Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

16. Ἡ Ταρρακωνησία τῶν Ἱσπανιῶν περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ Κανταβρίῳ ὠκεανῷ ἐστι δὲ οὗτος τῶν ἀρκτῴων μερῶν· ἀπὸ δὲ ἀνατολῶν θερινῶν τῇ Πυρή πάσῃ, ἀπὸ τοῦ Οἰάσσω τῆς Πυρήνης ἀκρωτηρίου μέχρι τοῦ ἑτέρου ἀκρωτηρίου αὐτῆς τοῦ κειμένου κατὰ τὴν ἡμετέραν θάλασσαν, ἐφʼ οὗ ἵδρυται τὸ ἱερὸν τῆς Ἀφροδίτης, [ἀπὸ δὲ ἀνατολῶν χειμερινῶν τῷ Βαλιαρικῷ πελάγει]· ἀπὸ δὲ μεσημβρίας τῇ τε προειρημένῃ Λουσιτανίᾳ καὶ [τῇ Βαιτικῇ τῇ ἐπικειμένῃ] τῇ καθʼ ἡμᾶς θαλάσσῃ· ἀπὸ δὲ δύσεως τῷ δυτικῷ ὠκεανῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦτον ἔχει τὸν τρόπον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει].---

17. Ἔσιι δὲ τῆς Ταρρακωνησίας τὸ μῆκος ἀρχόμενον μὲν απὸ τῆς δυτικῆς πλευρᾶς ἀπὸ τοῦ Νερίου ἀκρωτηρίου, περαιούμενον δὲ κατὰ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ ἐν τῆ καθʼ ἡμᾶς θαλάσσῃ, ἔνθα τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὡς εἶναι τῆς ἐπαρχίας τὸ μῆκος κατὰ τὴν διὰ μέσου τομήν σταδίους ζσλ΄, τὸ δὲ πλάτος τῆς Ταρρακωνησίας [ἄρχεται μὲν κατὰ τὴν ἀρκτῴαν πλευρὰν ἀπὸ τοῦ Κανταβρίου ὠκεανοῦ καὶ τοῦ Πυρηναίου ὄρους, καταλήγει δὲ ὡς πρὸς μεσημβρίαν εἰς τὰ ἀρκτῷα μέρη τῆς Λουσιτανίας] καὶ τῆς Βαιτικῆς [καὶ εἰς Οὐρκὴν πόλιν τῆς Βαιτικῆς] ὡς εἶναι καὶ τοῦ πλάτους τὸ διάστημα κατὰ τὴν μείζονα γραμμήν σταδίων δσν΄ . Ἔστι δὲ ὁ κατὰ γῆν αὐτῆς περιορισμὸς σταδίων δφ΄, σταδίων γτ΄. Ἔχει δὲ ἔθνη νε΄, πόλεις ἐπισήμους σογ΄, ὄρη ἐπίσημα ε΄, ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα η΄, λιμένας ἐπισήμους β΄.

18. Καὶ ὁ μὲν τῆς Ταρρακωνησίας περίπλους τῶν πρὸς τῷ ὠκεανῷ κειμένων αὐτῆς μερῶν κατὰ τὴν δυτικὴν καὶ ἀρκτῴαν πλευρὰν εἴρηται· τὸ δὲ λειπόμενον

550
αὐτῆς μέρος παρὰ τὸ Βαλιαρικὸν πέλαγος, ἀρχόμενον μέν ἀπὸ τοῦ Πυρηναίου ὄρους καὶ τοῦ ἀκρωτηρίου αὐτοῦ, ἐφʼ οὗ τὸ [ἱερὸν τῆς] Ἀφροδίτης ἐγκεῖσθαι προειρήκαμεν, καταλῆγον δὲ εἴς Οὐρκὴν, μεθʼ ἢν ἐκδέχεται ἡ Βαιτικὴ ἐπαρχία, ἧστινος τὰ μέρη τὰ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ καὶ τῷ δυτικῷ ὠκεανῷ ἐν ἀρχῇ διεξήλθομε, [ἐν τῆ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλλθομεν.] Οἱ πάντες ἀπὸ τῶν τοῦ Δορίου ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ Οἰάσσω λεγόμενον τοῦ περίπλου τῆς παρὰ τὸν ὠκεανὸν παραλίας τῆς Ταρρακωνησίας εἰσὶ στάδιοι οὐ πλεῖον ατκζ΄, οὐκ ἔλαττον σταδίων ηιβ΄. C8 δὲ σύμπαντες ἀπὸ τοῦ ὄρους Κάλπης τοῦ πρὸς τῷ Ἡρακλείῳ πορθμῷκειμένου μέχρι τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης τοῦ περίπλου παντὸς τῆς Ἰβηρίας τῆς παρὰ τὸν ὠκεανὸν κειμένης οὐ πλεῖον σταδίων α Ϛωμε΄, οὐκ ἔλαττον σταδίων α γσπβ΄. Ὁ μὲν οὖν τῆς Ἰβηρίας περίπλους ὁ παρὰ τὸν ὠκεανὸ τὸν δυτικὸν καὶ τὸν ἀρκτῶον τυγχάνων ἀπὸ τῆς Κάλπης τοῦ ὄρους καὶ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τῆς Πυρήνης τοῦ ὄρους καὶ τοῦ πέρατος αὐτοῦ τοῦ ἀρκτῴου, τοῦ καλουμένου Οἰάσσω, τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ δὲ τὰ ἑξῆς χωρήσομεν.