Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

34. Ἡ ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικὴ περιορίζεται ἐπὸ μὲν ἄρκτων τῷ Ἰμάῳ ὄρει παρὰ τοὺς ὑπερκειμένους αὐτοῦ Σογδιανοὺς καὶ Σάκας, ἀπὸ δὲ δύσεως πρὸς μέν τῆ θαλάσσῃ τῇ προειρημένῃ Γεδρωσίᾳ, κατὰ δὲ τὴν μεσόγειον τῇ Ἀραχωσίᾳ καὶ ἀνωτέρω τοῖς Παροπανισάδαις, ἀπὸ δὲ ἀνατολῶν τῶ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῶ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περγραφή τοιαύτη· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·] [Λείπει τὰ κατὰ μέρος] Ὁ δὲ πᾶς περίπλους ἀπὸ τοῦ Ναυστάθμου λιμένος μέχρι

535
τοῦ Κῶρυ ἀκρωτηρίου τοῦ μέρους τοῦ προειρημένου τῆς ἐντὸς Γάγγου Ἰωδικῆς σταδίων β αψκε΄.