Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

26. Ἡ Καρμανία μέρει μέν τινι κατὰ τὸν Περσικὸν κεῖται κόλπον, μέρει δὲ παρὰ τὸ Ἰνδικὸν πέλαγος [τὸ] μετὰ τὸν κόλπον τὸν Περσικόν. Περιορίζεται

531
δὲ ἀπὸ μέν ἄρκτων τῆ ἐρήμῳ Καρμανίᾳ, ἀπὸ δὲ δύσεως τῇ προρρηθείσῃ Περσίδι καὶ τῶ προειρημένῳ Βαγράδᾳ ποταμῷ καὶ ἔτι τῷ λειπομένῳ μέρει τοῦ Περσικοῦ κόλπου, (διὰ τὸ πρὸς δύσιν δρᾶν αὐτὸν) καλουμένῳ Καρμανικῷ· ἀπὸ δὲ ἀνατολῶν Γεδρωσίᾳ τῷ ἔθνει παρὰ τὰ Παρσικὰ ὄρη· ἀπὸ δὲ μεσημβρίας μετὰ τὰ στενὰ τοῦ Περσικοῦ κόλπου τῷ Ἰωδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους οὕτως ἔχει.

27. Ἀπὸ τῶν ἐκβολῶν τοῦ εἰρημένου Βαγράδα ποταμοῦ ἐπὶ Δάρα ποταμὸν στάδιοι τ΄. Ἐνταῦθα παροικοῦσι Καμηλοβοσκοὶ, τῆς Καρμανίας χώρας ὄντες. Ἀπὸ δὲ τοῦ Δάρα ποταμοῦ ἐπὶ Κάθραπος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ τοῦ Κάθραπος ποταμοῦ ἐπὶ Κορίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Κατὰ τούτους τοὺς τόπους νῆσος κεῖται Ἀγηδάνα καλουμένη, ἐν ᾗ μίλτος πολλὴ γίνεται. Ἀπὸ δὲ τοῦ Κορίου ποταμοῦ εἰς Ἀχιδάνα ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Ἀχιδάνα ποταμοῦ ἐπὶ Ἀνδάνιος ποταμοῦ ἐκβολάς στάδιοι φ΄. Παράκειται δὲ τοῖς τόποις τούτοις νῆσος Ὀοράχθα. Ἀπὸ δὲ τοῦ Ἀνδάνιος ποταμοῦ ἐπὶ Σαγάνου ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Σαγάνου ποταμοῦ ἐκβολῶν εἰς Ἄρμουζαν πόλιν στάδιοι σ΄. Ἀπὸ δὲ Ἀρμούζης ἐπὶ Ἀρμόζων ἀκρωτήριον λεγόμενον στάδιοι ω΄. Ἀπὸ δὲ τοῦ Ἀρμόζων ἀκρωτηρίου ἐπὶ Καρπέλλαν ἀκρωτήριον στάδιοι ψν΄. Ἐνταῦθα παράκειται τὸ προρρηθὲν στρογγύλον ὄρος τὸ Σεμιράμιδος, ᾧπερ ἀντικεῖσθαι ἔφαμεν κατὰ τὴν Εὐδαίμονα Ἀραβίαν τὸ Ἀσαβῶν ὄρος τε [καὶ] ἀκρωτήριον, ἅπερ ἑκάτερα ὄρη τε καὶ ἀκρωτήρια τὰ στενὰ ποιεῖ τοῦ Περσικοῦ κόλπου. Οἱ πάντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι τοῦ στρογγύλου ὄρους καὶ Καρπέλλης ἄκρας τοῦ περίπλου τῆς Καρμανίας τοῦ παρὰ τὸν Περσικὸν κόλπον τυγχάνοντος στάδιοι δσν΄. Οἱ δὲ σύμπαντες

532
τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου ἀπὸ τοῦ Ἀσαβῶν ὄρους καὶ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Σεμιράμιδος στρογγύλου ὄρους καὶ Καρπέλλης ἀκρωτηρίου [στάδιοι αα ςψζ΄.]

[28. Μετὰ δὲ τὴν Κάρπελλαν ἄκραν] ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος πρὸς ἀνατολὰς ἐκτεινόμενον: ᾧ τὸ λειπόμενον μέρος τῆς Καρμανίας παρήκει μέχρι Μουσαρναίων γῆς. Ἐκδέχεται τοίνυν μετὰ τὴν ἄκραν τήν Κάρπελλαν μέγιστος κόλπος ὁ καλούμενος Παράγων, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀλαμβατῆρ, καὶ τῆς νήσου τῆι καλουμένης Ζίβης. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Ἀπὸ Καρπέλλης ἄκρας εἰς Κανθάτιν πόλιν στάδιοι α. Ἐνταῦθα παροικοῦσιν οἱ καλούμενοι Πασαργάδαι, τοῦ Καρμανῶν ὄντες γένους. Ἀπὸ δέ Κανθάτιδος πόλεως εἰς Ἄγρισαν πόλιν στάδιοι σν΄. Ἀπὸ δὲ Ἀγρίσης πόλεως ἐπὶ Ὄμμανα ἐμπόριον τῶν ἐπισήμων στάδιοι χ΄. Ἀπὸ δὲ Ὀμμάνων ἐπὶ Ῥόγανα στάδιοι ρν΄. Ἀπὸ δὲ Ῥογάνων εἰς Σαλάρου ποταμοῦ ἐκβολὰς στάδιοι ρν΄. Ἀπὸ δὲ Σαλάρου ποταμοῦ ἐπὶ Πασίδα στάδιοι σ΄. Ἀπὸ δὲ Πασίδος εἰς Σαμυδάκην πόλιν στάδιοι σ΄. Ἐνταῦθα παροικοῦσι Χελωνοφάγοι, τῆς Καρμανίας καὶ αὐτοὶ τυγχάνοντες. Ἀπὸ δὲ Σαμμυδάκης πόλεως ἐπὶ σαμυδδάκου ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ Σαμυδάκου ποταμοῦ εἰς Τησὰ πόλιν στάδιοι υ΄. Ἀπὸ δὲ Τησὰ πόλεως εἰς Ὑδριάκου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ τοῦ Ὑδριάκου ποταμοῦ ἐκβολῶν ἐπὶ Βαγίαν ἄκραν στάδιοι υ΄. Ἀπὸ δὲ Παγίας ἄκρας εἰς Κύϊζα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κυΐζων λιμένος εἰς Ἀλαμβατὴρ ἀκρωτήριον στάδιοι υ΄. Κατὰ ταῦτα [τὰ] μέρη κεῖται νῆσος πελαγία Πόλα καλουμένη. Παράκειται δὲ τῷ Ἀλαμβατὴρ ἀκρωτηρίῳ νῆσος καλουμένη Ζίβη. Ἐνταῦθα τελευτᾶν τὸν

533
κόλπον τὸν καλούμενον Παράγοντα προειρήκαμεν. Ἔστι δὲ ὁ πᾶς περίπλους αὐτοῦ ἀπὸ Καρπέλλης ἄκρας εἰς Ἀλαμβατὴρ ἀκρωτήριον σταδίων δψ΄.

29. Ἀπὸ δὲ τοῦ Ἀλαμβατὴρ ἀκρωτηρίου εἰς Δερενόβιλλαν στάδιοι σν΄. Ἐνταῦθα παράκειται νῆσος Κάρμινα καλουμένη. Ἀπὸ δὲ Δερενοβίλλης εἰς Κώφαντα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κώφαντος λιμένος εἰς Ζοράμβου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ το Ζοράμβου ποταμοῦ εἰς Βάδαρα στάδιοι σν΄. Ἀπὸ δὲ Βαδάρων εἰς Μουσάρνα πόλιν στάδιοι τ΄.

30. Ἔστι δὲ τῆς Καρμανίας τὸ μὲν μῆκος στάδιοι ζ, τὸ δὲ πλάτος αφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας κγ΄, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους ι΄, ἀκρωτήρια ἐπίσημα γ΄, λιμένας ἐπισήμους ε΄. Οἱ πάντες ἀπὸ τοῦ Καρπέλλης ἀκρωτηρίου μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου τῆς Καρμανίας τῆς παρὰ τὸ Ἰνδικὸν πέλαγος στάδιοι ε??ν΄, Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ rum ὅρβo. μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου πάσης τῆς τῶν Καρμανῶν παραλίας στάδιοι ασ΄.