Menippi periplus maris interni (epitome Marciani)

Marcianus, of Heraclea

Marcianus, of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

8. Ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς Ῥήβαν ποταμὸν εἰσὶ στάδιοι Ἀπὸ δὲ Ῥήβα ἐπὶ Μέλαιναν ἄκραν στάδιιοι ρν'. [Ἀπὸ Μελαίνης ἄκρασ εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν']· ἔχει δὲ καὶ λιμένιον πορθμίοις, παράκειται δὲ καὶ νησίον ὃ σκεπάζει τὸν λιμένα. Ἀπὸ Ἀρτάνου ποταμοῦ εἰς Ψίλλιον ποταμὸν καὶ χωρίον στάδιοι ρμ'. [Ἀπὸ Ψιλλίου ποταμοῦ εἰς Κάλπαν λιμένα καὶ ποταμὸν στάδιοι σι'.] τοῦτο δὲ τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν, καὶ ποταμὸν ἔχει καὶ λιμένα καλόν. Ἀπὸ Κάλπα ποταμοῦ εἰς Θυνιάδα νῆσον στάδιοι ξ'. Ἀπὸ Θυνιάδος νίσου εἰς Σαγγάριον ποταμὸν πλωτὸν στάδιοι σ'. Ἀπὸ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδιοι ρπ'. Ἀπὸ Ὑπίου ποταμοῦ εἰς Δίαν πόλιν στάδιοι ξ'. ἔχει δὲ καὶ ὕφορμον. Ἀπὸ Δίας πόλεως εἰς Ἔλαιον ποταμὸν καὶ ἐμπόριον στάδιοι ?? Ἀπὸ Ἐλαίου ποταμοῦ ἐπὶ τὸν Κάλητα ποταμὸν καὶ ἐμπόριον στάδιοι ρκ΄. Ἀπὸ τοῦ Κάλητος ποταμοῦ εἰς Ἡλάκλειαν πόλιν μεγίστην στάδιοι π΄, Ἀπὸ δὲ τῆς Ἡρακλείας εἰς πόλιν Ἀπολλωνίαν, τὴν ἐν τῆ Εὐρώπῃ ἐν τῷ Θρακῶν ἔθνει καταντικρὺ κειμένην, στάδιοι α. Οἱ πάντες ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς πόλιν Ἡράκλειαν εἰσὶ [στάδιοι] αφλ΄· ἐπ’ εὐθείας δὲ πλέοντι ἀπὸ τοῦ Ἱεροῦ εἰς Ἡράκλειαν πόλιν στάδιοι ασ΄. Ἀπὸ

670
Ἡρακλείας εἰς Ποσείδειον, σάλος ἐνταῦθα, στάδιοι ρι΄. Ἀπὸ τοῦ Ποσειδείου εἰς Ὀξίνην ποταμὸν στάδιοι ??΄. ὅρμμος πορθμίοις. Ἀπὸ τοῦ Ὀξίνου εἰς Σανδαράκην στάδιοι μ΄. ὅρμος πλοίοις. Ἀπὸ Σανδαράκης εἰς Κρηνίδας στάδιοι κ΄. ὅρμος συμμέτροις ναυσίν. Ἀπὸ Κρη· νίδων εἰς Ψύλλαν χωρίον στάδιοι κ΄. Ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι Ϟ΄. Οὗτος ὁ ποταμὸς ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Παφλαγονίας ἐστί. Τινὲς δὲ τὸν Παρθένιον ποταμὸν ὅριον Bιβυνῶν καὶ Παφλαγόνων εἶναι βούλονται. Οἱ πάντς, ἀπὸ Ἡρακλείας εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι το΄.