Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

50. Καὶ τὸν μὲν ὅλον περίπλουν καὶ περιγραφήν τῆς παραθλασσίου χώρας τοῦ τῆς Ἀσίας μέρους, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ἔτι τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους, τοῦτον ἔχειν τὸν τρόπον συμβέβηκε· τὸ δὲ σύμπαν ἐστὶ διάστημα, τῶν κόλπων ἀπάντων περιπλεομένων ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ ἕως Κοττιάριος ποταμοῦ ἐκβολῶν τοῦ ἐν τῶ κόλπῳ Σινῶν τυγχάνοντος, σταδίων ͵͵͵ι ͵͵ε ͵γσϟε΄. Τὰ δὲ κατὰ μέρος τῆς παραλίας τῶν ἀριστερῶν μερῶν ἔχει τὸν τρόπον τοῦτον.

51. Ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ, ὅθεν τὴν ἀρχὴν ἐποιησάμεθα τοῦ περίπλου [τῶν] τῆς Ἀσίας ἀριστερῶν μερῶν, μέχρι τῶν στενῶν τοῦ Ἀραβίου κόλπου στάδιοι α αχο΄. Ἀπὸ δὲ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου τοῦ περίπλου τῆς τε Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Ἰνδικοῦ πελάγους στάδιοι β αφλ΄. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Περσικοῦ κόλπου μέχρι τοῦ αὐτοῦ πάλιν στόματος, τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου [στάδιοι ͵͵α Ϛψϟ΄.] [Ἀπὸ δὲ τοῦ Περσικοῦ κόλπου] μέχρι τῶν ὅρων τῆς τῶν Καρμανῶν παραλίας στάδιοι επν΄. Ἀπὸ δὲ τῶν προειρημένων τῆς Καρμανίας δρῶν μέχρι Ῥίζανα πόλεως τῆς τῶν Γεδρωσίων παραλίας στάδιοι γων΄. Ἀπὸ δὲ τῶν προρρηθέντων ὅρων τῆς Γεδρωσίας καὶ ἔτι τοῦ πρώτου καὶ δυσμικωτάτου στόματος τοῦ Ἰνδοῦ ποταμοῦ τοῦ λεγομένου Σάγαπα, μέχρι τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τῆς παραλίας τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι ͵͵γ͵εχϟε΄.

540
Ἀπὸ δὲ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, μέχρι τῶν ὅρων τῶν πρὸς τοὺς Σίνας, οἵτινες ἐν τῷ μεσαιτάτῳ τοῦ καλουμένου Μεγάλου κόλπου τυγχάνουσι, τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι δ ετν΄. Ἀπὸ δὲ τοῦ ἐν τῷ Μεγάλῳ κόλπῳ τῶν Σινῶν ὁρίου ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς τῆς τῶν Σινῶν παραλίας στάδιοι α βχν΄. Οἱ πάντες ἀθροίζονται τοῦ προειρημένου περίπλου παντὸς τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν ἀπὸ τοῦ λανίτου μυχοῦ μέχρι τοῦ Σινῶν ἔθνους καὶ τῶν ἐκβολῶν τοῦ Κοττιάριος ποταμοῦ στάδιοι ε γσζε΄.

52. Τέλος τοίνυν ἐνθάδε τοῦ πρώτου βιβλίου ποιησόμεθα, παντὸς μὲν τοῦ Ἀραβίου κόλπου, πάσης δὲ τῆς Ἐρυθρᾶς θαλάσσης, οὐ μὴν ἀλλὰ καὶ τοῦ Ἰνδικοῦ πελάγους τῶν τε δεξιῶν μερῶν, ἔτι μὴν καὶ τῶν ἀριστερῶν, ὅσα τῆ τῶν ἀνθρώπων ἐπιμελείᾳ καὶ φιλομαθεία γέγονεν ἐφικτὰ, μέχρι τῆς ἀγνώστου γῆς καθʼ ἑκατέρας τὰς ἠπείρους, τῆς τε ἑῴας καὶ τῆς μεσημβρινῆς, τὸν περίπλουν ἀναγράψαντες. Ἀρξόμεθα δὲ τοῦ κατὰ τὸν δυτικὸν ὠκεανὸν περίπλου· τοῦτο γὰρ ἐν ἀρχῇ τοῦ βιβλίου πράξειν ὑπεσχόμεθα.

[*](Μαρκιανοῦ Ἡρακλεώτου τοῦ Πόντου Περίπλους τῆς ἔξω θαλάσσης ἑῴου καὶ ἑσπερίου, καὶ τῶν ἐν αὐτῇ μεγίστων νήσων. Τῶν εἰς β΄ τὸ α΄.)