Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

46. Ἀπὸ δὲ τοῦ ἄκρου τῶν Σατύρων ἐκδέχεται κόλπος μέγιστος, καλούμενος Σινῶν κόλπος. Παρήκει δὲ οὗτος μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς, ᾗ συνάπτει τὴν τῆς ἀνατολῆς ἄγνωστον γῆν, ᾗπερ εἰρήκαμεν παροικεῖν τοὺς Σίνας. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοίνυν τῶν Σατύρων ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς, ὅστις ἐξίησιν ἐν τῷ τῶν Σινῶν κόλπῳ, στάδιοι ασν΄. Ἀπὸ δὲ τοῦ Κοττιάριος ποταμοῦ ἐκδέχεται Καττίγαρα, ὅρμος μὲν Σινῶν ὑπάρχων, ὅριον δὲ τῆς ἐγνωσμένης καὶ οἰκουμένης γῆς τῶν πρὸς τῇ μεσημβρίᾳ μερῶν. Τῶν δὲ σταδίων τοῦ περίπλου τούτου τὸν ἀριθμὸν οὐ ῥᾴδιον ἀναγράψαι. ἔσται δὲ μηδενὶ ἄλλῳ εὐμαρὲς [τὸν] ἐχόμενον περίπλουν [τὸν] μετὰ τὸν Σινῶν ὅρμον δηλῶσαι σαφῶς ἢ θείῳ τινὶ γνώστῃ, μήτε τὰ πρὸς τῇ μεσημβρίᾳ παρὰ τὴν ἄγνωστον διήκοντα γῆν σαφῆ καταστῆναι τοῖς ἀνθρώποις, μήτε τὴν παρὰ τὴν ἑῴαν μετὰ τοὺς Σίνας ἄγνωστον γῆν.

47. Ἔστι δὲ τῶν Σινῶν τὸ μὲν μῆκος τὸ μέγιστον σταδίων γ· τὸ δὲ πλάτος τὸ μέγιστον σταδίων α ζσν΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ε΄, πόλεις δὲ καὶ κώμας ἐπισήμους ζ΄, ὄρος ἐπίσημον α΄, ποταμοὺς ἐπισήμους δ΄, κόλπους ἐπισήμους (τόν τε Θηριώδη καὶ τὸν τῶν Σινῶν) β΄, ἀκρωτήρια ἐπίσημα β΄. [Ὁμοῦ πόλεις κα κῶμαι τῆς ἀνατολικῆς γῆς φξ΄.]

48. Οἱ πάντες ἀπὸ τοῦ ἐν τῷ Μεγάλῳ κόλπῳ τῶν Σινῶν ὁρέου τοῦ ὄντος πρὸς τῇ Ἰνδικῇ τῇ ἐκτὸς Γάγγου ποταμοῦ ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς τοῦ περίπλου παντὸς τῆς τῶν Σινῶν παραλίας στάδιοι α βχν΄.