ κατὰ τὸ μῆκος μείζονα διάστασιν δαλὸν ὀνομάζει, ἔδει καὶ τῇ κατὰ πλάτος μείζονι ἕτερον ὄνομα θεῖναι καὶ τῇ κατὰ βάθος πάλιν ἄλλο. νῦν δὲ τοιοῦτον εἶπεν οὐδέν· μῆκος ἄρα τὴν μείζονα διάστασιν ἀκουστέον, ὅπως ἄν ἔχῃ θέσεως. τί οὖν περὶ τούτων φησίν., ὡς ὅταν κατά τε μῆκος καὶ πλάτος πολλή τις οὖσα ἡ ἀναθυμίασις ἐξαφθῇ, τοῦτο καλεῖται φλόξ· ἔοικε γὰρ ἐν ἀρούρᾳ καιομένῃ καλάμῃ πανταχόθεν ἢ σωρείᾳ ξύλων ἡ ἕλει πανταχόθεν ἐμπιπρωμένοις. ἐὰν δὲ μῆκος μὲν ἔχῃ πολύ, τὸ πλάτος δὲ ὀλίγον, δαλὸς ὀνομάζεται, φησίν· ἔοικε γὰρ δαλῷ ἑνὸς καὶ μόνου ξύλου καθ’ ὅλον αὐτοῦ τὸ μῆκος· καὶ τούτου γὰρ τὸ μὲν μῆκος πολύ, τὸ δὲ πλάτος ὀλίγον. ἐὰν δὲ ὁ δαλὸς οὗτος καὶ ἀποσπινθηρίζῃ, τῶν σπινθήρων, τουτέστι τῶν παρ’ ἑκάτερα μικρῶν ἐκπυρώσεων αὐτοῦ μὲν ἐξημμένων καὶ [*](1 ἐὰν μὲ· οὑν V Arist. N: καὶ ἐὰν μέν Ma Arist. vulg. πλεῖον V 2 οἷον om. M 4. 5 ἄνευ τούτου πάθος Ma 10 αὐτῆς] αὐτὸς M 11 θέσεις M 19 καὶ τὸ κάτω M 21 μὴ] μὴν a 23 exspectas τὴν δὲ λοιπὴν 27 ὀνομάζει scripsi: ὀνομάζειν libri 28 τῇ prius ex τὴν corr. V: τὴν Ma μείζονι ex μείζονα corr. V: μείζονα M ἕτερον] ἑτέρῳ Ma θῆναι M τῇ] τὸ Ma 30 ἔχει a 37 μικρῶν scripsi: μικρῶ iibri)

60
οἷον ἐκκρεμῶν οὐσῶν αὐτοῦ, ἀλλήλων δὲ διακεκριμένων καὶ μὴ συνεχῶν, [*](90r) ὡς ἐπὶ κλάδου φοίνικος ἔχουσιν οἱ θαλλοί (τοῦτο γάρ ἐστι τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ, τουτέστι συνημμένως τῇ ἀρχῇ) ἲξ τὸ τοιοῦτον σχῆμα τῆς ἀναθυμιάσεως τῆς καιομένης καλεῖται. καὶ γὰρ οἱ τῆς αἰγὸς μαλλοὶ διεστηκότες ἀλλήλων ἐκκρεμεῖς εἰσι καὶ ἀπῃωρημένοι τῆς αἰγός. τοῦτο δὲ γίνεται, φησίν, ὅταν ἑκατέρωθεν τῆς κατὰ τὸ μῆκος ἐκτεταμένης ἀναθυμιάσεως μικραί τινες πλησίον αὐτῆς, ἀλλὰ καὶ ἀλλαχοῦ παρεσπαρμέναι τύχοιεν ἀναθυμιάσεις τοιαῦται. καιομένου γὰρ τοὐ δαλοῦ, καὶ τούτων διὰ τὴν πλησιότητα κατὰ μέρος ἐξαπτομένων, οἷον ἀποσπινθηρίζειν δοκεῖ ὁ δαλός, καὶ ἀπῃωρημένας ἔχειν αὐτὰς διὰ τὸ μὴ ἀλλήλαις εἶναι συνεχεῖς· ἐξ οὗ καὶ τῆς ἐπωνυμίας ἔτυχε τῆς αἰγός. ἀρ’ οὖν ἐπὶ τὸ δυτικὸν μὲν καὶ ἀνατολικὸν ἐκτετάσθαι τὴν ἀνα- θυμίασιν δυνατόν, ἐπὶ δὲ τὸ βόρειον καὶ νότιον οὐκέτι; οὐδὲ τὰς παρεσπαρμένας ἑκατέρωθεν αὐτῆς ἐπ’ ἀνατολὴν εἶναι καὶ δύσιν, ἐπὶ τὸ βόρειον δὲ καὶ νότιον οὐδέποτε; ἀλλ’ ἀποκληρωτικὸν τοῦτο καὶ παντελῶς ἄλογον, ἀτάκτου τῆς ὕλης ταύτης οὔσης καὶ ἄλλοτε ἄλλως ἀναφερομένης. μῆκος ἄρα λέγει τὸ μεῖζον καὶ μόνον, ὅπως ἂν ἔχῃ, τῆς ἀναθυμιάσεως διάστημα, καθάπερ εἰπόντες ἔφθημεν.

[*](p. 341 b 32)

Ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ κατὰ βάθος, οἱ δοκοῦντες ἀστέρες διᾴττειν γίνονται. ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά, ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψῦξιν συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλ’ οὐκ ἐκκαύσει.

Περὶ τῆς τῶν διᾳττόντων ἐν τούτοις ὁ λόγος γενέσεως. τὴν μὲν οὖν ὑλικὴν αἰτίαν αὐτῶν ·νῦν ἀπήγγειλεν, ὡς δεῖ τὴν ἀναθυμίασιν ἐξ ἧς γίνονται μὴ εἶναι συνεχῆ, ἀλλὰ κατὰ μικρὰ διεσπασμένην κατὰ μῆκος καὶ πλάτος καὶ βάθος, τουτέστι κατὰ πᾶσαν τοῦ τόπου διάστασιν, ἐν ᾧ γίνονται. τὸν δὲ τρόπον τῆς γενέσεως αὐτῶν εἶναί φησι διττόν, τὸν μὲν κατὰ ἔκκαυσιν τῆς τοιαύτης ὕλης ἐκ τῆς περιφορᾶς δηλονότι τῶν οὐρανίων γινομένην, τὸν δὲ κατ’ ἔκθλιψιν αὐτῆς καὶ ἐκπυρήνισιν οἱονεὶ ῥιπτομένης. ἵνα δὲ σαφῆ τὰ λεγόμενα γένοιτο, θεωρητέον οὕτω τὸ συμβαῖνον. ἀνάγκη τὴν ξηρὰν ἀναθυμίασιν κάτωθεν ἄνω φερομένην ἢ μέχρι τῆς ἰδίας ὁλότητος, λέγω τοὐ ὑπεκκαύματος, ἀφικνεῖσθαι (τοῦτο γὰρ αὐτῇ τῆς κινήσεως πέρας) ἡ κατωτέρω μένειν κωλυομένην εἰς τὸ πρόσω χωρεῖν, ψυχροῦ καὶ διὰ τοῦτο πεπυκνωμένου προϋπαντῶντος ἀέρος καὶ δίοδον αὐτῇ μηδεμίαν ἐπὶ τὸ ἀνω- [*](1 καὶ μὴ—συνημμένως (3) om. M 13 ἐπὶ] ἐπεὶ a οὐδὲ] exspectas ἡ 20. 21 καὶ κατὰ βάθος V Arist. HN: κατὰ 0111. Ma Arist EF 21 et 22 ὅτε Ma 21 μὲν οὑν] οὑν om. M: δὲ a 23. 24 ἐκθλίβεται καὶ ἐκκρίνεται MVa Arist. FHN: ἐκκρούεται καὶ ἐκθλίβεται Arist. E 25 ἀλλ’ om. Ma 30 αὐτῶν] αὐτὸν a 31 γινομένην ex γινομένων corr. M 32 ἐκπυρήνησιν a 36 τὸ om. V)

61
τερῶ παρέχοντος. ἡ μὲν οὖν μέχρι τοῦ ὑπεκκαύματος φερομένη καὶ [*](90v) κατὰ μικρὰ διεσπασμένη, καθάπερ Ἀριστοτέλης ὑπέθετο, τοὺς κατ’ ἔκκαυσιν ποιεῖ διᾴττοντας, οὐδέποτε δὲ τοὺς κατ’ ἔκθλιψιν· μανότερον γὰρ αὐτῆς ἐστι τὸ ὑπέκκαυμα, διόπερ οὐδὲ βίᾳ καὶ παρὰ φύσιν συνέχεται ὑπ’ αὐτοῦ, ὡς διὰ τὴν θλῖψιν ἐκπυρηνίζεσθαι· ἡ δὲ κάτω καὶ ἐν τῷ ἀέρι διὰ τὴν εἰρημένην αἰτίαν ὑπομένουσα τοὺς κατ’ ἔκθλιψιν καὶ ἐκπυρήνισιν γινομένους ποιεῖ διᾴττοντας. πρῶτον δὲ πῶς οἱ κατ’ ἔκκαυσιν γίνονται τεχνολογήσαντες, ὕστερον καὶ περὶ τῶν λοιπῶν ἐροῦμεν. τῆς γὰρ ἐν τῷ ὑπεκκαύματι γενομένης καπνώδους ἀναθυμιάσεως διεσπασμένης, ὡς εἴρηται, κατὰ μικρὰ μέρη καὶ μὴ οὔσης συνεχοῦς, ἐπειδὰν ἡ του παντὸς περιφορὰ τὸ ἐπιτηδείως ἔχον αὐτῆς τῇ κινήσει θερμαινόμενον ἐξάψῃ, τοῦτο τὸ ἐξαφθὲν τῷ πλησιάζοντι μεταδίδωσι καὶ ἐκκαίει αὐτό, κἀκεῖνο τὸ μετ’ αὐτό, καὶ οὕτως ἐφεξῆς, τοῦ ἐξάψαντος ἀεὶ σβεννυμένου, ἕως ἄν μηκέτι ᾖ τὸ ἐπιτη- δείως ἔχον ἐκκαίεσθαι· καὶ οὕτω τὴν φαντασίαν ποιεῖ τῆς διαδρομῆς. οὐδὲ γὰρ μία φλόξ ἐστι κινουμένη, ἀλλ’ ὅπερ ἐπὶ τῶν λύχνων συμβαίνει, καθάπερ ἔφθημεν εἰπόντες, ὅταν ὑποθῶμεν τὸν ἄρτι σβεσθέντα καὶ καπνί- ζοντα τῷ καιομένῳ, ἡ μέχρι τῆς φλογὸς φερομένη λιγνὺς κατὰ μέρος ἐξάπτεται καὶ τὸ συνεχὲς αὐτῇ τοῦ καπνοῦ μόριον ἐξάπτει, σβεννυμένης ἀεὶ τῆς πρώτης καὶ ἀπομαραινομένης διὰ τὴν λεπτότητα, κἀκεῖνο τὸ μετ’ ἐξάπτει οὕτω, καὶ ἐφεξῆς τοῦτο γίνεται μέχρι τῆς θρυαλλίδος, καὶ πρόδηλον ὡς οὐκ ἔστι μία φλὸξ καὶ ἡ αὐτὴ ἄνωθεν φερομένη κάτω, ἀλλ’ ὡς εἶπον, ἄλλοτε ἄλλο τοῦ καπνοῦ μέρος ἐξάπτεται, τοῦ ἐξάπτοντος εὐθὺς ἀποσβεννυ- μένου διὰ τὴν τοῦ καπνοῦ μανότητα στέγειν ἐπὶ πολὺ τὴν φλόγα μὴ δυναμένου, δυομένου δὲ παντελῶς, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ διᾴττοντος γίνεται, ὡς εἶπον· καὶ διὰ τοῦτο ῥᾳδίως ἐξαπτομένης τε καὶ ἀποσβεννυμένης τὸ πρῶτον ἐξ ἀμφοῖν μεταδίδωσι τῷ μετ’ αὐτὸ καὶ ἀπο- σβέννυται λυομένης αὐτοῦ τῆς ὕλης, καὶ τὸ δεύτερον ὁμοίως τὸ μετ’ αὐτὸ τρίτον ἐξάπτον ἀπομαραίνεται· καὶ τοῦτο γίνεται κατὰ συνέχειαν. ἕως ἄν μηκέτι μόριον τῆς ἀναθυμιάσεως εὑρεθῇ πρὸς ἐκφλόγωσιν ἐπιτήδειον. συνεχῶς οὖν τοῦ μὲν ἀποσβεννυμένου τοῦ δὲ ἐξαπτομένου, μία καὶ ἡ αὐτὴ φλὸξ διατρέχειν δοκεῖ. τὸ αὐτὸ γίνεται καὶ εἰ χάρτου ἰνάριον λεπτὸν καὶ μακρὸν θεωρήσειας ἐξαπτόμενον ἢ στυπεῖον ὁμοίως λεπτὸν ἐπὶ μῆκος κείμενον ἤ τι τοιοῦτον ἕτερον· καὶ ἐπὶ τούτων γὰρ οὐ μία φλόξ ἐστιν ἀπ’ ἀρχῆς μέχρι τέλους διήκουσα, κατὰ μέρος δὲ τοῦ μὲν ἐξαπτομένου τοῦ δὲ σβεννυμένου μία εἶναι δοκεῖ· διὰ <δὲ> τὴν ἐξ ἄλλου μορίου εἰς μετάβασιν τῆς ἐξάψεως διατρέχειν ἡ μία δοκεῖ. ἀλλ’ ἐπὶ μὲν τῶν ὑποδειγμάτων πλησίον ὄντων ὁρᾶται σαφῶς τὸ γινόμενον, ἐπὶ δὲ τῶν διᾳττόντων ἡ πολλὴ τῆς ὕλης ἐξ ἡμῶν ἀπόστασις κρίνειν ἀκριβῶς τὸ συμβαῖνον κωλύει τὴν αἴσθησιν, ὁ δὲ λόγος τοῦτο θηρεύσας ἐξεῦρε. πῶς μὲν οὖν αἱ [*](4 οὑδὲ βίᾳ καὶ] οὐδεμία καὶ M: οὐδὲν ἐκεῖ a ὐπ’ αὐτοῖς a 6 ἐκπυρίνησιν a 7 οἱ] εἰ κἀκεῖνο—αὐτό V 19 αὐτὸ scripsi: αὐτὴν libri 21 ἡ αὐτὴ scripsi: αὕτη libii 31 πινάριον a 32 μακρὸν] μικρὸν V ἡ ἢ στυπεῖον] εἴς τι πτύον M 32. 33 ἢ στυπεῖον—κείμενον om. V 35 δὲ addidi)
62
δοκοῦσαι διαδρομαὶ τῶν κατ’ ἔκκαυσιν γινομένων διᾳττόντων συμβαίνουσιν, [*](90v) εἴρηται ἱκανῶς. ἡ δὲ ἀπ’ ἄλλων ἐπ’ ἄλλα διαστήματα κίνησις οὕτω γίνεται τῆς ἀναθυμιάσεως πανταχῇ διεσπαρμένης, ὡς εἴρηται· εἰ μὲν κατὰ βάθος εἴη τὰ μόρια ταύτης κείμενα ἐφεξῆς ἀλλήλοις, τὸ δὲ ἄνω μέρος αὐτῆς ἐξαφθείη πρῶτον, ἄνωθεν ἡ φλὸξ φέρεσθαι κάτω δοκεῖ· εἰ δὲ τὸ κάτω πρῶτον ἐξαφθείη, τοὐναντίον κάτωθεν ἄνω. εἰ δὲ ἐπ’ ἀνατολὴν καὶ δύσιν, τὸ δ’ ἀπ’ ἀνατολῆς μόριον πρῶτον ἐξαφθείη πρότερον, ἐκ τούτου πρὸς δύσιν ἡ φορὰ γίνεται· ὁμοίως καὶ ἐπὶ βορρᾶν καὶ νότον, καὶ ὅπως ἂν εἴη λε- λοξωμένη πρὸς ταῦτα τῶν μορίων τῆς ἀναθυμιάσεως ἡ θέσις. οἱ μὲν οὖν κατὰ ἔκκαυσιν γινόμενοι διᾴττοντες ὅτι τε ἐν τῷ ὑπεκκαύματι γίνονται καὶ τίς ὁ τρόπος τῆς γενέσεως αὐτῶν, εἴρηται. οἱ δὲ κατὰ ἔκκρισιν καὶ οἷον ῥῖψιν γινόμενοι ὅλην μὲν ἔχουσι τὴν ἐν τῷ ἀέρι δι’ ἣν εἶπον αἰτίαν ἐναπομείνασαν καπνώδη ἀναθυμίασιν· ὁ δὲ τρόπος ἐστὶ τῆς γενέσεως τοιοῦτος. εἴρηται ὡς αἱ δύο ἀναθυμιάσεις συμπεπλεγμέναι πως ἀλλήλαις ἀνέρχονται, ἥ τε ἐκ τῶν ὑδάτων ἡ ἀτμιδώδης καὶ ἡ ἀπὸ τῆς γῆς ἡ καπ- νώδης. ὅταν οὖν πολλῆς ἐκ τῶν ὑγρῶν σωμάτων ἀναδιδομένης ἀτμίδος ὁ ἀὴρ ψυχθεὶς πυκνωθῇ (εἰ γὰρ καὶ τὴν ἀτμιδώδη θερμὴν εἰρήκαμεν, ἀλλὰ τοῦ ἀέρος ἐστὶ ψυχροτέρα ὡς ἐξ ὕδατος ἀνιοῦσα, καὶ ἄλλως εἴπερ ὁδός ἐστιν ἡ ἀτμὶς καὶ οἷον μεταίχμιον | τῆς ἐξ ὕδατος εἰς ἀέρα [*](91r) μεταβολῆς, καὶ οὔτε καθαρὸς ἀήρ ἐστιν οὔτε ὕδωρ ἔμεινεν εἰλικρινές, διὰ δὲ θερμότητος ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ γίνεται, ἀνάγκη οὖν τὸ τούτων μεταίχμιον μήτε ψυχρὸν ὡς τὸ ὕδωρ μήτε θερμὸν ὑπάρχειν, ὡς ὁ ἀήρ· τὸ δ’ ἧττον θερμὸν τῷ μᾶλλον τοιούτῳ μιγνύμενον κολάζει τὴν τούτου θερμότητα) ὅπερ οὖν εἶπον, ὅταν ἐκ τῆς ἀπὸ τῶν ὑδάτων πολλῆς ἀναδιδομένης ἀτμίδος ψυχθεὶς ὁ ἀὴρ πυκνωθῇ καὶ πρὸς τούτῳ καὶ ἐξ αὐτῆς τῆς τοῦ ὕδατος γειτνιάσεως συναπολαμβάνῃ τι τῆς συναναδιδομένης καπνώδους μοίρας ἐντός, εἰς ἓν οὖν αὕτη διὰ τὴν τοῦ ἀέρος πανταχόθεν πύκνωσιν ἔνδον συναγομένη καὶ ἠρεμεῖν, θερμή τις οὖσα καὶ πνευματώδης, οὐκ ἔχουσα τῇ θλίψει τοῦ περιέχοντος ἐξακοντίζεται, καθάπερ οἱ ἐκ τῶν δακτύλων ἡμῶν ἐκθλιβόμενοι πυρῆνες· εἶτα τῇ βιαίᾳ καὶ ἀθρόᾳ κινήσει συνθλι- βόμενόν τε καὶ συνωθούμενον λοιπὸν ἐξάπτεται. ἀλλὰ διὰ τί κάτω μὲν ἄνωθεν ὡς τὰ πολλὰ ῥιπτουμένη φαίνεται, ὡς καὶ εἰς γῆν τοὺς διᾴττοντας πίπτειν καὶ εἰς θάλασσαν, τοὔμπαλιν δὲ κάτωθεν ἄνω σπανιώτερον; φημὶ τοίνυν ὡς ἐδείχθη τὰ ἀνωτέρω μέρη τοῦ περὶ τὴν γῆν ἀέρος μᾶλλον ψυχόμενα διὰ τὸ εἰς ἀχανὲς ἐκεῖ τὰς ἀνακλωμένας τῶν ἀκτίνων διεστάναι· τὸν δὲ περὶ γῆν ἐναπολαμβάνουσαι μεταξὺ διὰ τὴν πύκνωσιν τῇ κινήσει τε καὶ παρατρίψει θερμαίνουσιν. ἀνάγκη γοῦν ἄνωθεν γινομένης τῆς πιλήσεως διὰ τὴν ψῦξιν τὴν ἐντὸς ἀπειλημμένην πυρώδη οὐσίαν ἄνωθεν ὠθεῖσθαι κάτω κἀκεῖθεν ὡς διὰ μανοτέρων ἐκκρίνεσθαι ὥσπερ ἀμέλει τοὐναντίον οἱ ἐκ τῶν δακτύλων ἐκθλιβόμενοι πυρῆνες κάτωθεν πυκνουμένων τῶν δακτύλων [*](7 δύσιν] ἀνατολὴν MV 18 ἀλλὰ scripsi: ἀλλ’ ἡ libri ἐστὶ scripsi: ἔτι libri 20 καθαρῶς M 23 τοιούτῳ ex τοιοῦτον corr. M1 27 αὕτη scripsi: αὐτὴ 35. 36 τὴν δὲ V 39 μανωτέρων V)
63
ἐπὶ τὸ ἄνω χωροῦσι διεστώτων ἐκεῖ μᾶλλον. ἐ,πὶ οὖν τῆς ἀναθυμιάσεως ἄνωθεν [*](91r) θὲν τῆίς ἐκθλίψεως διὰ τὴν πύκνωσιν τοῦ ἀέρος γινομένης ἀνάγκη πᾶσα κάτω ταύτην ἐκπυρηνίζεσθαι. διὸ καὶ εἰς γῆν, ὡς εἴπομεν, οἱ διάττοντες καὶ εἰς θάλασσαν φαίνονται πίπτοντες, ἀλλὰ διὰ τὴν λεπτομέρειαν. τῆς οὐσίας αὐτῶν εὐθὺς ἀποσβέννυνται. οὐκ ἀδύνατον δὲ καὶ τοῦ κάτω μέρους μᾶλλον πυκνωθέντος ἄνω ῥίπτεσθαι τὴν ἐναπειλημμένην ἀναθυμίασιν· τοῦτο δὲ σπανιώτερον γίνεται διὰ τὴν εἰρημένην αἰτίαν. τίνος δὲ χάριν ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὰ πλάγια ῥιπτούμενοι φαίνονται, τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα.

[*](10 p. 342 a 3)

Ἀπρορήσειε γὰρ ἄν τις, πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστι καὶ ὁμοία ῥίψει, ἀλλ’ οὐχ ὡς ἄλλου καὶ ἄλλου γινομένου πυρός) ἢ ῥίφεις τοῦ αὐτοῦ σώματός εἰσιν αἱ διαδρομαί. ἔοικε δὴ δι᾿ ἄμφω.

Τοὺς δύο τρόπους διδάξαι βούλεται τῆς τῶν διαττόντων κινήσεως, οὓς εἰπόντες ἔφθημεν. διὰ δὲ τῆς ἀπορίας ταύτης ὡς ἑκάτερόν ἐστι δυνατὸν πιστοῦται τοῖς ὑποδείγμασι· καὶ τοῦ μὲν κατὰ ἔκκαυσιν γινομένου πίστιν τὸ τῶν λύχνων ὑπόδειγμα τίθησιν. ἡ γὰρ ἔξαψις αὕτη διὰ τὴν ταχυτῆτα τοῦ καπνοῦ τῆς ἐκκαύσεως ῥίψει πως ἔοικεν, ἀλλ’ οὐκ ἔστι ῥῖψις· ἡ γὰρ ῥῖψις ἑνός ἐστι πυρὸς κίνησις, ὡς εἴ τις λαμπάδα ῥίψειεν, οὐκ ἄλλου καὶ ἄλλου πυρός ἐστιν ἔξαψις, ὅπερ ἐπὶ τῶν λύχνων γινόμενον φαίνεται. τῶν δὲ κατὰ ῥῖψιν διατρεχόντων ἀστέρων ὑπόδειγμα τίθησι τοὺς ἐκ τῶν δακτύλων ἐκθλιβομένους πυρῆνας. ἐπικρίνει δὲ τὸ ἑκάτερον ἀληθὲς εἶναι τῆς ἀπορίας μέρος, ὡς τοὺς μὲν τῶν διᾳττόντων κατ’ ἔκκαυσιν γίνεσθαι, τοὺς δὲ κατὰ ῥῖψιν. ὁ δὲ ἤ σύνδεσμος διαζευκτικός ἐστι· πότερον τῶν διᾳττόντων ἡ κίνησις τοιαύτη τίς ἐστιν, οἵα καὶ τοῦ πυρὸς ἔξαψις ἄλλης καὶ ἄλλης ὕλης κατὰ τὸ συνεχὲς ἐξαπτομένης, ὡς ἔχει τὸ κατὰ τοὺς λύχνους ὑπόδειγμα ἢ οὐ τοῦτο, ῥῖψις δέ, φησί, μᾶλλόν ἐστι πυρὸς ἄνωθεν ῥιπτουμένου κάτω. δείκνυσιν οὖν, καθάπερ εἶπον, ὡς ἀμφότερόν ἐστιν ἀληθές.

[*](30 p. 342 a 12)

Κάτω δὲ ῥιπτεῖται διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν. διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν, τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν.

Ζητεῖ πῶς οἱ κατὰ ῥῖψιν γινόμενοι διάττοντες καὶ οἱ κεραυνοὶ κάτω φέρονται. τί οὖν τὸ αἴτιον; ἡ ἀτμὶς διὰ τὴν ψῦξιν πεπυκνωμένη καὶ τὴν συνανιοῦσαν αὐτῇ ξηρὰν ἀναθυμίασιν ἐναποκλείουσα, εἰ μὲν τὸ κάτω μέρος αὐτῆς μᾶλλον εἴη πεπυκνωμένον, κάτωθεν ἄνω καὶ ἐπὶ τὸ κατὰ φύσιν ἐκ- [*](2 τοῦ ἀέρος post κάτω (3) coll. libri 9 ἀκουσώμεθα V 11 φλογὸς om. V 13 ἢ] ἡ Ma 14 ῥίψεις V Arist. EFH: ῥίψις Ma Arist. N δὴ V Arist. FHN: δέ Ma Arist. E 27 ἐξαπτόμενον Ma 30 ῥίπτεται Ma 32 τοῦ πυρὸς —κατὰ φύσιν apud Arist. non leguntur 34 ἡ om. M)

64
πυρηνίζει τὸ πῦρ· καὶ τοῦτο θαυμαστὸν οὐδὲν οὐδὲ ζήτησιν ἔχον διὰ τὸ τὴν κατὰ φύσιν τοῦ πυρὸς κίνησιν ταύτην εἶναι· εἰ δὲ τὸ ἄνω μέρος τῆς ἀτμίδος μᾶλλον πεπύκνωται, ἐκθλῖβον τῇ πυκνώσει τὸ ἐναποκείμενον θερμὸν εἰς τὸ κάτω πάντως αὐτὸ βιαίως ἐξακοντίζει, διὸ καὶ εἰς γῆν καὶ εἰς θάλασσαν τὰ τοιαῦτα πυρὰ πίπτοντα φαίνεται. τὸ οὖν διὰ τὸ τὴν πύκνω- σιν εἰς τὸ κάτω ῥέπειν ἢ τοῦτό φησιν, εἰς τὸ κάτω παρὰ φύσιν ποιεῖ ῥέπειν τὸ ἐξακοντιζόμενον πῦρ, ἡ ὅτι αὐτὴ διὰ τὴν πύκνωσιν ἡ ἀτμὶς βαρυτέρα γινομένη τοῦ ἀέρος καὶ διὰ τοῦτο κάτω ῥέπουσα συνωθεῖ τὸ ἐναπειλημμένον πῦρ ὡς λεπτομερὲς καὶ εὐκίνητον ἐπὶ τὸ κάτω. καὶ γὰρ ἐφεξῆς περὶ αὐτῆς τῆς ἀτμίδος οὕτω φησίν “αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν θλῖψιν”.

[*](p. 342 a 14)

Πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλ’ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεως ἐστιν, ἐπεὶ κατὰ φύσιν τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν.

Τούτων πάντων, τῶν διᾳττόντων δηλονότι τῶν κάτω ῥιπτουμένων εἰς τὴν γῆν καὶ εἰς τὴν θάλασσαν καὶ | τῶν κεραυνῶν ὁμοίως· οὐδὲν γὰρ τούτων τῶν κατ’ ἔκκαυσιν γίνεται φησίν, ἀλλ’ ἐκθλιβομένου τοῦ θερμοῦ διὰ τὴν πύκνωσιν, ὡς εἴρηται. καίτοι καὶ αὕτη ἡ ἀναθυμίασις τῇ ἐκ τῆς πυκνώ- σεως παρατρίψει θερμαίνεται καὶ ἐκπυροῦται. πῶς οὖν φησιν οὐκ ἔκκαυσις; λέγω τοίνυν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων διᾳττόντων, οἵτινες τὴν φαινομένην κίνησιν οὐ κατὰ ῥῖψιν ἔχουσι γινομένην, ἀλλὰ κατ’ ἔκκαυσιν ἄλλοτε ἄλλης ὕλης τὴν δόκησιν ποιοῦνται τῆς κινήσεως. ἡ δὲ τῶν κατ’ ἔκθλιψιν ῥιπτομένων κίνησις ἀληθής ἐστι, καὶ οὐχ ὡς ἡ προτέρα ἡ κατ’ ἔκκαυσιν φαντασίαν ποιεῖται κινήσεως, ἀλλὰ κατὰ ῥῖψιν καὶ ἐξώθησιν ὑπὸ τῆς πυκνώσεως τῆς ψυχομένης ἀτμίδος τῆς περιεχούσης αὐτὴν γινομένη καὶ ἀληθῶς κινουμένη. διὸ καὶ εἰς γῆν καὶ εἰς θάλασσαν ταῦτα φέρεται, ὅπερ ἐστὶ τῆς ἀληθοῦς αὐτῶν κινήσεως ἀπόδειξις.

[*](ρ. 342 a 16)

Ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκκρινομένης διὰ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν καὶ τὰ ἑξῆς.

Ποῖοι μὲν τῶν διατρεχόντων ἀστέρων ἐκκαύσει γίνονται, ποῖοι δὲ ῥίψει, διαστέλλει νῦν. λαμβάνεται δὲ τούτων ἡ διαφορὰ πενταχῶς, ἐκ τοῦ τόπου ἐν ᾧ γίνονται, ἐκ τῆς ποιητικῆς αἰτίας, ἐκ τοῦ τρόπου τῆς γενέσεως, ἐκ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἐκ τῆς κινήσεως τῆς κατὰ τόπον. ἐκ μὲν οὖν [*](4 βιαίως αὐτὸ coll. Ma καὶ post διὸ om. a εἰς ante θάλασσαν om. a 5 ῥίπτοντα Ma 7 αὐτὴ scripsi: αὕτη libri 11 θλῖψιν] ῥῖψιν Arist. 15 τῶν post πάντων om. Ma 19 τρίψει M 23 ἡ post προτέρα scripsi: ἣ Ya: ἢ M 24 ante κινήσεως add. τῆς Ma 28 Ὁπόσα Ma συνίστανται 31 καὶ τὰ ἑξῆς om. et lemma uscpie ad ῥῖφιν (p. 342 a 21) prodiicit V 32 ἐκκαύσεις M)

65
τοῦ τόπου, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν ἐν τῷ ὑπεκκαύματι συνίστανται, οἱ [*](91v) δὲ κατὰ ῥῖψιν ἐν τῷ ὑποκάτω τοῦ ὑπεκκαύματος ἀέρι· ἐκ δὲ τοῦ ποιητικοῦ αἰτίου, ὅτι οἱ μὲν ἐκ τῆς τῶν οὐρανίων ἐξάπτονται κινήσεως, οἱ δὲ ἐκ τῆς πυκνώσεως τοῦ κατεψυγμένου ἀέρος παρατριβομένης τῆς ξηρᾶς ἀναθυμιάσεως· ἐκ δὲ τοῦ τρόπου τῆς γενέσεως, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν τῆς καπνώδους ἀναθυμιάσεως, οἱ δὲ κατ’ ἔκθλιψιν καὶ ῥῖψιν γίνονται ταύτης· ἐκ δὲ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ὅτι οἱ μὲν κατ’ ἔκθλιψιν ἐκ μιᾶς ἀναθυμιάσεως οὐ διεσπασμένης συνίστανται, οἱ δὲ κατὰ ἔκκαυσιν ἐκ πολλῶν καὶ διῃρημένων καὶ ἄλλης μετ’ ἄλλην ὕλης ἐκκαιομένης· ἐκ δὲ τοῦ τρόπου τῆς κινήσεως, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν σπανίως κάτωθεν ἄνω κινοῦνται, τὰς δὲ λοιπὰς κινήσεις συχνότερον, οἱ δὲ κατ’ ἔκθλιψιν κατὰ πάντα τρόπον κινοῦνται, ὡς δείξει προ·ιών, καὶ ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν δόκησιν ἔχουσι κινήσεως, οἱ δ’ ἄλλοι κινοῦνται κατ’ ἀλήθειαν.

[*](p. 342 a 21)

Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἄν τύχῃ κειμένη τοῦ βάθους, τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον. τὰ πλεῖστα δὲ εἰς τὸ πλάγινο διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δὲ ἄνω· πάντα γὰρ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίνεται φορά.

[*](20)

τὴν θέσιν τῆς ἀναθυμιάσεως ἀναθυμιάσεως ὁ Ἀλέξανδρος οὐ τῆς καπνώδους, ἀλλὰ τῆς ψυχρᾶς ἀκούει. ὡς γὰρ ἂν ἔχῃ θέσεως, φησίν, ἡ ψυχομένη ἀναθυ- μίασις πυκνουμένη, καὶ ἐφ’ ἃ τέτραπται, ἐπὶ ταῦτα καὶ φέρεται τὸ ἐκκρινόμενον ἐξ αὐτῆς πῦρ. εἰ γὰρ εἰς τὸ ἄνω ἡ ἔκκρισις τοῦ θερμοῦ, κάτω- θέν ἐστιν ἡ πύκνωσις· εἰ δὲ εἰς τὸ κάτω ἡ ἔκκρισις, τὸ ἄνω μέρος πεπύκνωται. πάλιν εἰ ἐπὶ βορρᾶν ἐκκριθείη, ἐν τῷ νότῳ ἡ πύκνωσις, εἰ δ’ ἐπὶ νότον, ἐν τῷ βορείῳ. τὸ αὐτὸ καὶ ἐπὶ δύσεως καὶ ἀνατολῆς καὶ τῆς λοιπῆς πάσης θέσεως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατ’ ἔκκαυσιν συμβαίνειν ἐνδέχεται, ὡς καὶ φθάσαντες εἴπομεν· εἰ μὲν γὰρ ἐπ’ ἀνατολὴν εἴη διε- σπαρμένη καὶ δύσιν ἡ καπνώδης, ἐξ ἀνατολῆς δὲ ἡ ἔκκαυσις ἄρξηται, ἐπὶ δύσιν ἡ δόκησις γίνεται τῆς κινήσεως, εἰ δ’ ἀπὸ δύσεως ἐξαφθείη, ἡ φαν- τασία γίνεται τῆς φορᾶ ἐπ’ ἀνατολήν· τὸ αὐτὸ καὶ ἐπὶ βορρᾶ καὶ νότου καὶ τῆς λοιπῆς θέσεως. διὰ τί δὲ οἱ κατ’ ἔκθλιψιν διᾴττοντες ἐπὶ τὰ πλάγια φέρονται, μάλιστα σαφῶς ἐδίδαξεν εἰπὼν διὰ τὸ δύο ἐναντίας ἅμα φέρεσθαι κινήσεις τὴν ἀναθυμίασιν τὴν ἐκκρινομένην, μίαν μὲν κατὰ φύσιν ἐπὶ τὸ ἄνω (πυρὶ γὰρ αὕτη κατὰ φύσιν), ἑτέραν δὲ βίᾳ καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐκθλίψεως γινομένην τὴν ἐπὶ τὸ κάτω. γίνεται οὖν ἐξ ἀμφοῖν μικτὴ κίνησις ἡ ἐπὶ τὰ πλάγια, ὥσπερ εἰ νοήσαις ἐπὶ στερεοῦ τινος δύο μύρμηκας ἀντιπροσώπους γινομένους ἰσοσθενεῖς· ἀπὸ γὰρ τῶν ἐναντίων [*](9 καὶ ἄλλη VM ὕλην ἐκκαιομένη V 12 διδάξει Ma καὶ ὅτι —ἔκκαυσιν] οἱ δὲ κατ’ ἔκθλιψιν Ma 15 βάθους] μήκους Ma 10 τὰ πλεῖστα—πλάγιον om. V 20 Ἀλέξανδρος] p. 22,29 21 ἔχοι V 23 ἡ om. M 29 ἔκκαυσις in lit. V Coinmeiit. in Arist. XIV 1. Vliilop. Meteor. 5)

66
τόπων συνιόντες οὗτοι καὶ ὑπαντῶντες καὶ ἀλλήλων ἁπτόμενοι καὶ ἀντωθοῦντες [*](91v) θοῦντες ἀλλήλους ἐπ’ εὐθείας μὲν τῆς πρὶν οὐκέτι φέρονται, λοξὴν δέ τινα καὶ πλαγίαν τῇ συνώσει φορὰν οἰσθήσονται. πάντα γάρ, φησί, τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. ἡ γὰρ διάμετρος τῶν τετραγώνων Α Β πλαγία ἐστὶν ὡς πρὸς τὰς πλευρὰς ἐξ ὧν συνέστηκε τὸ τετράγωνον· ἀπεικάζει οὖν τὴν ἐπὶ τὰ πλάγια τῶν διᾳττόντων ἔκκρισιν τῇ τῆς διαμέτρου κινήσει τῶν πρότερον μὲν ἐπὶ τὰς πλευρὰς τοῦ τετραγώνου κινουμένων, ἐξωθουμένων δὲ κατὰ τὰς γωνίας ὑπ’ (??) ἀλλήλων τῷ ἀντωθεῖν ἀλλήλας καὶ ἐπὶ τῆς διαμέτρου λοξῶς φερομένων. ὑποκείσθω γὰρ τετράγωνον Γ Δ τὸ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ, ταὐτὸν δ᾿ εἰπεῖν διαγώνιος ἡ Α Δ, κινείσθωσαν δὲ δύο μύρμηκες ἰσοσθενεῖς ὁ μὲν ἀπὸ τοὐ Γ ἐπὶ τὸ Α, ὁ δὲ ἀπὸ τοῦ Β πάλιν ἐπὶ τὸ Α· ἐπειδὰν οὖν ἐν τῷ Α γένωνται καὶ μηδέτερος θατέρου περιγίνηται ὠθοῦντες ἀλλήλους, | τῶν πλευρῶν [*](92r) μὲν ἐξωθοῦνται τοῦ τετραγώνου, λοξωθέντες δὲ τὴν διάμετρον ἐνεχθήσονται τὴν A Δ.

[*](p. 342 a 30)

Πάντα δὲ κάτω ταῦτα σελήνης γίνεται. σημεῖον δ’ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφ’ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην.

Τὴν παιδικὴν ὑπόνοιαν τῶν οἰομένων κατ’ ἀλήθειαν ἀστέρων διαδρομὰς τὰς τῶν διαισσόντων κινήσεις ἔστι μὲν ἐλέγξαι καὶ ἐκ τοῦ πάντας ἀναγεγρά- φθαι τοὺς διαφανεῖς τῶν ἀπλανῶν ἀστέρων ὑπὸ τῶν ἀστρονόμων, τῶν ἀπὸ πρώτου μέχρις ἕκτου μεγέθους, καὶ ἀεὶ τοὺς αὐτοὺς καὶ ὡσαύτως ἔχοντας καὶ ἐν τοῖς αὐτοῖς τόποις μένοντας ὁρᾶσθαι διηνεκῶς· αὐτὸς δὲ νῦν διὰ τοῦ φαινομένου τάχους τῆς κινήσεως αὐτῶν τοῦτο δείκνυσιν. ὡς γὰρ τὰ ὑφ’ ἡμῶν ῥιπτόμενα, φησίν, οἷον λίθοι, βέλη, ἀκόντια, διὰ τὸ πλησίον ἡμῶν ὑπάρχειν θᾶττον ἡμῖν δοκεῖ καὶ αὐτῶν κινεῖσθαι τῶν ἀστέρων, οὐδ’ εἰπεῖν ἔστιν ὅσῳ βραδυτέραν τὴν κίνησιν ἔχοντα, οὕτω καὶ οἱ διᾴτ- τοντες διὰ τὸ κάτω πολὺ τῆς σελήνης καὶ πλησίον ἡμῶν διατρέχειν ταχύτερον δοκοῦσι τῶν ἄστρων κινεῖσθαι τῷ θᾶττον τὰς ὄψεις ἡμῶν παραλλάττειν. ὡς γὰρ ἀπὸ σημείου τινὸς τῆς κόρης τῶν ὄψεων ἡμῶν κωνοειδῶς ἐξιουσῶν, ὁπόσον περαιτέρω προίασιν αἱ ἀκτῖνες τῶν ὀφθαλμῶν, τοσούτῳ κτὰ τὸ μέσον διίστανται μᾶλλον καὶ τὸν κῶνον εὐρύνουσι. τὰ μὲν οὖν ἐγγύτερον ἡμῶν κινούμενα διὰ μικροτέρας τῆς μεταξὺ τῶν ἀκτίνων δια- στάσεως φερόμενα θᾶττον τὴν ἐξ αὐτῶν ἀποτελουμένην παραλλάττουσι γωνίαν, ἐν ᾗ τῶν ὁρατῶν ἡ κρίσις γίνεται, διὸ ταχυκίνητα εἶναι δοκεῖ· [*](1. 2 ἀνωθοῦντες MV 15 περιγένηται M 18 κάτω ταῦτα σελήνης V Arist. FH: κάτω σελήνης ταῦτα Ma Arist. E 19. 20 ῥιπτομένοις Ma 23 διαϊσσόντων] sic libri, cf. p. 46,34 29 ἡμῖν] ἡμῶν a 32 τῷ] τὸ Va 34 τοσοῦτο M)

67
τὰ δὲ πορρωτέρω μείζονα τὴν μεταξὺ τῶν ὄψεων διάστασιν φέροντι, καὶ [*](92r) ὅσῳ πορρώτερον ὄντα τυγχάνουσι, τοσούτῳ μείζονα, κἀντεῦθεν ἐν πλείονι χρόνῳ τὴν γωνίαν τὴν ἐκ τῶν ὄψεων γινομένην παραλλάττουσιν. ἐπεὶ οὖν κατὰ τὴν γωνίαν ταύτην, ὡς εἶπον, αἱ τῶν ὁρατῶν γίνονται κρίσεις, τὰ μὲν θᾶττον τὴν μεταξὺ τῶν ὄψεων διάστασιν παραλλάσσοντα ταχύτερα εἶναι δοκεῖ, τὰ δὲ ἄλλως βραδύτερα. ἀεὶ δὲ αἱ πορρωτέρω τῶν ὀφθαλμῶν διαστάσεις τὴν μεταξὺ τῶν ἐκβαλλομένων ὄψεων διάστασιν ποιοῦσι μείζονα, διὸ καὶ πλείονος, ὡς εἶπον, χρόνου δεῖ τῷ κινουμένῳ τὴν μείζονα διελθεῖν. εἰκότως ἄρα τὰ μὲν πορρωτέρω τῶν ὄψεων κινούμενα βραδύτερα φαίνεται, τὰ δὲ ἐγγυτέρω ταχύτερα. διὸ τὰ λίαν ἀφεστῶτα σχεδὸν οὐδὲ [τὰ] κινούμενα φαίνεται· τὰ γοῦν ἀπλανῆ τὰ πάντων ὀξύτατα ἠρεμεῖν τοῖς ὁρῶσι δοκεῖ διὰ τὴν ὑπερβολὴν τῆς ἐξ ἡμῶν ἀποστάσεως. μέχρι δὲ τῶν ἐνταῦθα συμπεράνας τὴν περὶ τῶν διᾳττόντων ἀστέρων διδασκαλίαν ἐφ’ ἕτερα τῶν συμβαινόντων ἐν τοῖς μετεώροις παθῶν μετέρχεται.

[*](p. 342 a 34)

Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αίματώδη χρώματα. αἴτιον δὲ καὶ ἐπὶ τούτων τὸ αὐτό. ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστε ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίνεσθαι ὥστε φλόγα δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον, εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστάμενος παντοδαπὰς χρόας.

Ἀποδοὺς τῶν προτεθέντων τὰς αἰτίας ἀπάντων, φημὶ δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων καὶ τῆς διαφόρου τούτων κινήσεως, μέτεισιν ἐφ’ ἕτερα συγγενῆ τούτοις, ἅπερ καὶ πρόκειται, χάσματα λέγω καὶ βοθύνους καὶ χρωμάτων διαφοράς. φαίνεται γὰρ χρωματιζόμενος ὁ ἀὴρ ποτὲ μὲν αἱματώδης, ποτὲ δὲ πορφύρεος ἢ φοινικοῦς ἢ ὁπωσοῦν ἄλλως, καὶ βόθυνοί τινες ἐν αὐτῷ καὶ χάσματα εἷναι δοκεῖ, ὧν οὐδέν ἐστι καθ’ ὕπαρξιν οἷον φαίνεται. διὰ τί δὲ συνῆψε ταῦτα τοῖς προλαβοῦσιν, αὐτὸς εἴρηκεν· αἴτιον γάρ, φησί, τούτων ἁπάντων ἐστὶ τὸ αὐτό. ἔχουσι μὲν γὰρ καὶ κοινωνίαν πρὸς ἄλληλα φανερῶς, ἔχουσι δὲ καὶ διαφορὰν ἐξ ἀνάγκης, ἐπεὶ οὐδ’ ἄν ἦσαν ἕτερα. τὰ μὲν γὰρ πρότερα καθ’ ὕπαρξίν ἐστι τοιαῦτα, οἷα καὶ φαίνεται, τὰ δὲ προκείμενα μέχρι μόνης φαντασίας καὶ τοῦ δοκεῖν ἐστι τοιαῦτα· οὐδὲ γὰρ χρωμάτων ἐν ἀέρι γίνονται διαφοραί, οὐδὲ ὅλως κεχρωμάτισται ὁ ἀήρ, οὐδὲ χάσματα ἐν αὐτῷ καὶ βόθυνοι γίνονται· εἷς γάρ ἐστι καὶ συνεχὴς διάστασιν ἐν τοῖς αὐτοῦ μέρεσιν ἔχων οὐδεμίαν, ἐπεὶ μηδὲ κενὸν εἶναι τῶν ἐνδεχομένων ἐδείχθη. ἡ μὲν οὖν διαφορὰ τούτων [*](2 ἐν scripsi: μὲν libri 6 βραδύτερα scripsi: βραδύτερον libri 10 τὰ post οὐδὲ delevi 15 Φέρεται M 16 τε om. Ma 17 καὶ ἐπὶ V: καὶ om. Arist. FHN: ἐπὶ om. Ma Arist. Ε 20 δαλοὺς οἷον coll. M 21 ὁ αὐτὸς οὗτος V Arist. FHN: οὗτος om. Ma Arist. Ε 22 παντοδαπαῖς χροιαῖς Ma 24 καὶ post αἰγῶν om. MV)

68
τε κἀκείνων τοιαύτη· κοινωνοῦσι δὲ πάλιν ἀλλήλοις, διότι νεφῶν τε συστάσεις [*](92r) καὶ ἀέρος ἐκπυρώσεις τούτων ἁπάντων ἐστὶν αἴτιον. ἀλλὰ καὶ τῇ τοῦ χρόνου βραχύτητι τοῖς εἰρημένοις ἐστὶ κοινωνία· καὶ ταῦτα γὰρ κἀκεῖνα διὰ τὴν λεπτομέρειαν τῆς ὑποκειμένης ὕλης σύντομον ἔχουσι τὴν διάλυσιν. βόθυνον δὲ καὶ χάσματα διαφέρειν τινὲς ἐκ τοῦ πλάτους ἐνόμισαν· εὐρύτερον μὲν γὰρ εἷναι τὸ χάσμα, στενώτερον δὲ τὸν βόθυνον. τοῦτο δ’ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ῥημάτων δείξομεν ὅτι κατὰ βάθος τούτων ἐστὶν ἡ διαφορά· τὸ μὲν <γὰρ> χάσμα πολὺ τὸ βάθος ἔχει, ὁ δὲ βόθυνος μικρόν. καὶ ἡ κοινὴ δὲ συνήθεια καὶ ἡ τῶν παλαιῶν χρῆσις τοῦτο βούλεται· περὶ γὰρ τοῦ χάους φησὶν Ἡσίοδος “χάσμα μέγ’, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτ’, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο.” καὶ περὶ τοῦ Ἀλεξάνδρου ὁ ποιητὴς ποιγητὴς κέ οἱ αὖθι | γαῖα [*](92v) χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα.” τὸν δ’ ἕτερον “βόθρον ὄρυξεν ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα.” καὶ πάλιν “πήχυιον δ’ ἄρ’ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας” ὁ τὰ Ἀργοναυτικά. ὅτι δὲ τὸ αὐτὸ τούτων ἀπάντων ἐστὶν αἴτιον, δῆλόν φησιν ἐκ τῶν ὁμολογουμένων. εἰ γὰρ φανερῶς ὁ ἄνω ἀὴρ ἐκπυροῦται, τουτέστι τὸ ὑπέκκαυμα, καὶ τὸ διάφορον τῆς ἐκπυρώσεως τὰς εἰρημένας ἐποίει διαφοράς, φλόγας, δαλοὺς καὶ τὰ λοιπά, τί θαυμαστόν, εἰ διὰ τὴν αὐτὴν ἐκπύρωσιν καὶ χρωματίζεται ποικίλως ὁ ἀήρ; μᾶλλον δὲ δοκεῖ χρωματίζεσθαι τῆς ἀχλύος καὶ τῆς πυρώδους συστάσεως ἐν ταῖς ἡμετέραις ὄψεσι μιγνυμένης, ὡς δείξομεν, διόπερ ἐν νυκτὶ μόνῃ τὰ τοιαῦτα. μεθ’ ἡμέραν γὰρ τὸ τοῦ ἡλίου φῶς τήν τε σύστασιν ἐπικαλύπτει καὶ τὸν ἀχλυώδη φωτίζει ἀέρα, μᾶλλον δὲ καὶ διαλύει τὴν ἀχλὺν κατὰ τὸ πλεῖστον. ἀλλὰ καὶ αἰθρίας δεῖ, φησί, πρὸς τὴν τῶν τοιούτων χρωμάτων φαντασίαν, τουτέστι νηνεμίας· ἡ γὰρ τῶν ἀνέμων κίνησις διασκεδάννυσι τὴν ἀχλὺν ἔσθ’ ὅτε καὶ διαλύει καὶ τὰ εἰρημένα πάθη καὶ συστῆναι οὐ συγχωρεῖ. τὸ δὲ ἐν τῷ οὐρανῷ πάλιν ὁμοίως ἀκουσόμεθα περὶ τὸν οὐρανόν, τουτέστιν ἐν τῷ ὑπεκκαύματι· πρὸς γὰρ τὴν τῶν πολλῶν εἴρηται δόξαν ἐν τῷ οὐρανῷ συνίστασθαι τὰ τοιαῦτα πάθη νομίζουσαν.

[*](p. 342 b 5)

Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει, μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾗ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα [*](6 στενότερον a 8 γὰρ addidi 9 καὶ post μικρόν om. a 10 φησὶν Ἡσίοδος] Theog. 740 sq. μέγα MV οὐδέ κε] οὐδ’ ἐν MV 11 οὖδας ἵκοιτ᾿ εἰ] εἰ οὔδαϊ κεῖται MV 12 ὁ ποιητής] ΙΙ Z 281 sq. 13. 14 βόθρον κτλ.] 0d. Κ 517 14 ὀρύξαι 1. 1. πήχυιον κτλ.] Apoll. Rh. III 1206 15 αὐτὸ om. a 34. 35 προσθήσεις Ma 36 ποιεῖ Ma et infra (p. 72,10) V: ποιήσει Arist. et h. 1. V)

69
δέχεσθαι. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις [*](92v) oαιτια ταχεια ουσα.

Τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ συνισταμένων τὰ μέν εἰσιν ὑποστάσεις ἀληθεῖς, οἷα φαίνεται, τοιαύτᾳ καὶ τὴν οὐσίαν ὑπάρχοντα, φλόγες φημὶ καὶ αἶγες καὶ δαλοὶ χιόνες τε καὶ χάλαζαι καὶ ὑετοί, περὶ ὧν ἤδη προείρηκε, τὰ δὲ μόνον ἐμφάσεις καὶ εἰδωλοποιίαι ψευδεῖς, οὐ τοιαῦτα τὴν φύσιν ὄντα, οἷα καὶ φαίνεται, ἅπερ ἐστὶ χάσματα καὶ βόθυνοι καὶ τὰ ἐν τῷ ἀέρι δοκοῦντα συνίστασθαι χρώματα, περὶ ὧν διδάξαι προτίθεται νῦν· τοιαῦτα δὲ καὶ παρ’ ἡμῖν ἐστι τὰ εἴδωλα, ἐμφάσεις ὄντα καὶ μόνον· τὰ δὲ μικτά πως κατά τι μὲν ὑποστάσεις, κατά τι δὲ πάλιν ἐμφάσεις, οἷοιπερ εἰσὶν οἱ κατ’ ἔξαψιν γινόμενοι διᾴττοντες· τὸ μὲν γὰρ πυρῶδες αὐτῶν ἀληθής ἐστιν ὑπόστασις, ἡ δὲ κίνησις τούτων ἡ τοπικὴ δόκησίς ἐστι καὶ μόνη, καθὰ φθάσαντες ἀπεδείξαμεν. ἔστι δὲ καὶ παρ’ ἡμῖν τοιαῦτα, οἷον ἡ ἐν ὕδατι βρεχομένη κώπη κεκλάσθαι δοκοῦσα· τοῦτο μὲν γὰρ ἔμφασις, τὸ δὲ ὑπὸ τὸ ὕδωρ αὐτὴν φαίνεσθαι ὕπαρξις ἀληθείας. καὶ γραφαὶ δέ τινές εἰσι τοιαῦται, ὧν τὰ μὲν ἐν βάθει εἶναι δοκεῖ, τὰ δὲ προπετῆ καὶ ἔξω νεύοντα, πάντων ἐν μιᾷ ὄντων ἐπιφανείᾳ. ἡ μὲν οὖν γραφὴ τούτων ἐστὶν ὑπόστασις ἀληθής, τὸ δ’ ἐν βάθει τινὰ τούτων εἶναι δοκεῖν ἢ ἔξω νεύειν ἔμφασις καὶ μόνη. εἰπὼν οὗν ἐν τοῖς προλαβοῦσι περὶ τῶν ὑπόστασιν ἐχόντων ἀληθῆ καὶ τῶν μικτῶν νῦν περὶ τῶν μέχρι μόνου τοῦ δοκεῖν ὁρωμένων διδάξαι προτίθεται. τούτων δὲ διχῇ διαιρουμένων τὰ μὲν καλοῦνται διαφάσεις, ὅσα διὰ τῆς τῶν νεφῶν διαφανείας εἰδωλοποιεῖται, ὡς τὰ ἐν ἀέρι διάφορα χρώματα, τὰ δὲ ὁμωνύμως τῷ γένει καλοῦνται ἐμφάσεις, ὅσα κατὰ τὴν ἀπὸ τῶν ἐσόπτρων ἀνάκλασιν τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἐμπιπτουσῶν ἢ τὴν σελήνην ἤ τινα τῶν ἀστέρων ἢ τὰς ἐν ἀέρι πυρώδεις γινομένας συστάσεις ὁρῶνται φαντάσματα, ὡς ἅλως καὶ ἶρις καὶ παρήλια. δύο οὖν εἰσι τὰ τούτων ἁπάντων αἴτια, ἥ τε τῶν νεφῶν διαφάνεια, ὅταν πυρώδης σύστασις ἄνωθεν κατὰ κάθετον αὐτοῖς συσταίη, ἑτέρα δὲ ἡ ἐκ τῶν πυκνοτέρων νεφῶν ἀντανάκλασις τῶν ἡμετέρων ὄψεων ἐπὶ τὴν ἐκ πλαγίου τῶν νεφῶν πυρώδη γενομένην σύστασιν ἢ τὸν ἥλιον αὐτὸν ἢ ἕτερόν τινα τῶν ἀστέρων. τὸ μὲν οὖν πρῶτον, τὰ κατὰ διαφάνειαν λέγω φαινόμενα, τοῦτον γίνεται τὸν τρόπον· νέφους γὰρ ὑποτρέχοντος πυρώδη τινὰ σύστασιν ἐν τῷ ὑπεκκαύματι γενομένην μὴ πυκνοῦ λίαν, ἀλλὰ μανοτέρου καὶ διαφάνειαν βραχεῖαν ἔχοντος καὶ τοσαύτην, ὥστε τὸ χρῶμα μόνον τῆς κατὰ κάθετον τῷ νέφει κειμένης ἐκπυρώσεως φαίνεσθαι, μηκέτι δὲ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῆς, ποικίλα δοκεῖ συνίστασθαι χρώματα. δεῖ δὲ καὶ τὴν ἐκπύρωσιν μετρίαν εἶναι· πολλῆς γὰρ οὔσης διαλύεσθαι συμβαίνει τὸ νέφος. τούτων οὖν οὕτως ἐχόντων συστάσεως τε καὶ πρὸς ἄλληλα θέσεως, τοῦ νέφους λέγω καὶ τῆς ἐκπυρώσεως, δι’ ἀμφοῖν ἡ ὄψις ἡμῶν [*](5 χιόνες—ὑετοί videntur delenda esse 9 καὶ ante μόνον om. a 12 καὶ om. a 15 αὐτὴν scripsi: αὑτὸν libri ὕπαρξις scripsi: ὕπαρ a: ὕπερ MV ἀληθείας] fort. ἀληθής 28 ἕτερα a 30 γινομένην a 36 ἀποίκιλα MV 38. 39 τε καὶ—θέσεως om. a)

70
φερομένη καὶ ἐν αὑτῇ τό τε μέλαν τοῦ νέφους καὶ τὸ λαμπρὸν μιγνῦσα [*](92v) τῆς ἐκπυρώσεως τὴν αἱματώδη τε καὶ ἐρυθρὰν ἡ φοινικῆν ἢ πορφυρᾶν καὶ τὴν τῶν ἄλλων χρωμάτων παρέχεται φαντασίαν, πρὸς τὴν διαφορὰν τοῦ λαμπροῦ τε καὶ τοῦ μέλανος μᾶλλον ἢ ἧττον τοιούτων ὄντων διαφόρου καὶ τῆς μίξεως ἐξ αὐτῶν ταῖς ἡμετέραις γινομένης ὄψεσιν, ἡ ποικίλη τῶν χρωμάτων συμβαίνει διαφορά. οἷόν τι γίνεται καὶ ἐν τῇ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῇ τῶν ἄλλων ἀστέρων ἀνατολῇ τε καὶ δύσει, ὅταν ὀμιχλώδης ὁ περὶ τὸν ὁρίζοντα γένηται ἀήρ· διαφόρων γὰρ καὶ τότε χρωμάτων φαντασία γίνεται, ποτὲ μὲν ἐρυθρά τε καὶ αἱματώδης, ὁπηνίκα ἥ τε ἀχλὺς εἴη παχυτέρα καὶ τὸ πυρῶδες εἰλικρινέστερον, ποτὲ δὲ ξανθή | τε καὶ οἱονεὶ χρυσοειδής, ὅτε λεπτοτέρα ἡ ἀχλύς, καὶ ἄλλοτε ἄλλη πρός [*](93r) τε τὸ ποσὸν τῆς πυκνώσεως τοῦ ἀέρος καὶ τῆς ἐκπυρώσεως τὸ μέτρον καὶ τὴν πρὸς ἄλληλα τούτων σχέσιν· μετρῆσαι γὰρ τὴν τοιαύτην μῖξιν, ἐξ ἧς τὰ διάφορα γίνεται χρώματα, δυσχερὲς ἡμῖν καὶ ἀδύνατον. ὅτι δὲ τῇ μίξει τῶν ἐναντίων ταῦτα γίνεται, δῆλον ἐξ ὧν καὶ οἱ ζωγράφοι τῇ μίξει τούτων πολλὰς ἐργάζονται χρωμάτων διαφοράς. καὶ ἡ ἐξ ὑγροτέρων δὲ ξύλων ἐξαπτομένη φλὸξ ἐρυθρὰ φαίνεται διὰ τὴν τοῦ καπνοῦ παχύτητα καὶ μελανίαν τῷ λαμπρῷ τοῦ πυρὸς μιγνυμένην. ἐκ δὲ τῶν ξηρῶν ξύλων ὅ τε καπνὸς λεπτότερος γίνεται καὶ τὸ χρῶμα τὸ ἐκ τῆς μίξεως αὐτοῦ καὶ τοὐ λαμπροῦ τοῦ πυρὸς ξανθότερον. δεύτερός ἐστι τρόπος ἰῆς τοιαύτης τῶν χρωμάτων ἐν τῷ ἀέρι φαντασίας ὁ κατ’ ἔμφασιν ἐξ ἀνακλάσεως τῶν ἡμετέρων γενόμενος ὄψεων. οὕτω δὲ δεῖ παχεῖαν εἶναι καὶ μὴ διαφανῆ τοῦ νέφους τὴν σύστασιν μηδ’ ἡνωμένην καὶ πάλιν συνεχῆ, διεσπασμένην δὲ κατὰ μικρὰς ἀτμίδας, οἷαι καὶ αἱ τῶν ὑετῶν λεπταὶ ψεκάδες, καὶ τὴν ἐκπύρωσιν μὴ κατὰ κάθετον ἀλλ’ ἐκ πλαγίων τοῦ νέφους εἶναι, καὶ οὕτω θέσεως ἔχειν ταῦτα πρὸς ἄλληλα, ὡς τὰς ὄψεις ἡμῶν τὰς εἰς τὸ νέφος ἐμπιπτούσας ἐπὶ τὴν ἐκ- πύρωσιν ἀνακλωμένας φέρεσθαι ἢ ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην. ἀπὸ μικρῶν οὗν τοῦ νέφους ἐνόπτρων ἐπί τι τῶν εἰρημένων γινομένης τῆς ἀνακλάσεως, τὸ χρῶμα μὲν τούτων ὁρᾶν ἐν τοῖς ἐνόπτροις δοκοῦμεν, τὸ σχῆμα δὲ καὶ τὸ μέγεθος οὐκέτι διὰ τὴν τούτων μικρότητα· οἷόν τι κἀπὶ τῶν ψεκάδων τοῦ ὑετοῦ φαίνεται συμβαῖνον, ὅταν ὁ ἥλιος ἐν καθαρῷ διαλείμματι φαίνηται τῶν ἀστέρων νύκτωρ καὶ ἐπὶ τῶν κωπηλατούντων νύκτωρ ὁμοίως εἰς μικρὰ τεμνομένου τοῦ ὕδατος. τῶν γὰρ εἰς ταύτας ἐμπιπτουσῶν ὄψεων καὶ ἀνα- κλωμένων ἐπὶ τὰ ἄστρα τὸ χρῶμα μόνον ὁρῶμεν, τὸ σχῆμα δὲ καὶ τὸ μέγεθος οὐκέτι διὰ τῆς ὕδατος μικρότητος. καὶ ἐπὶ τῶν ἐνόπτρων δὲ τῶν παρ’ ἡμῖν τῶν λίαν σμικρῶν τὸ αὐτὸ γίνεται. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὴν ἶριν γινομένην ἐν τῷ τρίτω τῆς πραγματείας δείκνυσι ταύτης, νέφους μὲν συνισταμένου παχέος πρὸς αὐτῷ τῷ ὁρίζοντι, κατὰ θάτερον δὲ μέρος αὐτοῦ φαινομένου τοῦ ἡλίου ἐν καθαρῷ διαλείμματι, καὶ τῶν ὄψεων ἡμῶν ἐκ [*](1 αὐτῇ scripsi: αὐτῇ libri 3 τὴν ante τῶν om. M 5 post ὄψεσιν fort, addendum ὅθεν 6 οἷόν τι] post οἷον lac. III litt. V: τι om. in lac. vi litt. M: οἷον πολλάκις a 10 τὸ om. a 11 ἄλλη] ἄλλο Ma 15 καὶ ex corr. V οἱ om. a 18 μιγνυμένη Ma 21 γινόμενος Ma 23 καὶ πάλιν] fort. πάλιν καὶ 27 τὸν] τὸ a 31 ἐν καθαρῷ bis scr. M 37 ἐν τῷ τρίτῳ τῆς πραγματείας] c. 4 μὲν] δὲ a)
71
τοῦ νέφους ἀνακλωμένων ἐπὶ τὸν ἥλιον καὶ τὴν τῶν χρωμάτων τῆς ἴριδος [*](93r) ποιουσῶν φαντασίαν. τὸν δὲ ἀριθμὸν τῶν χρωμάτων αὐτῆς καὶ τὴν δια- φορὰν καὶ τῶν κύκλων τὸ μέγεθος ἐκεῖσε τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα. νῦν δὲ τέως ἐπὶ τὴν ἐξέτασιν χωρῶμεν τῆς λέξεως.

Διἀ τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιεῖ. τοὺς δύο τρόπους τοὺς προειρημένους τῆς τῶν φαινομένων χρωμάτων ἀπαγγέλλει φαντασίας, τὸν μὲν τῆς διαφάσεως ἐν οἷς ἔφη διά τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς, πρὸς τὸν ἀέρα· οὐδὲ γὰρ πυκνοτέρου νέφους δεῖν γὰρ ἔφαμεν μετρίαν ἔχειν τὸ νέφος διαφάνειαν, ἵνα δι’ αὐτῆς τὸ φῶς διέλθοι τῆς ἐκπυρώσεως), ἀλλὰ πυκνοτέρου ὡς πρὸς τὴν τοῦ ἀέρος διαφάνειαν, καλῶς δὲ εἶπε τὸ ἔλαττον φῶς· εἰ γὰρ πολὺ εἴη, πάντως ἐπι- κρατεῖ τοῦ νέφους καὶ λύει τὴν σύστασιν αὐτοῦ, καὶ τὸ πάθος οὐ συνίσταται. τὸν δὲ δεύτερον δηλοῖ τρόπον ἐν οἷς πάλιν εἶπε καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀήρ. ἀνάκλασιν δὲ τὸν ἀέρα δέχεσθαί φησι τὴν τῶν ὄψεων δηλονότι τῶν ἡμετέρων, οὐκ αὐτῆς τοῦ ἀέρος τῆς οὐσίας ἀνακλωμένης. μάλιστα δὲ τὸ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οὐ τοῦ λευκοῦ καὶ πυρώδους ἀλλήλοις μιγνυμένων, ἀλλὰ τούτων ἑκατέρου τῷ μέλανι. τὸ μὲν γὰρ λευκὸν τῷ μέλανι μιγνύμενον φαιὸν γίνεται· ἵνα δὲ φοινικοῦν γένηται, καὶ τὸ πυρῶδες μίγνυσθαι τοῖς εἰρημένοις προσήκει. πῶς οὖν φησιν ὁ φιλόσοφος; μάλιστα δέ φησι τὸ φοινικοῦν ἢ πορφυροῦν μιγνύμενον φαίνεσθαι, διότι μετριώτερον ὑπάρχον τὸ μέλαν ἐν τῇ μίξει τὸ φοινικοῦν ποιεῖ, βαθύτερον δὲ τὸ πορφυροῦν. συναριθμείσθω δὲ τῷ μέλανι τὸ κυανοῦν ἐκλάμπειν ποιοῦν τὸ ἐκ τῆς μίξεως τῆς εἰρημένης ἀποτελούμενον. πυρῶδες δὲ ἐν τῇ μίξει τῶν χρωμάτων ἐστὶ τὸ ἐρυθρόν. καὶ οἱ ζωγράφοι δὲ τῇ τοιαύτῃ μίξει χρώμενοι τὰ εἰρημένα ποιοῦσι χρώματα. ἡ δὲ μῖξις αὕτη γίνεται, φησί, κατὰ τὰς ἐπιπροσθήσεις, τουτέστιν οὐκ αὐτῆς τοῦ νέφους τῆς μελανίας καὶ τῆς τῶν ἄστρων λευκότητος μιγνυμένων ἢ πάλιν τοῦ πυρώδους χρώματος καὶ τῆς μελανίας τοῦ νέφους, ἀλλ’ ἐν ταῖς ἐπιπροσθήσεσι ταῖς ὑπὸ τοῦ νέφους τῶν ὄψεων ἡμῶν ἡ μῖξις γίνεται τῶν διὰ τοῦ ἀέρος εἰς ἡμᾶς φαινομένων χρω- μάτων, τοῦ μεταξὺ δηλονότι μὴ πάσχοντος, ἐν δὲ τῇ τούτων ἀντιλήψει τε καὶ αἰσθήσει μιγνυμένων συνίσταται τὸ πάθος. ἐπιπρόσθησιν δὲ ταύτην εἶπεν, ἐπειδὴ μὴ καθαρῶς ἀντιλαμβανόμεθα τῶν χρωμάτων, ἀλλὰ μετ’ ἐπιπροσθήσεως τῆς ἀπὸ τοῦ νέφους ἀμυδρὰ γίνεται αὐτῶν ἡ ἀντίληψις, ἐν ᾗ μίγνυνται. ὅτι γὰρ <οὐ> πάσχει ὑπὸ τῶν χρωμάτων ὁ διακονῶν ἀήρ, δῆλον ἐκ τῶν ἀκτίνων τῶν διὰ τῆς χρωματισθείσης ὑέλου φερομένων· [*](2 ποιουσῶν scripsi: ποιούσης libri τῶν δὲ ἀριθμῶν M 3. 4 μαθησόμεθα Ma 5 φαινόμενον scripsi: φερόμενον libri: διαφαινόμενον Arist. 8 τὸν] τὴν a 9 φαινόμενον ex φαινομένου corr. Μ1 10 ἔφημεν a 18. 19 ἐπιπροσθήσεις Arist.: προσθήσεις lihri προσθέσεις corr. 25 25 κύανόν Ma 28. 29 ἐπιπροσθείσεις a 32 φαινομένων scripsi: φερομένων libri 37 οὐ addidi)

72
ἐν μὲν γὰρ τῷ ἀέρι δι’ οὗ φαίνονται αἱ ἀκτῖνες οὐ φαίνεται τὸ τῆς ὑέλου [*](93r) χρῶμα, ἐν δὲ τῷ στερεῷ ἐν ᾧ προσπίπτουσι διαφαίνεται, εἴτε ἐν τοίχῳ πέσοιεν εἴτε ἐν τῇ γῇ εἴτε ἐν ὁτῳοῦν ἄλλῳ. οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, διὰ καπνοῦ φοινικᾶ φαίνεται. ἐὰν ᾖ καῦμα, φησί, τουτέστι κατάστημα νότιον· περὶ γὰρ τὸν ὁρίζοντα ἀχλυωδέστερος γίνεται ὁ ἀήρ. καυματώδης γὰρ ὁ νότος ὢν ἀναλύει μὲν ἀτμίδα πολλήν, διαφορῆσαι δὲ ταύτην οὐκ ἰσχύων διὰ τὸ βληχρὸν τοῦ θερμοῦ ἀχλυώδη τὸν ἀέρα ποιεῖ καὶ παχύν· δι’ οὗ τὰ ἄστρα φαινόμενα φοινίκια φαίνεται, ὡς καὶ ἡ διὰ τοῦ καπνοῦ τῶν ὑγρῶν ξύλων φαινομένη | φλόξ καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον [*](93r) ὥστε μὴ τὸ σχῆμα, ἀλλά τὸ χρῶμα δέχεσθαι. οὗτός ἐστιν ὁ δεύτερος τρόπος. ἐὰν γὰρ μικρόν τι μόριον ἐνόπτρου τις λάβῃ καὶ πρὸς τὸν ἥλιον ἀντιπρόσωπον θείη, τὸ μὲν σχῆμα τούτου καὶ τὸ μέγεθος ἐν τῷ ἐνόπτρῳ οὐ φαίνεται, τὸ δὲ χρῶμα μόνον αὐτοῦ καὶ τὸ φῶς· ἀλλὰ κἄν κατὰ μικρὰ τεθραυσμένον εἴη τὸ ἔνοπτρον, ὁμοίως τὸ χρῶμα μόνον διὰ πάντων τῶν θραυσμάτων αὐτοῦ φαίνεται, οἷον καὶ ἐπὶ τῶν ψεκάδων εἴπομεν τοῦ ὑετοῦ γίνεσθαι. τοιοῦτον οὖν συμβαίνει καὶ ἐν τοῖς νέφεσιν, ὡς τὰ μόρια διεσπάσθαι κατὰ μικρά, καὶ μάλιστα ὅταν ἐπιτήδειον ἤδη πρὸς ὕδατος ὑπάρχῃ γένεσιν, ὅτε καὶ τὰς τοιαύτας φαντασίας παρέχεται· διόπερ οὔτε τὸ σχῆμα τῶν ἐκπυρώσεων οὔτε τὸ μέγεθος δεικνύουσι, μόνου δὲ τοῦ χρώματος τὴν φαντασίαν παρέχονται. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν τοῦτο ἡ σύστασις αἰτία ταχεῖα οὖσα. ὥσπερ γὰρ πάπυρος ἢ στυπεῖον λεπτὸν καὶ ξηρὸν ταχέως ἐξάπτεται καὶ ἐπ’ ὀλίγον χρόνον στέγει τὴν φλόγα θᾶττον τῆς ὕλης δαπανωμένης (τοῦτο γὰρ δηλοῖ τὸ ταχεῖα οὖσα), δρῦς δ’ ἐπειδὰν ἐξαφθῇ, πολὺν διαμένει χρόνον διὰ τὴν παχύτητα. οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων ἐκπυρώσεων καὶ τῶν ἀστραπῶν· λεπτομερὴς γὰρ αὐτῶν οὖσα ἡ ὕλη καὶ ταχέως ἐκδαπανωμένη σβέννυται. οἱ δὲ κομῆται παχυτέρας ὕλης ὄντες, πλείονα χρόνον τὰς ἐκπυρώσεις φυλάσσουσιν.

[*](p. 342 b 14)

Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτὸς κυανοῦ καὶ μέλανος ποιεῖ τι βάθος ἔχειν δοκεῖν. πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δὲ χάσμα δοκεῖ.

Ἡ μὲν οὖν τῶν αἱματωδῶν καὶ τῶν τοιούτων φαντασία χρωμάτων ἢ κατὰ διαφάνειαν τῶν νεφῶν ἢ κατὰ ἀνάκλασιν τὴν ἐξ αὐτῶν ἐγίνετο τῶν ὄψεων ἡμῶν· ἡ δὲ τῶν βοθύνων καὶ τῶν χασμάτων οὐχ οὕτως, ἐπιπροσθουμένου δὲ κατὰ τὸ μέσον τοῦ φωτὸς ὑπὸ τῆς τοῦ νέφους παχύτητος· [*](5 ἀχλυωδέστερος] ψυχρότερος MV 7 βληχρὸν scripsi: βλιχρὸν Ma: βλιχὸν V 13 ἐσόπτρῳ V 16 θραυμάτων V 19 ὑπάρχει a 22 αἰτία om. Ma 23 στυππίον V 30 κυανέου Ma Arist. E 33 δὲ χάσμα a Arist. E: post δὲ add. τι V (sed om. infra p. 73,29) Arist. FHN: δὲ πάσχειν M 35 κατὰ διαφάνειαν scripsi: διὰ καταφάνειαν libri τὴν scripsi: τῶν libri 37 κατὰ τοῦ μέσου a)

73
λίαν γὰρ εἶναι δεῖ παχὺ τὸ νέφος καὶ μηδ’ ὅλως διαφανὲς τὸ ἐπιπροσθοῦν [*](93v) κατὰ μέσον τῷ φωτί· οὕτω γὰρ κοιλότητος ποιεῖ φαντασίαν. τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λαμπρὸν ὀξεῖαν ἔχοντα τὴν ἐνέργειαν διακριτικὰ τῶν ὄψεων ἡμῶν ὑπάρχει, διὸ καὶ ταχὺ τὸ πάθος ἐν αὐταῖς ἐργαζόμενα ταχεῖαν καὶ τὴν ἀντίληψιν τοῦ πάθους ἔχουσι· τὸ γὰρ θᾶττον πάσχον καὶ θᾶττον τοῦ πάθους ἀντιλαμβάνεται. τὸ δὲ μέλαν ἔμπαλιν συγκριτικὸν ὑπάρχον τῶν ὄψεων βραδυκινησίας αὐταῖς αἴτιόν ἐστι (τοῖς γὰρ ἐναντίοις τὰ ἐναντία συμβαίνειν ἀνάγκη) καὶ διὰ τοῦτο καὶ ἡ τοῦ πάθους ἀντίληψίς ἐστι βραδυτέρα. ὅταν οὖν ἐκπυρώσεως τινος συστάσης νέφος τι παχὺ καὶ μὴ διαφανὲς ἐν τῷ μέσῳ τῆς ἐκπυρώσεως γίνηται, ὡς μὴ πάσῃ ἐπιπροσθεῖν, ἀλλὰ μόνῳ τῷ μέσῳ αὐτῆς ἀέρι, ἐν ᾧ καὶ συνέστη τὸ νέφος, τῶν ἑκατέρωθεν τῆς ἐκπυρώσεως μερῶν καθαρῶν ὄντων καὶ οὐκ ἐπιπροσθουμένων τῷ νέφει, συμβαίνει τότε τῷ μὴ ὁρᾶσθαι τὸ μέσον αὐτῆς διὰ τὸ μέλαν κοιλό- τητος διδόναι φαντασίαν. διὸ καὶ τὰ πόρρωθεν ὁρώμενα μέλανα φαίνεται, οὐκ ἐφικνουμένης αὐτῶν ἱκανῶς τῆς ἡμετέρας ὄψεως. καὶ γὰρ εἰ ἐν τῷ αὐτῶ ἐπιπέδῳ λευκὸν θείης καὶ μέλαν καὶ πόρρωθεν αὐτὰ θεωρήσειας, ἐγγύτερον εἶναι δόξει τὸ λευκόν, τὸ δὲ μέλαν πορρώτερον. τοῦτο καὶ οἱ γραφεῖς εἰδότες, ὅταν κοῖλον εἶναί τι δοκεῖν ἐθέλωσιν, οἷον πηγὴν ἢ δε- ξαμενὴν ἢ βόθυνον ἢ ἄντρον ἤ τι τοιοῦτον, μέλανι καταχρίουσι τοῦτο ἢ κυανῷ, καὶ τοὔμπαλιν ὅσα προπετῆ φαίνεσθαι βούλονται, οἱονεὶ μαζοὺς κόρης ἢ χεῖρα τεινομένην ἢ πόδας ἵππου, τὰ ἑκατέρωθεν τοῦ μορίου τούτου μελαίνουσιν, ἵνα τούτων κοίλων εἶναι δοκούντων τὸ μεταξὺ αὐτῶν γραφὲν ἐξέχειν νομίζηται. εἰ μὲν οὖν ἧττον εἴη πεπυκνωμένον τὸ νέφος, βόθυνος εἶναι δοκεῖ, εἰ δὲ λίαν εἴη πυκνὸν καὶ διὰ τοῦτο μελάντερον, χάσμα, καὶ ὅσῳ πλέον μελαίνεται, τοσούτῳ καὶ τὸ βάθος μεῖζον εἶναι δοκεῖ. τὸ δὲ ἀναρρηγνυμένου τοῦ φωτὸς εἴρηκε, τουτέστιν ὑπὸ τοῦ νέφους σχιζομένου, καὶ τῆς συνεχείας διακοπτομένης διὰ τὴν τοῦ μέλανος ἢ κυανοῦ κατὰ τὸ μέσον ἐπιπρόσθησιν. πολλάκις δὲ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δὲ χάσμα δοκεῖ. ἐκ τῶν ποίων; τῶν εἰρημένων συστάσεων, ἐν οἷς οἱ βόθυνοι καὶ τὰ χάσματα φαίνεται. ὅταν γὰρ τὸ νέφος τοῦτο συγκριθῇ μᾶλλον καὶ ἐναποληφθείη μεταξὺ τούτου μέρος τι τῆς ἐκπυρώσεως, συνθλιβόμενον τοῦτο τῇ βίᾳ τῆς πυκνώσεως ἐκπυρηνίζεται καὶ φέρεται κάτω. εἰ δὲ ἐπὶ πλεῖον συνέλθοι, φησί, χάσμα δοκεῖ γίνεσθαι. εἰ οὖν τὸ μέλαν τοῦ νέφους τὸ μεταξὺ τῆς πυρώδους συστάσεως τὴν δόκησιν ἐποίει τοῦ βοθύνου, ἔτι δὲ συνιὸν ἐπὶ πλεῖον μελαίνεται, τὸ δὲ μᾶλλον μέλαν πλείονος βάθους δίδωσι φαντασίαν, τοῦτο δὲ χάσμα ὠνόμασε, τὸ ἄρα χάσμα τῷ μᾶλλον εἶναι βαθύ- τερον τοῦ βοθύνου διέστειλεν.

[*](2 μέν om. a 4 αὐταῖς scripsi: ἑαυταῖς Ma: ἑαυτοῖς V 10 γίνηται scripsi: γίνεται libri πάσῃ scripsi: πᾶσιν libri 13 post συμβαίνει lac. v lift. V. III litt. M 14 μέλαινα M 16 θείης ἡ μέλαν Ma 20 βούλονται φαίνεσθαι coll. Ma 26 ἀναρρηγνύμενον Ma 30 τῶν ποίων scripsi: τούτων ποίων libri 31 φαίνεται ex φαίνονται corr. M 31. 32 ἐναπολειφθείη V 32 συνθλιβομένω τούτω MV 34 συνέλθῃ M 38 διέστηκεν a)
74
[*](p. 342 b 18)

Ὅλως δ’ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς ποιεῖ ποικιλίας, 93 v οἷον ἡ φλὸφ τῷ καπνῷ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει, νυκτὸς δ’ ἔξω τοῦ φοινικοῦ τὰ ἄλλα δι’ ὁμόχροιαν οὐ φαίνεται.

Τὸ λευκόν, φησί, καὶ τὸ μέλαν (λευκὸν δὲ νῦν λέγεται τὸ λαμπρόν) ἐν τῇ ποιᾷ μίξει πολλὰς ποιεῖ χρωμάτων διαφορὰς κατὰ τὴν ἑκατέρου τούτων πρὸς τὸ λοιπὸν ἄνεσίν τε καὶ ἐπίτασιν, οἷον τὸ φοινικοῦν, τὸ πράσινον, τὸ ἁλουργόν, τὸ ἐρυθρὸν καὶ εἴ τι τοιοῦτον ἕτερον, ὧν ὁ λόγος τῆς συμμετρίας ἄρρητος. παράδειγμα τούτων δίδωσι τὸ δία του καπνοῦ φαινόμενον πῦρ πολλὰς ἐμφαῖνον χρωμάτων διαφορὰς ἄλλοτε ἄλλας πρὸς τὴν τοῦ καπνοῦ ποιότητα τὴν ἐκ τῆς διαφόρου τῶν | καιομένων ὕλης γινομένην. [*](94r) τούτων οὖν, φησί, τῶν διαφόρων χρωμάτων ὅσα μέν ἐστι πυρώδη, ἐν ἡμέρᾳ οὐ διαφαίνεται διὰ τὴν πρὸς τὸν ἥλιον ὁμοιότητα συγκαλυπτόμενα ὑπ’ αὐτοῦ, ὅσα δὲ νένευκε πρὸς τὸ μέλαν, φανερὰ πᾶσίν ἐστιν· ἐν νυκτὶ δὲ τοὐναντίον ὅσα μέν ἐστι λευκὰ καὶ πυρώδη, διαλάμπει, ὅσα δὲ πρὸς τῷ μέλανι, πάντα κρύπτεται, τὸ ἁλουργόν, τὸ πορφυροῦν, τὸ πράσινον, τὸ κυανοῦν. μόνον δέ, φησί, τὸ φοινικοῦν διαφαίνεται· πλεονάζει γὰρ ἐν αὐτῷ τὸ λευκόν, ὡς ἐν τοῖς ἄλλοις τὸ μέλαν. ὁρῶμεν γὰρ καὶ τοῦ ἡλίου ἄρτι δεδυκότος περὶ τὸν ὁρίζοντα φοινικοῦν χρῶμα φαινόμενον, ὅτι ὁ ἀὴρ ἐκεῖνος ἠρέμα πως ἀχλυ- ώδης ἐστί, τῶν ὄψεων ἡμῶν ἐκ τῆς ἀχλύος ἀνακλωμένων ἐπὶ τὸν ἥλιον καὶ τῇ μίξει τῶν χρωμάτων τὰς τοιαύτας ποιουσῶν φαντασίας. διὸ καὶ ἡ μὲν ἀπὸ μέλανος γραφὴ ἐν λευκοῖς τοῖς ὑποδεχομένοις γίνεται, ἡ δὲ λευκογραφία καὶ χρυσογραφία τοὐναντίον ἐν μέλανι· τὸ γὰρ ἐναντίον ἐν τῷ ἀντικειμένῳ διαφανέστερον, τὸ δ’ ὅμοιον ἐν τῷ ὁμοίῳ δυσδιάκριτον, οἷον εἰ ἐν λευκῷ τινι σώματι λευκογραφήσεις ἢ ἐν μέλανι διὰ μέλανος γράψειας. ὅθεν καὶ οἱ ἐν νυκτὶ μελανειμονοῦντες μᾶλλόν εἰσι τῶν λευχειμονούντων δυσδιάκριτοι, καὶ ἐν ἡμέρᾳ τοὔμπαλιν οἱ λευχειμονοῦντες, ἢ] εἰ ἐν ἡλίῳ μάλιστα τύχοιεν, ἀμυδρὰν ἔχουσι τὴν ἀντίληψιν.

[*](p. 342 b 21)

Περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκ· πυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας.

Συμπεραίνεται πάντα τὰ ἐξ ἀρχῆς εἰρημένα καὶ τὴν κοινωνίαν αὐτῶν ἀπήγγειλε, δι’ ἣν καὶ κατὰ συνέχειαν περὶ τούτων ἐδίδαξε πάντων, τὸ ταχείας τὰ εἰρημένα πάντα ποιεῖσθαι τὰς μεταβολάς, τουτέστι μὴ ἐπὶ πολὺν μένειν χρόνον, ὡς οἱ κομῆται, ἀλλ’ ἐν ὀλίγῳ διαλύεσθαι. τούτων οὖν τῆς γενέσεως τὰς αἰτίας δεῖ νομίζειν τὰς εἰρημένας παρ’ ἡμῶν. τῷ δὲ κοινῶς περὶ πάντων εἰπεῖν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς [*](3 φοινικίου Ma τἄλλα Ma ὁμοιόχροιαν Arist. E 5 διαφορὰς] μεταβολὰς in textix M: διαφορὰς mg. M1 22 ἐν ante τῷ om. a 24 εἰ om. 25 λευσχημονούντων Ma 26 λευσχημονοῦντες Ma ἢ del. Diels 27 ὑπόληψιν a 28 διατεθέντων a 29 τῶν post ἄλλων om. Ma φαντασμάτων V)

75
φαντασίας, ἔοικεν ἅπαντα λέγειν εἶναι φαντάσματα. ἢ οὖν [οὐ] κοινότερον [*](94r) ἁπλῶς τὰ φαινόμενα φάσματα προσηγόρευσεν, ἢ ὅτι κἂν ὕπαρξιν ἔχωσιν οἱ διάττοντες, ἀλλὰ συμπέπλεκταί τι καὶ φαντασίας αὐτοῖς, ὡς εἴπομεν. τῶν γὰρ μὴ κατὰ ῥῖψιν ἀλλ’ ἔξαψιν γινομένων διᾳττόντων ἡ κίνησις δοκοῦσά ἐστι κίνησις, οὐχ ὑπάρχουσα· οὐ γὰρ ἓν ἦν τὸ κινούμενον, ἀλλ’ ὕλη τις ἄλλοτε ἄλλη μεταλαμβάνουσα τῆς ἐξάψεως. ἀλλὰ καὶ ἐν ταῖς αἰξὶν αἱ παρεκπυρώσεις, ἐξ ὧν ἡ τῶν τριχῶν ἐγίνετο φαντασία, δοκοῦσαν εἶχον, οὐ πάντως ἀληθῆ συνέχειαν πρὸς τὴν ὅλην ἐκπύρωσιν.

[*](p. 342 b 25)

Περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν 10 διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον.

Εἰπὼν πρὸ τούτων περὶ τῶν ταχείας ποιούντων τὰς μεταβολάς, τῶν τε καθ’ ὕπαρξιν φαινομένων ἀληθῆ καὶ τῶν κατὰ μόνην φαντασίαν καὶ τῶν ἐξ ἀμφοῖν, ὑπάρξεως τε καὶ φαντασίας, λέγει νῦν περὶ τῶν ἐπὶ πλείονα μενόντων χρόνον, ἅπερ οὐκ ἔστι φάσματα· τὰ γὰρ κατὰ μόνην φαντασίαν καὶ δόκησιν ὁρώμενα θᾶττον διαλύεται. τὰ περὶ ἅλω καὶ ἴριδος, καὶ αὐτῶν ὄντων ἐμφάσεων ἐργώδη τὴν διδασκαλίαν ἐχόντων, ἐν τῷ τρίτω διδάσκει λόγῳ. ἔστι δὲ τὰ περὶ ὧν διδάσκει νῦν οἵ τε κομῆται καὶ ὁ καλούμενος γαλαξίας κύκλος. ὅπερ δὲ τῷ φιλοσόφῳ ποιεῖν ἔθος ἐπὶ τῶν φυσικῶν ζητημάτων ἑκάστου, τοῦτο ποιεῖ καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ προκειμένου δόξας προϊστορῶν καὶ τὰς οὐ καλῶς ἐχούσας ἐλέγχων πρῶτον, εἶτα τὴν οἰκείαν περὶ τοῦ ζητουμένου διδάσκων ὑπόληψιν. Ἀναξαγόρας μὲν οὗν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανητῶν ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων, τῶν πέντε πλανωμένων. ἅμα δηλονότι. οὗτοι δ᾿εἰσὶν ὅ τε τοῦ Κρόνου καλούμενος καὶ ὁ τοῦ Δῖός καὶ ὁ τοῦ Ἄρεος καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης· οὐ γὰρ δὴ καὶ τὸν ἥλιον συνηρίθμουν καὶ τὴν σελήνην· δῆλον γὰρ εἶχε τὸν ἔλεγχον. ὅταν οὖν, φασίν, εἰς τοῦτο πλησιάσωσιν οὗτοι καὶ θιγγάνειν ἀλλήλων δόξωσιν (οὐ γὰρ δή γε θιγγάνουσιν ἐν τῷ αὐτῷ μὴ ὄντες ἐπιπέδῳ) μέγεθος ἀποτελοῦσι καὶ μίαν ἐργάζονται σύμφασιν, τουτέστιν ἓν φῶς ἐκ πάντων συμπεφορημένον φαίνεται. καὶ οἶμαί γε, εἴ τις αὐτοὺς ἠρώτησε, τί δήποτε οὖν ποτὲ μὲν μείζων ὁ κομήτης ποτὲ δ’ ἐλάττων φαίνεται, εἶπον ἄν ὡς ὁπηνίκα πυκνοτέραν πρὸς ἀλλήλους τὴν θέσιν ἔχοιεν, ἐλάττονα φαίνεσθαι τὸν κομήτην, ὁπότε δὲ διεστήκοιέν πως καὶ μὴ λίαν ἐγγὺς εἴησαν, μείζονα εἶναι δοκεῖν, καὶ μάλιστα ὅταν καὶ τῶν ἀπλανῶν τινες αὐτοῖς πλησιάσαντες μίαν ἅμα τούτοις ποιήσωνται σύμφασιν. εἰ δὲ καὶ τῶν ἄλλοτε ἄλλων αὐτοῦ σχημάτων τὴν αἰτίαν ζητοῦμεν, εἰπεῖν ἂν πάλιν τὴν διάφορον αὐτῶν πρὸς ἀλλήλους θέσιν τε καὶ σχέσιν τούτων αἰτίαν εἶναι, τῶν μὲν ἐπ’ εὐθείας κειμένων τῶν δ’ ἐκ πλαγίου, νοτιωτέρων

[*](1 οὐ delevi 9 δὲ] μὲν οὖν Ma 13 τῶν om. M 14 οὐδ’ ἔστι MV 15 ἴριδος scripsi: ϊριδα libri 21 περὶ τὴν οἰκείαν coll. a 24 ἅμα om. M 35 αὐτοῖς om. M ποιήσονται M 36 ἄλλοτε in mig. atld. M)
76
[*](p. 342 b 29)

Τῶν δ’ Ἰταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανητῶν ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅτερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ.

Ἰταλικῶν καὶ Πυθαγορείων τῶν αὐτῶν, ὡς εἰ ἔλεγεν Ἰταλικῶν τῶν καὶ Πυθαγορείων· ἐν Ἰταλίᾳ γὰρ ὁ Πυθαγόρας τῆς ἑαυτοῦ φιλοσοφίας τὰ διδασκαλεῖα συνεστήσατο. τούτων οὖν τινες μετὰ τοὺς πλα|νωμένους πέντε, [*](94r) ὧν ἀρτίως ἐμνήσθημεν, ἕκτον ἀστέρα πλανώμενον ὑπετίθεντο τὸν κομήτην· σύνδρομον δὲ τῷ ἡλίῳ ὄντα καὶ ὑπὸ τῶν αὐγῶν αὐτοῦ καλυπτόμενον βραδέως φαίνεσθαι, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ ἀστέρος ὁρῶμεν γινόμενον· καὶ οὗτος γὰρ ἐπ’ ὀλίγον τοῦ ἡλίου διιστάμενος σπανίως φαίνεται. διὰ τί δὲ καὶ οὗτος ὁ κομήτης ποτὲ μὲν μείζων φαίνεται ποτὲ δὲ ἐλάττων, αἰτιά- σονται τὴν ἅμα αὐτῷ τῶν ἀπλανῶν σύμφασιν· ὅταν μὲν γὰρ ἐνταῦθα γίνηται ἐν ᾧ πλείονές εἰσι τῶν ἀπλανῶν ἢ μείζους, καὶ αὐτὸν μείζονα φαίνεσθαι, ἡνίκα δὲ μετ’ ἐλαττόνων ἢ ἀμυδροτέρων τῷ μεγέθει, μικρότερον γίνεσθαι. καὶ τῶν διαφόρων δὲ σχημάτων καὶ οὗτοι τὴν διάφορον μετὰ τῶν ἀπλανῶν σχέσιν αἰτιάσονται· εἰ γὰρ μὴ ταῦτα λέγοιεν, ἐξ αὐτῆς ἔχουσι τὸν ἔλεγχον τῆς αἰσθήσεως. καὶ τοῦ σπανίως δὲ φαίνεσθαι τὴν αὐτὴν λέγουσιν αἰτίαν, τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ τὸν κομήτην καὶ διὰ πολλοῦ χρόνου παραλλάττειν αὐτόν· τοῦτο γὰρ ἐδήλωσεν Ἀριστοτέλης εἰπὼν καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, τουτέστι τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐπὶ μικρὸν ποιεῖσθαι διάστημα, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ γίνεται· διὰ γὰρ τὸ μικρὸν αὐτὸν ἐπαναβαίνειν φησὶ πολλὰς ἐκλείπειν φάσεις, τουτέστι διὰ τὸ μικρὸν ἀποχωρεῖν τοῦ ἡλίου τὰς πολλὰς ἐκλείπειν φάσεις, τουτέστιν οὐ φαίνεται πολλάκις. φάσιν γὰρ καλοῦσι τῶν ἀστέρων τὴν μετὰ τὴν κρύψιν τοῦ ἡλίου πρώτην αὐτῶν γινομένην ἐξ αὐτοῦ παράλλαξιν, ἐν ᾗ φανερὸς ἡμῖν γίνεται. ὀλίγον οὖν ὁ τοῦ Ἑρμοῦ παραλλάττων τὸν ἥλιον λανθάνει τὴν ἡμετέραν αἴσθησιν οὐ συνεχῶς φαινόμενος διὰ τὴν ἐγγύτητα· εἰς γὰρ τὸ θεαθῆναι τοῦτον δεῖ καὶ τὴν μεγίστην αὐτὸν διαστῆναι τοῦ ἡλίου διάστασιν, ἧς οὐ διίσταται μείζονα [τε], καὶ καθαρὰν αἰθρίαν εἶναι, καὶ ἐν ὕψει ἑστῶτα πολλῷ κατοπτεύειν αὐτόν. ἐντεῦθεν οὖν, ὡς εἶπον, αἱ πολλαὶ τούτου διαστάσεις ἀπὸ τοῦ ἡλίου λανθάνουσιν ἡμᾶς. τοῦτό ἐστιν [*](1 ἄλλως om. a 3 καὶ τῶν MV: καὶ καὶ (sic) a: τῶν om. Arist. Ε: καὶ τῶν om. Arist. FHN 5 τε] τοῦ Ma 14 ῥωμαϊκοῦ a 15 οὗτος] οὕτω M 16 μὲν] δὲ M φαίνεται] γίνεται Ma 18 αὐτὴν Ma 21 λέγειν M 32 οὐ] οὕτω Ma 34 τε delevi)

77
ὅπερ εἶπε πολλὰς ἐκλείπει φάσεις· δέον γὰρ φανῆναι πολλάκις διαστάντα [*](94v) στάντα τῶν αὐγῶν τοῦ ἡλίου διὰ τὴν μικρὰν ἀπόστασιν οὐ φαίνεται.

[*](p. 342 b 35)

Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο· πλὴν τήν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν, τῆς ἡμετέρας ὄψεως ἀνακλωμένης ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπ’ αὐτοῦ τὸν ἥλιον.

Ἱπποκράτης ὁ Χῖος, φησίν (μαθηματικὸς δὲ ὑπῆρχεν οὗτος, οὗ καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς διὰ τῶν μηνίσκων εἶναι λέγεται) καὶ ὁ τούτου μαθητὴς Αἰσχύλος τοῖς Πυθαγορείοις παραπλησίως ἕκτον πλανήτην ἀστέρα τὸν κομήτην εἶναι λέγουσι, τὴν δὲ κόμην οὐκ οἴκοθεν ἔχειν αὐτόν, ὡς οἱ Πυθαγόρειοι βούλονται. ἐκεῖνοι γὰρ τοῦ ἀστέρος εἶναι μέρος τὴν κόμην ἔλεγον, Ιπποκράτης δὲ ἔξωθεν αὐτῷ φησι τὴν κόμην προσγίνεσθαι, τούτου πίστιν ἐπαγόμενος τὸ μὴ ἐν παντὶ τόπῳ κόμην ἔχειν αὐτὸν δύνασθαι· οὔτε γὰρ ἐν τοῖς νοτίοις μέρεσιν οὔτε τῶν τροπικῶν μεταξὺ καὶ ὑπὸ τὸν ἰση- μερινὸν δι’ ἣν ἐρεῖ προϊὼν αἰτίαν, ἀλλ’ ἐν τοῖς βορείοις καὶ μόνοις, ἐν οἷς συνέλκειν διὰ τὴν πολλὴν ὑγρότητα εἰς ἑαυτὸν ἀτμίδα δύναται. τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλει δοκεῖ τὸ συνέλκειν ἀτμίδα τοὺς ἀστέρας πρὸς ἑαυτούς, ὡς προιόντες εἰσόμεθα. εἰς τὴν ἀτμίδα οὖν ταύτην φασὶν, ἣν ὁ κομήτης ἕλκει πρὸς ἑαυτόν, τὰς ἡμετέρας ὄψεις ἐμπιπτούσας καὶ ἀνακλωμένας ἐξ αὐτῆς πρὸς τὸν ἥλιον ὡς ἐν ἐσόπτρῳ τῇ ἀτμίδι τὸ φῶς αὐτοῦ βλέπειν καὶ κόμην ταύτην τοῦ ἀστέρος εἶναι δοκεῖν. ὥσπερ γὰρ ἐπὶ τῶν ἐνόπτρων ἐδείκνυμεν ὅτι κάτω μὲν τούτου κειμένου τὰ ἐν ὕψει φαίνεται, ὑπεράνω δὲ ἡμῶν ὄντος τὰ ὑποκείμενα ἀνακλῶνται (ὅθεν καὶ πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου μικρὸν καὶ ἄρτι δύναντος ἐκ τῶν περὶ τὸν ὁρίζοντα νεφῶν αἱ ὄψεις αἱ ἐμφερόμεναι κάτω πρὸς τὸν ἥλιον ὀλίγον ὄντα ὑπὸ γῆν τὸ φῶς αὐτοῦ τρόπον ἐνόπτρου βλέπουσιν ἐν τῷ νέφει), κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς αὐτῆς ἀτμίδος ὑπὸ τὸν ἀστέρα ἐν ὕψει κειμένης αἱ ἐπ’ αὐτὴν ἐμπίπτουσαι ἡμῶν ὄψεις ἀνακλώμεναι καὶ φερόμεναι κάτω πρὸς τὸν ἥλιον καὶ ἐν τῷ νέφει τὸ πυρῶδες αὐτοῦ φανταζόμεναι κόμην ἐν τῷ ἀστέρι δοκοῦσιν ὁρᾶν. διὰ τοῦτο οὖν οἱ περὶ τὸν Ἱπποκράτην οὐκ ἐν παντὶ τόπῳ πλανώμενον τὸν ἀστέρα τοῦτον κόμην ἔλεγον λαμβάνειν· οὔτε γὰρ μεταξὺ τῶν τροπικῶν ὑπὸ τὸν ἰσημερινὸν ἢ τούτου πλησίον γινόμενον (διακέκαυται γὰρ τὰ ὑπὸ τὸν ἰσημερινὸν καὶ κατεξήρανται καὶ οὐκ ἔστιν ἐκεῖσε ὕδωρ, ὅπερ ἐξατμίζων ἑλκύσειε τὴν γινομένην ἀτμίδα) οὔτ’ αὖ πάλιν εἰ τὴν μεγίστην ἀλλήλων διεστήκοιεν ὁ ἀστὴρ καὶ ὁ ἥλιος, κόμην λαμβάνειν ἔλεγον τὸν ἀστέρα, τοῦ ἡλίου μὲν ὄντος ἐν ταῖς θεριναῖς, εἰ οὕτω τύχοι, τροπαῖς ἡ περὶ ταύτας, αὐτοῦ δὲ ἐν ταῖς χειμεριναῖς. εἴτε γὰρ ἐν [*](1 πολλάκις om. M 2 αὐγῶν] αὐτῶν a 4. 5 πλήν γε τὴν coll. Ma 10 ἕκτον] ἐκ τῶν Μ1 21 αὐτοῦ] ἡλίου a 29 κάτω scripsi: ἄνω 33 ἰσημερινῶν a γενόμενον a 35 ἐξατμίζον V)

78
ταῖς θεριναῖς ὁ ἀστὴρ εἴτε ἐν ταῖς χειμεριναῖς, τοῦ ἡλίου τὴν ἑτέραν [*](94v) ἔχοντος, πολλῆς ἐν ἑκατέρῳ μέρει τῆς ὑγρότητος οὔσης ἕλκειν μὲν ὁ ἀστὴρ ἀτμίδα δύναται, οὐ γίνεται δὲ κομήτης οὕτως ἔχων· αἱ γὰρ πρὸς τὴν ἀτμίδα φερόμεναι ἡμῶν ὄψεις καὶ ἀνακλώμεναι οὐκ ἀφικνοῦνται πρὸς τὸν ἥλιον διὰ τὴν μεγίστην αὐτοῦ ἀπόστασιν· τῆς γὰρ κατὰ πλάτος τῶν πλανωμένων κινήσεως μεγίστη ἐστὶν αὕτη διάστασις ἡ μεταξὺ τῶν τροπικῶν. ἀλλ’ οὐδ’ εἰ ἀμφότεροι ἐν ταῖς χειμεριναῖς εἶεν τροπαῖς ἢ τούτων πλησίον, κόμη περὶ τὸν ἀστέρα συνίσταται, τοῦ ἡλίου ὑπὸ γῆν ὄντος καὶ πλείστην ἀφεστῶτος διάστασιν· δῆλον γὰρ ὡς ἐν ταῖς νυξὶν ὁ ἀστὴρ οὗτος φαίνεται. ἐπειδὴ γὰρ οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς κύκλοι τὸ κέντρον ὑπὸ γῆν ἔχουσι, μεῖζον μέν ἐστιν ἡμικυκλίου τὸ ὑπὸ γῆν αὐτῶν μέρος, ἔλαττον δὲ τὸ ὑπὲρ γῆν τοσαύτην ἔχον τὴν μείωσιν, ὅσην ἐκεῖνο τὴν πρόσθεσιν· διὸ καὶ μείζους ἔσθ’ ὅτε τῶν ἡμερῶν εἰσιν αἰ νύκτες. αἱ οὖν πρὸς τὴν ἀτμίδα φερόμεναι ὄψεις ἡμῶν καὶ ἐξ αὐτῆς τοὔμπαλιν ἀνακλώμεναι καὶ κάτω φερόμεναι οὐκ ἐξικνοῦνται πρὸς τὸν ἥλιον διὰ τὸ τὴν | μείζονα τοῦ κύκλου [*](95r) περιφέρειαν τὴν ὑπὸ γῆν αὐτὸν διιέναι. εἰ δὲ ἐν ταῖς θεριναῖς τροπαῖς ἀμφότεροι γένοιντο ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, ἐπειδὴ τῶν ἐνταῦθα κύκλων ἔμπαλιν ὑπὲρ γῆν ὄντος τοῦ κέντρου μείζονα μὲν ἡμικυκλίου τὰ ὑπὲρ γῆν ἐστι μέρη τῶν κύκλων, ἐλάττονα δὲ τὰ ὑπὸ γῆν, διὸ καὶ μικραὶ μὲν αἱ νύκτες εἰσί, μείζους δὲ τοὔμπαλιν αἱ ἡμέραι, δύνανται τῇ ἀτμίδι προσπε- σοῦσαι ἡμῶν αἱ ὄψεις ἄνω κειμένῃ καὶ ἐξ αὐτῆς ἀνακλώμεναι φέρεσθαι κάτω πρὸς τὸν ἥλιον τὴν μικρὰν περιφέρειαν τοῦ κύκλου τὴν ὑπὸ γῆν διερχόμενον. δεῖ οὖν κατὰ τούτους εἰς τὸ γενέσθαι τὸν ἀστέρα κομήτην καὶ ἐν ὑγροτέροις αὐτὸν εἶναι τόποις καὶ τὸν ἥλιον τοιαύτην πρὸς αὐτὸν ἔχειν σχέσιν ὑπὸ γῆν ὄντα, ὡς δύνασθαι τὰς ὄψεις ἡμῶν ἐκ τῆς ὑπ’ αὐτὸν ἀτμίδος ἀνακλωμένας ἐπὶ τὸν ἥλιον φέρεσθαι· ὡς εἰ θάτερον τούτων λείψειεν, οὐ γίνεται κομήτης ὁ ἀστήρ. καὶ οὗτοι δὲ τοῖς Πυθαγορείοις ὁμοίως τὸν ἀστέρα τοῦτον σύνδρομον εἶναι τῷ ἡλίῳ φασὶ καὶ σπανίως αὐτοῦ διίστασθαι· διόπερ ὑπὸ τῶν αὐγῶν αὐτοῦ σκεπόμενον ἐπὶ πλεῖστον ὀλιγάκις ἔλεγον φαίνεσθαι κατὰ τὴν εἰρημένην ὑπόθεσιν· τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸν τοῦ Ἑρμοῦ πάσχειν διὰ τὴν αὐτὴν αἰτίαν, ὡς φθάσαντες εἴπομεν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη. λοιπὸν τὴν λέξιν σκοπήσωμεν.

[*](p. 343 a 4)

Διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων.

Τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ ὁ Ἀλέξανδρος ἐξηγούμενος βραδυτάτῳ χρόνῳ ὑπολείπεται, φησί, τουτέστι τὸν ἑαυτοῦ περίεισι κύκλον. ὑπολείπεσθαι γὰρ οἱ πλανῆται λέγονται ἣν αὐτοὶ καθ’ αὑτοὺς κινοῦνται κίνησιν, ἀνάπαλιν οὖσαν ἢ ὑπὸ τῆς ἀπλανοῦς περιφέρονται. λέγονται δὲ ὑπολείπεσθαι, ὅτι διὰ ταύτην τὴν κίνησιν ὑστερίζοντες φαίνονται τῶν [*](2 ἕλκει M 8 ἀέρα V 14 ἐξ om. a 17 τῶν et κύκλων scripsi: τὸν et κύκλον libri 22 τοῦ ὑπὸ γῆν a 35 Ἀλέξανδρος] p. 27,12 36 βραδύτατα τῷ χρόνῳ Alex. 38 ἡ MV: ᾖ a Alex.)

79
ἄλλων πλανητῶν μὴ οὕτω βραδέως ὑπολειπομένων. ταῦτα μὲν οὖν ἐπὶ ἐπὶ [*](95r) λέξεως ὁ Ἀλέξανδρος. ἀσαφῆ δὲ οὖσαν τὴν Ἀριστοτέλους λέξιν ἀσαφεστέραν ἐποίησε καὶ τοὔμπαλιν ἤπερ ἡ λέξις βούλεται ταύτην ἡρμήνευσεν. ἐκεῖνοι μὲν γὰρ αἰτίαν ἀποδοῦναι βουλόμενοι τοῦ διὰ πλείστου χρόνου φαίνεσθαι τὸν κομήτην, <ὃν> ἕνα τῶν πλανωμένων εἶναι βούλονται, διὰ τὸ φασι τοῦτον βραδυτάτῳ χρόνῳ, τούτου χάριν διὰ πλείστου φαίνεσθαι χρόνου. τὸ δὲ ὑπολείπεσθαι τί ἐστιν ἑρμηνεύων ὁ Ἀλέξανδρος τὸ ἐκπεριιέναι φησὶ τὸν ἴδιον κύκλον. καὶ πῶς αἴτιόν ἐστι τοῦτο τοὐ βραδυτάτῳ χρόνῳ φαίνεσθαι τὸν κομήτην; τοὐναντίον γὰρ μᾶλλον ὅσῳ ἐχρῆν βραδύτατα καὶ διὰ πλείστου χρόνου τὸν ἑαυτοῦ κύκλον ἐκπεριέρχεσθαι, τοσούτῳ μᾶλλον αὐτὸν ἀφεστηκότα τοῦ ἡλίου πολλάκις μὲν φαίνεσθαι, ὀλιγάκις δὲ γίνεσθαι ἀφανῆ. τοῦ γὰρ ἡλίου δι’ ἐνιαυτοῦ τὸν ἴδιον κύκλον περιιόντος, διὰ πλείστου δὲ λίαν τοῦ κομήτου, ἀνάγκη πάντως παραλλάττειν αὐτοῦ τὸν ἥλιον καὶ πλεῖστον διίστασθαι, καὶ διὰ τοῦτο τὸν κομήτην διαφεύγοντα τοὐ ἡλίου τὸ φῶς πλεονάκις φαίνεσθαι. οἷον ὑποκείσθω τὸν κομήτην ἐν ἔτεσιν ἑξήκοντα διανύειν τὸν ἑαυτοῦ κύκλον, τουτέστι κατὰ πέντε ἔτη κινεῖσθαι ζῴδιον ἕν, κατὰ δὲ ἐνιαυτὸν μοίρας ἕξ, κατὰ μῆνα μοίρας ἥμισυ· πάλιν ὑποκείσθω τὸν κομήτην καὶ τὸν ἥλιον ἐν κριῷ εἶναι κατὰ τὸ αὐτὸ σημεῖον· τοῦ οὖν ἡλίου ἐν μηνὶ τὸν κριὸν ἐξερχομένου κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν, ἐν τούτῳ τὸν κομήτην κατὰ τὴν εἰρημένην ὑπόθεσιν ἥμισυ μοίρας τοῦ κριοῦ κεκινῆσθαι. δῆλον <οὖν> ὅτι τὰς αὐγὰς ἀποφυγὼν τοῦ ἡλίου πάντως. τοσοῦτον καὶ μόνον ὑπ’ αὐτὰς κρυπτόμενος, ἕως ἆν ὁ ἥλιος ζῴδιον αὐτὸν καὶ τρίτον ἑτέρου παραδράμῃ κατὰ τὸν Ἡσίοδον περὶ τῶν Πληϊάδων λέγοντα “αἳ δ’ ἤτοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται”. τὸν οὖν λοιπὸν ἅπαντα χρόνον ἀνάγκη φαίνεσθαι τὸν κομήτην, καὶ τοῦτο κατ’ ἐνιαυτὸν συμβαίνειν· καὶ γὰρ ὁ Κρόνος τῶν λοιπῶν σπανιώτερον κρύπτεται βραδύτατος ὤν. τοῦτο δὲ πᾶν τοὐναντίον ἐστὶν οὗπερ ἐκεῖνοι βούλονται· ὡς γὰρ ὁ Ἑρμαϊκός φασιν ἀστὴρ ἰσόδρομος ὢν τῷ ἡλίῳ καὶ ὀλίγον αὐτοῦ ποτε παραλλάττων σπανίως φαίνεται, οὕτως ἔχειν καὶ τὸν κομήτην· ὥστε τοὐναντίον οὗ βούλονται τὴν λέξιν ὁ Ἀλέξανδρος ἐξηγήσατο. τίς οὖν ἡ τῆς λέξεως Ἀριστοτέλους διάνοια; φημὶ τοίνυν τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ φησὶ τὸ τοῦ ἡλίου μετὰ πολὺν ὑπολείπεσθαι χρόνον· σύνδρομος γὰρ ὢν αὐτῷ, καθὰ βούλονται, διὰ πλείστου χρόνου τοῦτον ἀπολιμπάνει, ὅτε καὶ τὰς αὐγὰς αὐτοῦ διαφυγὼν εἰκότως ἡμῖν ἐμφανὴς διὰ πλείστου γίνεται χρόνου· καὶ ταύτῃ τῇ ἐξηγήσει καὶ τὸ ἀπεικάζειν αὐτὸν τῷ Ἑρμαϊκῷ ἀστέρι συμφωνεῖ.

[*](1.2 Ἀλέξανδρος ἐπὶ λέξεως coll. a 2 λέξιν in lit. M 4 τοῦ διαπλάστου χρόνου a 5 ὃν addidi 8 περιιέναι a 16 ἔτη] ἔτι a 21 δῆλον οὖν ὅτι scripsi: δηλονότι libri 23 κατὰ τὸν Ἡσίοδον] Op. et d. 385 sq. 24 δ’ ἤτοι Hes. l. l.: δήτοι libri 27 οὑπερ scripsi: ὅπερ libri 30 οὐ] ἐστὶν ὅπερ ἐκεῖνοι M 33 ἀπολιμπάνειν a ὅτε] fort. ὥστε)
80
[*](p. 343 a 6)

Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ [*](95r) κύκλον.

Ἐπισημειοῦσθαι δεῖ ὡς εἰπὼν ἐν τοῖς προκειμένοις “διὰ δὲ τὸ ὕπο λείπεσθαι βραδυτάτῳ χρόνῳ” καὶ μὴ προσθεὶς τὸν ἑαυτοῦ κύκλον νῦν φησιν ὡς ὅταν ἐκ τοῦ αὐτοῦ φανῇ, ὑπολελειμμένος ἂν εἴη τὸν ἑαυτοῦ κύκλον, ὡς πρότερον μὲν τοῦ ἡλίου σπανίως αὐτὸν βουλόμενος ὑπολείπεσθαι (διὸ καὶ διὰ πολλοῦ φαίνεσθαι χρόνου) νυνὶ δὲ τὸν ἑαυτοῦ κύκλον ὑπολεί- πεσθαι λέγων. τί οὖν ἐστι τὸ νῦν λεγόμενον; ὡς ἐπειδὰν ἐκ τοῦ αὐτοῦ σημείου φανῇ, ἐξ οὗ καὶ πρότερον ὤφθη, ὅλον τὸν ἑαυτοῦ κύκλον ὑπολείπεται, τουτέστιν ὅλον ἐξήνυσε καὶ περιῆλθε τὸν ἑαυτοῦ κύκλον. τὸ μὲν οὖν ὅλως φαίνεσθαι τὸν ἀστέρα τοῦτον κατ’ αὐτοὺς ἐκ τοῦ πλεῖον ἀπολιμπάνειν ποτὲ γίνεται, τὸ δὲ εἰς τὸ αὐτὸ σημεῖον φαίνεσθαι, ἐξ οὗ καὶ πρὸ πολλοῦ χρόνου ἐφάνη, τοῦ περιελθεῖν ὅλον τὸν ἑαυτοῦ κύκλον αἴτιόν ἐστιν.