Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

31. Ἡ Γεδρωσία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ Δραγγιανῇ καὶ τῇ Ἀραχωσίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Καρμανίᾳ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῶν τῷ τῆς Ἰνδικῆι μέρει τῷ παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τοῦ πρὸς τῇ μνημονευθείσῃ Ἀραχωσία ὁρίου, ἀπὸ δὲ μεσημβρίας τῷ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περγραφὴ τοιαύτη, τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.

32. Ἀπὸ Μουσάρνων πόλεως εἰς Ἀρτάβιος ποταμοῦ ἐκβολὰς στάδιοι ατ΄. Ἀναπλεύσαντος δὲ τῷ ποταμῷ πόλις ἐν δεξιᾷ κατὰ τὸν ἀνάπλουν κεῖται Ἄρβις καλουμένη· καὶ ἔτι ἀνώτερον ὁμοίως ἐν δεξιᾷ τοῦ ποταμοῦ,

534
πόλις Παρσὶς ἡ μητρόπολις τῆς Γεδρωσίας. Ἀπὸ δέ τοῦ Ἀρτάβιος ποταμοῦ εἰς Ῥάπραυα πόλιν στάδιοι φν΄. Ἀπὸ δὲ τῆς Ῥάπραυα πόλεως ἐπὶ Γυναικῶν λιμένα στάδιοι φ΄. Ἐνταῦθα κεῖνται αἱ τῶν Ἀραβιτῶν κῶμαι. Ἀπὸ δὲ Γυναικῶν λιμένος εἰς Κοίαμβα στάδιοι υ΄. [Ἀπὸ δὲ Κοιάμβων εἰς Ῥίζανα στάδιοι α΄]. Ἐντεῦθεν ἄρχεται ἡ Παταληνὴ χώρα, ἧς τὸ πλεῖστον ὁ Ἰνδὸς ποταμὸς τοῖς στόμασιν ἐμπεριείληφε· καὶ οὐτὴν δὲ τήν μητρόπολιν καλουμένην Πάταλα μετὰ τὸ γ΄ στόμα τοῦ Ἰνδοῦ ποταμοῦ ὥσπερ νῆσον κεῖσθαι συμβέβηκε, καὶ ἑτέρας πόλεις πλείστας.

33. Ἐστι δὲ τῆς Γεδρωσίας τὸ μὲν μῆκος σταδίων Ϛι΄, τὸ δὲ πλάτος σταδίων εσν΄. ἔχει δὲ ἔθνη ἤτοι σατραπείας η΄, πόλεις δέ ἐπισήμους καὶ κώμας ιβ΄, ὄρος μέγιστον α΄, ποταμὸν μέγαν α΄, λιμένα ἐπίσημον α΄, νήσους ἐπισήμους θ΄. Οἱ πάντες ἀπὸ Μουσάρνων πόλεως εἰς Ῥίζανα τῆς τῶν Γεδρωσίων παραλίας στάδιοι γων΄.