Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

23. Ἡ Περσὶς κεῖται μὲν καὶ αὐτὴ ἐν τῷ Περσικῷ κόλπῳ, περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Μηδίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Σουσιανῇ, ἀπὸ δὲ ἀνατολῶν τῇ Καρμανία, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ, [ἀπὸ] τοῦ Ὀροάτιος ἀρξαμένη ποταμοῦ, μέχρι τῶν ἐκβολῶν Βαγράδα τοῦ ποταμοῦ. Καὶ ἡ μὲν ὅλν τῆς χώρας περιγραφή τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.

24. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ ἐπὶ ἄκραν Ταόκην λεγομένην στάδιοι φ΄. Ἀπὸ δὲ ἄκρας Ταόκης ἐπὶ Ῥογομάνιος ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Ἐν δὲ τῷ παράπλῳ νῆσος κεῖται Σῶφθα καλουμένη. Ἀπὸ δὲ Ῥογομάνιος ποταμοῦ εἰς Χερσόνησον στάδιοι φ΄. Ἐνταῦθα παράκειται νῆσος Ἀλεξάνδρου καλουμένη. Ἀπὸ δὲ τῆς Χερσονήσου εἰς Βρισοάνα ποταμοῦ ἐκβολὰς στάδιοι χν΄. Ἀπὸ δὲ τοῦ Βρισοάνα ποταμοῦ εἰς Αὐσίνζα στέδιοι χ΄. Ἀπὸ [δὲ] Αὐσίνζων [εἰς] Βαγρέδα ποταμοῦ ἐκβολὰς στάδια υν΄. Ἐνταῦθα τῆς Περσίδος τοὺς ὅρους ἀποτελευτᾶν προειρήκαμεν.

25. Ἔστι δὲ τῆς Περσίδος τὸ μὲν μῆκος στάδιοι δ, τὸ δὲ πλάτος αυ΄. Ἔχει δὲ ἔθνη ἢ σατραπείας, ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας λβ΄, ποταμοὺς ἐπισήμους γ΄, ἀκρωτήριον ἐπίσημον α΄, χερσόνησον ἐπίσημον α΄, νήσους ἐπισήμους β΄. Οἱ πάντες ἀπὸ τοῦ Ὀροάτιος μέχρι τῶν τοῦ Βαγράδα ποταμοῦ ἐκβολῶν τοῦ παράπλου τῆς τῶν Περσῶν χώρας στάδιοι γυ΄.