Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

40. Ἡ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ περιορίζεται ἀπὸ μὲν ἄρκτων τοῖς μέρεσι τῆς Σκυθίας καὶ τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως αὐτῷ τῷ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σίναις μέχρι τοῦ καλουμένου Μεγάλου κόλπου καὶ αὐτῷ τῷ κόλπῳ, ἀπὸ δὲ μεσημβρίας τῷ τε Ἰνδικῷ πελάγει καὶ μέρει τῆς Πρασώδους θαλάσσης, ἥτις ἀπὸ τῆς Μενουθιάδος νήσου ἀρξαμένη διατείνει κατὰ παράλληλον γραμμὴν μέχρι τῶν ἀντικειμένων μερῶν τῷ Μεγάλῳ κόλπῳ, καθὰ προειρήκαμεν.[Λείπει τὰ κατὰ μέρος.]

41. Ἔστι δὲ τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ἧ μακροτάτη τυγχάνει, σταδίων α αχν΄· τὸ δὲ πλάτος, ᾗ πλατυτάτη ἐστὶ, σταδίων α θ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ν΄, πόλεις δὲ καὶ κώμας ἐπισήμους καὶ ἐμπόρια ξζ΄, ὄρη ἐπίσημα ιη΄, ἀκρωτήρια ἐπίσημα ε΄, λιμένας ἐπισήμους γ΄, κόλπον μέγιστον α΄, νήσους ἐπισήμους λ΄.

42. Οἱ πάντες ἀπὸ τοῦ [Μεγάλου] ἀκρωτηρίου μέχρι τοῦ πρὸς Σίνος ὁρίου τοῦ περίπλου τοῦ μέρους τοῦ Μεγάλου κόλπου τοῦ παρὰ τὴν ἐκτὸς Γάγγου Ἰνδικὴν

537
τυγχάνοντος στάδιοι α βφν΄. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, καλεῖται Ἀντιβολή, μέχρι τῶν πρὸς τοὺς Σίνας τὸ ἔθνος ὅρων τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς στάδιοι δ ετν΄.