Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

43. Τὸ τῶν Σινῶν ἔθνος περιορίζεται ἀπὸ μέν ἄρκτων μέρει τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως τῆ ἐκτὸς Γάγγου ποταμοῦ Ἰωδικῇ κατὰ τὸ προειρημένον ἐν τῷ Μεγάλῳ κόλπῳ ὅριον, ἀπὸ δὲ ἀνατολῶν ἀγνώστῳ γῆ, ἀπὸ δὲ μεσημβρίας τῇ τε μεσημβρινῇ θαλάττῃ καὶ τῆ μεσημβρινῇ ἀγνώστῳ γῆ. Καὶ ἡ μὲν ὅλη περιγραφή τοῦτον ἔχει τὸν τρόπον· [τὰ δέ κατὰ μέρος οὕτως ἔχει·][Λείπει τὰ κατὰ μέρος.]

44. Ἐντεῦθεν ἄρχονται παροικεῖν μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς Ἰχθυοφάγοι Σῖναι. Δύο γὰρ ἀγνώστους ὑπονοεῖν χρή γᾶς, τήν τε παρὰ τήν ἀνατολὴν διήκουσαν, ᾗ παροικεῖν εἰρήκαμεν τοὺς Σίνας, καὶ τὴν παρὰ τήν μεσημβρίαν, ἥτις διήκει παρὰ πᾶσαν τὴν Ἰνδικὴν θάλασσαν ἤτοι τὴν Πρασώδη καλουμένην, μέρος οὗσαν τῆς Ἰνδικῆς θαλάσσης, ὥστε συνάπτουσαν ἑκατέρας τὰς ἀγνώστους γᾶς καθάπερ τινὰ γωνίαν ἀποΣινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις αὐτῶν. Τὰ δὲ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνα, ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται, καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις.