Menippi periplus maris interni (epitome Marciani)

Marcianus, of Heraclea

Marcianus, of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

7. Κατὰ τὸν Θράκιον ἐόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἔπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον Ἱερὸν καλούμενον, ἐν ὡ νεώς ἐστι Διὸς Οὐρίου προσαγορευόμενος.

569
Τοῦτο δὲ τὸ χωρέον ἀφετήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τοῦ Βιθωνῶν ἔθνους, τὸ πρὸς τῷ Πόντῳ κείμενον, ὁ περίπλους οὕτως ἔχει.