Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Οὕτω μὲν δὴ Ἰουστινιανὸς ἁπαξάπαντα ταράχου [*](Niceph. xvii 33) καὶ θορύβων πληρώσας καὶ τἀπίχειρα τούτων πρὸς τῷ τέρματι τοῦ βίου κομισάμενος, ἐς τὰ κατώτατα μετεχώρησε δικαιωτήρια. Ὁ δέ γε Ἰουστῖνος ἀδελφιδοῦς μέν οἱ καθεστώς, τὴν δὲ φυλακὴν τῆς αὐλῆς ἐμπεπιστευμένος, ὃν κουροπαλάτην ἡ Ῥωμαίων λέγει φωνή, μετ̓ αὐτὸν τὴν ἁλουργίδα περιβάλλεται, οὔτε τὴν ἀποβίωσιν Ἰουστινιανοῦ οὔτε τὴν ἀνάρρησιν Ἰουστίνου τινὸς ἐγνωκότος πλὴν τῶν ἀμφ̓ αὐτόν, μέχρις οὖ κατὰ τὴν ἱπποδρομίαν ἐφάνη τὰ νόμιμα τῆς βασιλείας δράσων τε καὶ πεισόμενος. Ὡς δ̓ οὖν ταῦτα γέγονε, μηδενὸς παντάπασι νεωτερισθέντος, ἐπανῆκε μὲν κατὰ τὴν αὐλήν: πρώτην δὲ ποιεῖται κέλευσιν τοὺς ἁπανταχῆ συνειλεγμένους ἱερέας ἀφεῖσαν πρὸς τοὺς οἰκείους θρόνους, ἐφ̓ ᾧ τὰ εἰωθότα θρησκεύειν μηδενὸς περὶ τὴν πίστιν καινουργουμένου. Καὶ τοῦτο μὲν ἀξιόλογον αὐτῷ ἐπράχθη. Ἦν δέ γε τὸν βίον ἐκδεδιῃτημένος καὶ τρυφαῖς ἀτεχνῶς καὶ ἡδοναῖς ἐκτόποις ἐγκαλινδούμενος, ἀλλοτρίων τε χρημάτων διάπυρος ἐραστὴς ὡς πάντα κέρδους ἀθέσμου ἀπεμπολεῖν, μηδὲ ἐπὶ ταῖς ἱερωσύναις τὸ θεῖον εὐλαβούμενος ἃς τοῖς προστυχοῦσιν ἐπίπρασκεν, ὠνίους καὶ ταύτας

196
[*](Niceph. xvii 34) ἀναφανδὸν τιθέμενος. Θράσει δὲ καὶ δειλίᾳ ταῖς κακίαις κρατούμενος, πρῶτον Ἰουστῖνον προσγενῆ τυγχάνοντα καὶ πολὺ κλέος παρὰ πᾶσιν ἔχοντα περί τε ἐμπειρίαν πολέμων καὶ τὰς ἄλλας ἀξιώσεις, μετάπεμπτον ποιεῖται, ἀμφὶ τὸν Ἴστρον τὰς διατριβὰς ποιούμενον, καὶ τὰς τῶν[*](Cf. Simoc. i 3 vii 7, 8) Ἀβάρων διαβάσεις ἀνείργοντα. Ἔθνος δὲ Σκυθικὸν οἱ Ἄβαροι τῶν ἁμαξοβίων τῶν ὑπὲρ τὸν Καύκασον τὰ ἐπέκεινα πεδία νεμομένων: οἳ τοὺς γειτνιῶντας Τούρκους πασσυδὶ πεφευγότες, ἐπεὶ κακῶς πρὸς αὐτῶν ἐπεπόνθεσαν, ἐπὶ τὸν Βόσπορον ἀφίκοντο: καὶ τὴν ἠϊόνα τοῦΕὐξείνου καλουμένου Πόντου καταλιπόντες — ἔνθα συχνὰ μὲν ἔθνη βαρβαρικά, ἐξῳκίσθησαν δὲ καὶ ὑπὸ Ῥωμαίων πόλεις τε καὶ στρατόπεδα καί τινες προσορμήσεις, ἢ στρατιωτῶν ἀπομάχων γιγνομένων, ἢ καὶ ἀποικιῶν πρὸς τῶν βασιλέων στελλομένων — , τὴν πόρευσιν ἐποιοῦντοπᾶσι τοῖς ἐν ποσὶ βαρβάροις ἀνταγωνιζόμενοι, μέχρις οὗ τὰς ἠϊόνας τοῦ Ἴστρου κατειλήφασι καὶ πρὸς Ἰουστινιανὸν ἐπρεσβεύσαντο. Ἐντεῦθεν οὖν ὁ Ἰουστῖνος μετεπέμφθη, οἷα δῆθεν ὀφείλων τῶν συγκειμένων αὐτῷ τε καὶ τῷ αὐτοκράτορι Ἰουστίνῳ ἀπολαῦσαι. Ἐπεὶ γὰρ ἄμφωπαραπλησίω καθεστηκάτην ταῖς τοῦ βίου φαντασίαις, καὶ ἐπ̓ ἄμφω ἡ βασιλεία ἐπῃώρητο, συνήτην μετὰ πολλὰ τὰ ἀμφίλογα ὥστε τὸν ἐς τὴν βασιλείαν παριόντα τὴν δευτέραν χώραν θἀτέρῳ δοῦναι, ἵν̓ ἐκ τῶν δευτερείων τῆς βασιλείας τὰ πρωτεῖα τῶν ἄλλων ἀποφέροιτο.

Μετὰ πολῆς τοιγαροῦν τῆς ἔξωθεν φιλοφροσύνης [*](Niceph. xvii 34) ὁ Ἰουστῖνος τὸν Ἰουστῖνον δεξιωσάμενος, καὶ κατὰ σμικρὸν αἰτίας ἐπιπλάττων, καὶ τοὺς ὑπασπιστὰς καὶ δορυφόρους καὶ σωματοφύλακας παραιρούμενος τάς τε παῤ αὐτοῦ προόδους εἴργων, καθῆστο γὰρ οἴκοι Ἰουστίνου κελεύσμασιν,ἐς τὴν Ἀλεξάνδρου μεγάλην ἐξοικίζεται πόλιν:

197
αὐτοῦ τε δειλαίως ἀναιρεῖται πόρρω τῶν νυκτῶν, ἔτι [*](Joh. Antioch. FHG v 35 Theophan. 244 Agathias iv 22) κλινοπετὴς ὑπάρχων, ταύτην ἀμοιβὴν τῆς ἐς τὸ πολίτευμα εὐνοίας καὶ τῶν ἐς τοὺς πολέμους ἀνδραγαθημάτων κομισάμενος. Καὶ οὐ πρότερον ἀνεῖσαν τοῦ θυμοῦ ἢ τῆς ζεούσης μήνιδος ἐνεφορήθησαν, μέχρις οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν αὐτός τε καὶ ἡ τούτου σύνοικος Σοφία ἐθεάσαντο, καὶ τοῖς ποσὶν ἐξελάκτισαν.

Οὐ μετ̓ οὐ πολὺ δὲ καὶ Αἰθέριον καὶ Ἀδδαῖον, τῆς [*](Niceph. xvii 34 Theophan. 242 Eustrat. Eutychii vita PG 862 c. 76) μὲν συγκλήτου βουλῆς καθεστῶτε, μεγάλα δὲ καὶ πρωτεῖα παῤ Ἰουστινιανῷ ἐσχηκότε, ἐς κριτήριον ἐπὶ καθοσιώσει ἐκδέδωκεν. Ὧν ὁ μὲν Αἰθέριος συγκατετίθετο φαρμάκοις βουληθεὶς τὸν βασιλέα διαχρήσασθαι, κοινωνὸν τῆς τοιαύτης ἐγχειρήσεως καὶ ἐν πᾶσι συνεργὸν ἔχειν εἰπὼν τὸν Ἀδδαῖον. Ὁ δὲ ὅρκοις δεινοῖς διώμνυτο μηδὲν τούτων παντάπασιν εἰδέναι. Ἄμφω δ̓ οὖν τὰς κεφαλὰς ἀπετμηθήτην, παῤ αὐτὴν τὴν ἐκτομὴν τῆς κεφαλῆς Ἀδδαίου φήσαντος ἐν τούτοις μὲν συκοφαντηθῆναι, δίκαια δὲ πάσχειν πρὸς τῆς ἐφόρου τῶν ὁπωσοῦν δρωμένων δίκης: αὐτὸν γὰρ γοητείᾳ τὸν Θεόδοτον ὕπαρχον τῆς αὐλῆς ἀνελεῖν. Ἐγὼ δὲ εἰ μὲν ταῦθ̓ οὕτως ἔχει, οὐκ ἔχω λέγειν, ἄμφω δὲ ἀλιτηρίω ἤστην: ὁ μὲν Ἀδδαῖος παιδομανῶν, [*](Cf. Joh. Ephes. ii 29) Αἰθέριος δὲ διὰ πάσης ἰὼν συκοφαντίας, καὶ τάς τε τῶν ζώντων τῶν τε τελευτώντων τὰς οὐσίας ληϊζόμενος ὀνόματι τῆς βασιλικῆς οἰκίας, ἧς ἐπὶ Ἰουστινιανοῦ προὐστήκει. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.

Γράφει δὲ ὁ Ἰουστῖνος τοῖς ἑκασταχοῦ Χριστιανοῖς [*](Niceph. xvii 35) πρόγραμμα, αὐτοῖς ὀνόμασι τοῦτο: Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ [*](Cf. Chron. Pasch. 635 s#3.) ἡμῶν, αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστῖνος, πιστὸς ἐν Χριστῷ, ἥμερος, μέγιστος, εὐεργέτης, Ἀλαμανικός, Γοτθικός, Γερμανικός, Ἀντικός, Φραγκικός, Ἐρουλλικός, Γηπαιδικός, εὐσεβής, εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαιοῦχος,

198
[*](Joh. xiv 27) ἀεισέβαστος, Αὔγουστος. Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, φησὶν ὁ δεσπότης Χριστὸς ὁ ἀληθινὸς ἡμῶν θεός, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὁ αὐτὸς κηρύττει πᾶσιν ἀνθρώποις. Οὐκ ἄλλο δὲ τοῦτό ἐστιν ἢ τοὺς πιστεύοντας εἰς αὐτὸν εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν συντρέχειν,ὁμοφρονοῦντας μὲν περὶ τὴν ὀρθὴν τῶν Χριστιανῶν δόξαν, ἀποστρεφομένους δὲ τοὺς τἀναντία λέγοντας ἢ δοξάζοντας. Πρώτη γὰρ σωτηρία καθέστηκε πᾶσιν ἀνθρώποις ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία. Διὸ καὶ ἡμεῖς τοῖς εὐαγγελικοῖς κατακολουθοῦντες παραγγέλμασι καὶ τῷ ἁγίῳ συμβόλῳ,ἤτοι μαθήματι τῶν ἁγίων πατέρων, πρὸς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν τε καὶ γνώμην προτρεπόμεθα πάντας συνελθεῖν, πιστεύοντες εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν λόγῳ καὶ πράγματι, καὶ μίαν δύναμιν καὶ ἐξουσίανκαὶ ἐνέργειαν, ἐν τρισὶν ὑποστάσεσιν ἤγουν προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα. Μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν: μονάδα μὲν κατὰ τὴν οὐσίαν ἤγουνθεότητα, τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἤγουν ὑποστάσεις, ἤτοι πρόσωπα. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν̓ οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Θεὸν τὸν πατέρα, θεὸντὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα, ὅταν ἕκαστον πρόσωπον καθ̓ ἑαυτὸ θεωρῆται, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα: θεὸν τὰ τρία μετ̓ ἀλλήλων νοούμενα, τῷ ταὐτῷ τῆς κινήσεως καὶ τῆς φύσεως, ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ἤγουν ἰδιότητασκηρύττειν. Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν θεὸν Λόγον τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα
199
ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἷς τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Οὐδὲ γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριάς, καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ Λόγου: ἀλλ̓ ἔστιν εἷς καὶ ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκὶ καὶ ἀπαθὴς ὁ αὐτὸς ἐν θεότητι. Οὐ γὰρ ἄλλον τὸν θεὸν Λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν παθόντα ἐπιστάμεθα: ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ Λόγον, σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. Οὐ γὰρ ἄνθρωπός τις ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἀλλ̓ αὐτὸς ὁ θεὸς Λόγος ἀτρέπτως γενόμενος ἄνθρωπος, τό τε ἑκούσιον πάθος καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν σαρκὶ κατεδέξατο. Καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες, οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον: καὶ ἄνθρωπον αὐτὸν ὁμολογοῦντες, οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ἐξ ἑκατέρας φύσεως, θεότητος καὶ ἀνθρωπότητος, σύνθετον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Οὐ γὰρ ὅτι γέγονε καθ̓ ἡμᾶς ἄνθρωπος, τὸ εἶναι θεὸς ἀπολέσει: οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστί, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει, καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται. Μεμένηκεν δὲ ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν ὑπεροχῇ θεότητος ὢν ἄνθρωπος οὐδὲν ἧττον, ἄμφω δὲ ὢν ἐν ταὐτῷ, καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. Τὸν αὐτὸν δὲ ὁμολογοῦντες ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἐξ ὧν καὶ συνετέθη,
200
διαίρεσιν μὲν τὴν ἀνὰ μέρος ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ συνθέτῳ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων σημαίνομεν, οὐκ ἀναιρουμένην διὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρωπείαν μετεβλήθη, οὔτε ἡ ἀνθρωπεία φύσις εἰς τὴν θείαν ἐτράπη. Νοουμένησδὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν καθ̓ ὑπόστασιν. Ἡ δὲ καθ̓ ὑπόστασιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς Λόγος, τουτέστιν ἡ μία ὑπόστασις τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳἡνώθη, ἀλλ̓ ἐν τῇ γαστρὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας καὶ ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ὁμοούσιον ἡμῖν καὶ ὁμοιοπαθῆ κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Ἐν αὐτῷ γὰρ ἔσχεν τὴνὑπόστασιν καὶ γέγονεν ἄνθρωπος, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἐννοοῦντες δὲ αὐτοῦ τὴν ἄφραστον ἕνωσιν, ὀρθῶς ὁμολογοῦμεν μίαν φύσιν τοῦ θεοῦ Λόγου σεσαρκωμένην σαρκὶ ἐψυχωμένῃ ψυχῇ λογικῇ τεκαὶ νοερᾷ. Καὶ πάλιν ἐν θεωρίᾳ λαμβάνοντες τὴν τῶν φύσεων διαφορὰν δύο ταύτας εἶναι λέγομεν, διαίρεσιν οὐδεμίαν εἰσάγοντες. Ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Χριστόν, ἕνα υἱόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον.Πάντας δὲ τοὺς παρὰ ταῦτα φρονήσαντας ἢ φρονοῦντας ἀναθεματίζομεν, ἀλλοτρίους εἶναι κρίνοντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Τῶν ὀρθῶν τοίνυν δογμάτων τῶν παρὰ τῶν ἁγίων πατέρων παραδεδομένων ἡμῖν κηρυττομένων, προτρέπομεν ὑμᾶς ἅπαντας εἰσμίαν καὶ τὴν αὐτὴν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν συντρέχειν, μᾶλλον δὲ καὶ παρακαλοῦμεν — οὐ γὰρ ὀκνήσαιμεν,
201
κἂν ἐν ὑπεροχῇ βασιλείας ἐσμέν, καὶ τοιούτοις χρήσασθαι ῥήμασιν ὑπὲρ τῆς τῶν Χριστιανῶν ἁπάντων ὁμοφροσύνης τε καὶ ἑνώσεως, ἐκ τοῦ μίαν ἁπάντων δοξολογίαν ἀναπέμπεσθαι τῷ μεγάλῳ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ — τοῦ δὲ λοιποῦ μηδένα προφασιζόμενον πρόσωπα ἢ συλλαβὰς ζυγομαχεῖν, ὅτι πρὸς μίαν καὶ τὴν αὐτὴν ὀρθὴν ἔννοιάν τε καὶ πίστιν αἱ συλλαβαὶ φέρουσι: τοῦ μέχρι νῦν κρατοῦντος ἔθους τε καὶ σχήματος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ διὰ πάντων βεβαίου τε καὶ ἀκαινοτομήτου, καὶ εἰς τὸν ἑξῆς ἅπαντα μένοντος χρόνον. Τούτῳ μὲν οὖν ἄπαντες τῷ ἰδίκτῳ συγκατετίθεντο, ὀρθοδόξως ἐκπεφωνῆσθαι λέγοντες: οὐδὲν δὲ τῶν διερρωγότων [*](Cf. Joh. Ephes. i 19 s#3. Joh. Biclarensis a. 567 ) ὅλως ἡνώθη, διότι ῥητῶς ἐπεσημήνατο τὸ βέβαιον καὶ ἀκαινοτόμητον ταῖς ἐκκλησίαις πεφυλάχθαι καὶ κατὰ τὸν ἑξῆς ἐπιρρέοντα χρόνον.

Ἐκβεβλήκει δὲ καὶ Ἀναστάσιον Ἰουστῖνος τοῦ [*](Niceph. xvii 36 Joh. Ephes. i 41 Theophan. 243) Θεουπόλεως θρόνου, ἐπεγκαλῶν οἱ τῶν τε ἱερατικῶν χρημάτων τὴν γεγενημένην δαπάνην, λέγων καὶ εἰς ἄπειρον καὶ μὴ κατὰ τὸ προσῆκον γενέσθαι, τήν τε ἐς αὐτὸν βλασφημίαν. Ἐρωτηθέντα γὰρ τὸν Ἀναστάσιον τί δή ποτε οὕτω χύδην τὰ ἱερατικὰ ῥίπτει χρήματα, ἀναφανδὸν εἰπεῖν: ὡς ἂν μὴ παρὰ Ἰουστίνου τῆς κοινῆς λύμης ἀφαιρεθεῖεν. Ἐλέγετο δὲ μηνῖσαι Ἀναστασίῳ, ὅτι γε ζητοῦντι χρήματα τὴν ἐπισκοπὴν ἐγχειρισθεὶς οὐχ εἴλετο δοῦναι. Προεφέρετο δὲ καὶ ἕτερα ἄττα κατ̓ αὐτοῦ, ἐνίων οἶμαι τὸν βασιλικὸν βουληθέντων θεραπεῦσαι σκοπόν.

Μετ̓ αὐτὸν δὲ πρὸς τὸν ἱερατικὸν ἄνεισι θρόνον [*](Niceph. xvii 36) Γρηγόριος, οὗ κλέος εὐρύ, κατὰ τὴν ποίησιν, ἐκ πρώτης ἡλικίας τοῖς μοναδικοῖς ἐναποδυσάμενος σκάμμασιν, οὕτω δὲ γεννικῶς καὶ καρτερικῶς ἀγωνισάμενος ὡς τάχιστα καὶ

202
ἐκ πρώτων ἰούλων πρὸς τοὺς ἀνωτάτω βαθμοὺς ἐλάσαι, ἡγήσασθαι δὲ τῆς τῶν Βυζαντίων μονῆς ἔνθα τὸν ἄσκευον εἴλετο βίον, κελεύμασι δὲ Ἰουστίνου καὶ τοῦ Σινᾶ ὄρους: ἐν ᾦ μεγίστοις ἐμπέπτωκε κινδύνοις πολιορκίαν ὑποστὰς ὑπὸ τῶν Σκηνητῶν βαρβάρων: εἰρηνεῦσαι δ̓ οὖν αὐτῷὅμως μέγιστα τῷ τόπῳ καταπραξάμενος ἐκεῖθεν πρὸς τὴν ἀρχιερωσύνην ἐκλήθη. Ἦν δὲ γνώμην καὶ ἀρετὴν ψυχῆς πάντα ἐν πᾶσι κράτιστος, καὶ ἐς ὅ τι ὁρμήσειεν ἐξεργαστικώτατος, δέει τε ἄτρωτος, καὶ πρὸς τὸ ὑπείκειν ἢ κατεπτηχέναι δυναστείασἀληπτότατος. Οὕτω δὲ μεγαλοπρεπεῖς τὰς ἐπιδόσεις τῶν χρημάτων ἐποιεῖτο, ἐλευθερίοις τε καὶ ἀφειδέσι ἐς ἅπαντα χρώμενος, ὥστε ὅτε προΐοι παμπληθεῖς αὐτῷ καὶ τῶν εἰωθότων ἄτερ ἐπηκολούθουν, καὶ ὅσοι ὁρῷεν ἢ πυνθάνοιντο προσιόντα, συνέρρεον: καὶ ἦν τά γε ἐστὴν τοσαύτην ἀρχὴν δεύτερα τῆς ἐς τὸν ἄνδρα τιμῆς, ἐθελουσίων τὰ πολλὰ ὁρᾶν τε ἐκ τοῦ σύνεγγυς καὶ ἀκούειν διαλαλοῦντος ἐπιθυμούντων. Πόθον γὰρ ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν ἐντυγχάνουσιν ἐνεργάσασθαι ἦν ἱκανώτατος: ἰδεῖν τε ἀξιάγαστος, καὶ προσφθέγξασθαι διὰ χαρίτων ἥδιστος,νοῆσαί τε ἐκ τοῦ παραυτίκα ὀξὺς εἴ τις ἄλλος ἀνθρώπων, πρᾶξαί τε ἐς τὰ μάλιστα ὀξύτατος, καὶ βουλὴν ἄριστα βουλεῦσαι καὶ κρῖναι τά τε οἰκεῖα τά τε τῶν ἄλλων ἱκανώτατος: ὅθεν καὶ τοσαῦτα κατεπράξατο μηδὲν εἰς αὔριον ἀναβαλλόμενος. Κατέπληξε δὲ οὐ μόνον τοὺσῬωμαίων βασιλέας, ἅπασι χρώμενος ὡς ἥ τε χρεία καλοίη καὶ καιρὸς ὑπείκοι οὐχ ὑστερῶν, ἀλλὰ καὶ τοὺς Περσῶν, ὡς ἕκαστα προσφόρως δηλώσω. Ἦν δὲ ἐν αὐτῷ πολὺ μὲν τὸ σφοδρόν, ἐνιαχοῦ δὲ καὶ τὸ θυμοειδές, οὐκ ὀλίγον δὲ πάλιν ἀλλὰ καὶ μάλα περιούσιον τὸ πρᾶόν[*](Cf. Gregor. Nyss. i 249 A) τε καὶ ἥμερον: ὡς ἐπ̓ αὐτῷ ἄριστα καταντῆσαι τὰ Γρηγορίῳ τῷ θεολόγῳ πεφιλοσοφημένα, τὸ αὐστηρὸν αἰδοῖ
203
σύγκρατον, ὡς μηδὲ ἕτερον ὑπὸ τοῦ ἑτέρου καταβλάπτεσθαι, ἀλλ̓ ἀμφότερα δἰ ἀλλήλων εὐδοκιμεῖν.

Τούτου τὴν ἐπισκοπὴν πρῶτον ἔτος διέποντος, οἱ [*](Niceph. xvii 37 Menand. FHG iv 239 Theoph. Byz. ibid. 270 Joh. Epiph. ibid. 274 Joh. Ephes. ii 20, 21) τῆς πάλαι μὲν μεγάλης Ἀρμενίας, ὕστερον δὲ Περσαρμενίας ἐπονομασθείσης — ἣ πρώην Ῥωμαίοις κατήκοος ἦν, Φιλίππου δὲ τοῦ μετὰ Γορδιανὸν καταπροδόντος αὐτὴν τῷ Σαπώρῃ, ἡ μὲν κληθεῖσα μικρὰ Ἀρμενία πρὸς Ῥωμαίων ἐκρατήθη, ἡ δέ γε λοιπὴ πᾶσα πρὸς Περσῶν — , τὰ Χριστιανῶν πρεσβεύοντες, ἐπεὶ παρὰ Περσῶν κακῶς ἔπασχον καὶ μάλιστα περὶ τὴν οἰκείαν νόμισιν, ἐν παραβύστῳ ἐπρεσβεύοντο πρὸς Ἰουστῖνον ἱκετεύοντες κατήκοοι Ῥωμαίοις γενέσθαι, ὡς ἂν ἐπ̓ ἀδείας δρῷεν τὰ εἰς θεὸν γέρα μηδενὸς αὐτοῖς ἐμποδὼν γιγνομένου. Τοῦ δὲ Ἰουστίνου προσηκαμένου, καί τινων ἐν γράμμασι πρὸς τοῦ βασιλέως διομολογηθέντων ὅρκοις τε δεινοῖς κατασφαλισθέντων, ἀποσφάττουσι μὲν οἱ Ἀρμένιοι τοὺς σφῶν ἄρχοντας, προστίθενται δὲ πασσυδὶ τῇ Ῥωμαίων ἀρχῇ μεθ̓ ὧν προσειλήφεσαν πλησιοχώρων, ὁμοεθνῶν τε καὶ ἀλλοφύλων, Οὐαρδάνου προὔχοντος παῤ αὐτοῖς γένει τε καὶ ἀξιώσει καὶ τῇ περὶ τοὺς πολέμους ἐμπειρίᾳ. Ἐπεγκαλοῦντα τοίνυν περὶ τούτων Χοσρόην Ἰουστῖνος ἀπεπέμπετο, λέγων πεπεράσθαι τὰ τῆς εἰρήνης, καὶ μὴ οἷόν τε εἶναι Χριστιανοὺς ἀπορρίψαι ἐν καιρῷ πολέμου Χριστιανοῖς προσρυέντας. Καὶ ταῦτα μὲν ἀπεκρίνατο: οὐ μὴν ἐς πόλεμον παρεσκευάζετο, ἀλλὰ τῇ συνήθει τρυφῇ ἐνεδέδετο, πάντα δεύτερα τῶν οἰκείων ἡδονῶν τιθέμενος.

Στρατηγὸν δὲ τῶν ἑῴων ἐκπέμπει Μαρκιανὸν [*](Niceph. xvii 37 Joh. Epiph. FHG iv 274 s#3 Theoph. Byz. ibid. 271 Simoc. iii 10 Joh. Ephes. vi 2) συγγενῆ αὐτῷ καθεστῶτα, οὔτε στρατείαν ἀξιόμαχον δοὺς οὔτε τὴν ἄλλην τὴν ἐς τὸν πόλεμον παρασκευήν. Ὃς ἐπὶ προὔπτῳ κινδύνῳ καὶ ἐπ̓ ἀνατροπῇ τῶν ὅλων τὴν μέσην κατειλήφει τῶν ποταμῶν, ὀλίγους κομιδῇ στρατιώτας καὶ τούτους ἀνόπλους ἐπισυρόμενος, ἔχων καί τινας σκαπανέας καὶ βοηλάτας ἐκ τῶν συντελῶν ἀφῃρημένους. Συμπλέκεται μὲν οὖν ὀλίγα πρὸς Πέρσας περὶ τὴν

204
Νίσιβιν, οὔπω οὐδὲ τῶν Περσῶν παρεσκευασμένων. Καὶ τὸ πλέον ἐσχηκὼς περικάθηται τὴν πόλιν, οὐκ ἀξιωσάντων [*](Menand. FHG iv 240) τῶν Περσῶν ἀποκλεῖσαι τὰς πύλας, ἐνυβριζόντων δὲ καὶ μάλα αἰσχρῶς ἐς τὸ Ῥωμαίων στράτευμα. Τεράστια δὲ πολλὰ μὲν καὶ ἄλλα ὡρᾶτο, τὰ ἐσόμεναδυσχερῆ μηνύοντα. Καὶ βοῦν δὲ ἀρτιγενῆ ἐθεασάμεθα κατ̓ ἀρχὰς τοῦ πολέμου, ᾧ δύο κεφαλαὶ ἐκ τοῦ αὐχένος ἐπαιώρηντο.

Ὁ δὲ Χοσρόης, ἐπεὶ αὐτάρκως αὐτῷ τὰ εἰς [*](Cf. ibid. Niceph. xvii 38) τὸν πόλεμον ἐξηυτρέπιστο, Ἀδραμαὰν μὲν διαπορεύσασμέχρι τινὸς καὶ τὸν Εὐφράτην ἀνὰ τὴν σφετέραν γῆν διαβιβάσας, εἰς τὴν Ῥωμαίων ἐπικράτειαν ἠφίει διὰ τοῦ καλουμένου Κιρκησίου. Τὸ δὲ Κιρκήσιόν ἐστι πόλισμα Ῥωμαίοις ἐπικαιρότατον πρὸς ταῖς ἐσχατιαῖς τοῦ πολιτεύματος κείμενον: ὅπερ ὀχυρὸν οὐ μόνα τὰ τείχη ποιεῖεἰς ἄπειρον ὕψος ἐπαιρόμενα, ἀλλὰ καὶ Εὐφράτης καὶ Ἀβόρας οἱ ποταμοὶ κυκλοῦντες καὶ ὥσπερ ἀπονησοῦντες τὴν πόλιν. Αὐτὸς δὲ σὺν τοῖς ἀμφ̓ αὐτὸν τὸν Τίγρητα διαβὰς ποταμὸν ἐπὶ τὴν Νίσιβιν τὴν ἔλασιν ἐποιεῖτο. Ταῦτα δὲ γιγνόμενα μέχρι πολλοῦ τοὺς Ῥωμαίους ἐλάνθανεν,ὥστε Ἰουστῖνον φήμῃ πειθόμενον λεγούσῃ Χοσρόην ἢ τεθνάναι ἢ πρὸς αὐτὰς τὰς τελευταίας ἀναπνοὰς εἶναι, ἀσχάλλειν ἐπὶ τῇ δῆθεν βραδυτῆτι τῆς πολιορκίας τοῦ Νίσιβι, πέμψαι τε τοὺς ἐπείξοντας τὸν Μαρκιανόν, καὶ τὰς κλεῖς τῶν πυλῶν ὡς τάχιστα οἴσοντας. Ὡς δὲοὐδαμῆ οὐδαμῶς τὸ πρᾶγμα προῄει, ἀλλὰ καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην τὰ ἀμήχανα ζητῶν ἐπὶ τοσαύτῃ καὶ τοιαύτῃ πόλει καὶ οὕτως ἐξουθενημένῳ στρατῷ, ἀγγέλλεται πρῶτον Γρηγορίῳ τῷ Θεουπολιτῶν ἐπισκόπῳ. Ὁ γὰρ τῆς Νισίβης ἐπίσκοπος φίλος ἐς τὰ μάλιστα

205
Γρηγορίῳ καταστὰς μεγάλοις δώροις παῤ αὐτοῦ ἀξιωθείς, ἄλλως τε δὲ καὶ δυσχεραίνων τὴν Περσῶν παροινίαν τὴν εἰς Χριστιανοὺς γιγνομένην ἣν διὰ παντὸς παῤ αὐτῶν ἐπεπόνθεσαν, καὶ Ῥωμαίων κατήκοον τὴν οἰκείαν πόλιν ἱμειρόμενος εἶναι, πάντων τῶν ἐν τῇ ὑπερορίᾳ γιγνομένων τὴν γνῶσιν Γρηγορίῳ παρείχετο, ἅπαντα κατὰ καιρὸν παριστάς: ἅπερ παραυτίκα ἐπὶ Ἰουστῖνον ἀνέφερεν, τὴν ἔφοδον τοῦ Χοσρόου τὴν ταχίστην μηνύων. Ὁ δὲ περὶ τὰς συνήθεις ἡδονὰς ἐγκαλινδούμενος τοῖς μὲν γεγραμμένοις προσεῖχεν οὐδέν, οὔτε δὲ πιστεύειν ἤθελεν, οἰόμενος ὅπερ ἐβούλετο. Ἕπεται γὰρ τοῖς ἐκδεδιῃτημένοις τῶν ἀνθρώπων τό τε ἀγεννὲς καὶ θρασὺ πρὸς τὰς ἐκβάσεις, τὸ δὲ ἄπιστον εἰ τύχοιεν ἀντικρὺ τῶν θελήσεων αὐτῶν φερόμεναι. Γράφει μὲν οὖν αὐτῷ ταῦτα τέλεον ἀποδιοπομπούμενος ὡς οὐκ ἀληθῆ παντάπασι ὄντα, εἰ δέ γε καὶ ἀληθῆ, ὡς οὐ φθησομένων Περσῶν τὴν πολιορκίαν, εἰ δὲ καὶ φθαῖεν, κακῶς ἀπαλλαξάντων. Ἐκπέμπει δὲ Ἀκάκιον ἀτάσθαλόν τινα καὶ ὑβριστὴν παρὰ Μαρκιανῷ, ἐγκελευσάμενος καὶ εἰ ἕτερον τοῖν ποδοῖν ὁ Μαρκιανὸς φθαίη τῇ πόλει πέμψας, παραλῦσαί γε αὐτὸν τῆς ἀρχῆς. Ὃ καὶ πέπραχεν ἀκριβῶς, οὐ πρὸς τὸ συνοῖσον τοῖς τοῦ βασιλέως κελεύσμασι διακονησάμενος. Γενόμενος γὰρ πρὸς τὸ στρατόπεδον, Μαρκιανὸν μὲν ἐν τῇ ὑπερορίᾳ παύει τῆς ἀρχῆς, οὐδὲν τῷ στρατῷ διαγγείλας. Οἱ δὲ λοχαγοὶ καὶ ταξιάρχαι, ὡς διανυκτερεύσαντες ἐξέμαθον παυθῆναι τὸν στρατηγόν, πρόσω μὲν οὐ παρῄεσαν τὸ πλῆθος: ὑποχωρήσαντες δὲ φεύγουσι σποράδες τὴν καταγέλαστον πολιορκίαν λύσαντες. Ὁ μὲν οὖν Ἀδαρμαάνης ἔχων ἀξιόλογον στρατὸν Περσῶν τε καὶ τῶν Σκηνητῶν βαρβάρων, ἐπεὶ τὸ Κιρκήσιον παρήμειψεν, παντοίως τοῖς Ῥωμαίων ἐλυμήνατο
206
πράγμασι ἐμπιπρὰς ἀποκτειννύς, οὐδὲν μέτριον ἐννοῶν ἢ πράττων: αἱρεῖ τε φρούρια καὶ κώμας πολλὰς οὐδενὸς ἀντιστάντος, πρῶτα μὲν ὅτι γε ἦρχεν οὐδείς, εἶθ̓ ὅτι καὶ τῶν στρατιωτῶν πρὸς τοῦ Χοσρόου κατὰ τὸ Δάρας ἐναποκλεισθέντων ἐπ̓ ἀδείας αἵ τε προνομαὶ καὶ αἱ ἔφοδοιἐγίγνοντο. Ἔπεισι δὲ καὶ τῇ Θεουπολιτῶν διὰ τῶν ἀμφ̓ αὐτόν, οὐδὲ γὰρ αὐτὸς ἀφίκετο. Οἳ καὶ παρὰ πᾶσαν ἐλπίδα ἀπεκρούσθησαν, μηδενὸς ἐναπομείναντος τῇ πόλει ἣ λίαν κομιδῇ εὐαρίθμων, καὶ τοῦ ἱερέως πεφευγότος καὶ τὰ ἱερὰ ὑπεξαγαγόντος κειμήλια, διότικαὶ τὰ πολλὰ τοῦ τείχους διερρύη, καὶ ὁ δῆμος ἐπανέστη νεωτέρων πραγμάτων ἄρξαι θέλων, οἷα φιλεῖ γίγνεσθαι καὶ μάλιστα παρὰ τοὺς τοιούτους καιρούς: οἳ καὶ αὐτοὶ πεφευγότες ἐρήμην την πόλιν καταλελοίπασιν, οὐδενὸς ὅλως ἐπινοηθέντος εἰς ἐπιτέχνησιν ἢἀντεπιχείρησιν.

Ὡς δ̓ οὖν τῆς πείρας ταύτης διήμαρτεν Ἀδαρμαάνης, [*](Niceph. xvii 38 Joh. Ephes. vi 6) ἐμπρήσας τὴν πάλαι μὲν Ἡράκλειαν, ὕστερον δὲ Γαγγαλικὴν ὀνομασθεῖσαν, Ἀπάμειαν κατείληφεν, πρὸς Σελεύκου τοῦ Νικάνορος συνοικισθεῖσαν, πάλαι μὲν εὐδαίμονακαὶ πολυάνθρωπον, τῷ χρόνῳ δὲ τὰ πολλὰ διαρρυεῖσαν. Ὃς ἐπί τισι συμβάσεσι τὴν πόλιν παρειληφώς, ἐπεὶ μηδὲ ἀντιστῆναι οἶοί τε καθειστήκεισαν τοῦ τείχους ὑπὸ γήρως ἐπὶ γῆς κειμένου, πᾶσαν ἐμπρήσας καὶ πάντα ληϊσάμενος παρὰ τὰ συγκείμενα, ἀπιὼν ᾤχετοἐξανδραποδίσας τὴν πόλιν καὶ τὰ προστυχόντα χωρία. Μεθ̓ ὧν καὶ τὸν ἱερέα τῆς πόλεως καὶ τὸν τὴν ἀρχὴν ἐπιτροπεύοντα ζωγριας ἀπήγαγεν. Τὰ πάντα δεινὰ καὶ κατὰ τὴν ἀποπόρευσιν εἰργάσατο, οὐδενὸς ἀνείργοντος ἣ ὅλως ἀντιπίπτοντος, πλὴν ἐλαχίστου κομιδῇ στρατοῦπρὸς Ἰουστίνου πεμφθέντος ὑπὸ Μάγνῳ ταττομένου, πρώην μὲν ἀργύρου τραπέζης προϊσταμένῳ κατὰ τὴν βασιλέως, ὕστερον δὲ καὶ μίαν τῶν βασιλικῶν οἰκιῶν

207
ἐμπιστευθέντι πρὸς Ἰουστίνου: οἳ καὶ προτροπάδην ἔφυγον, μικροῦ δορυάλωτοι ληφθέντες. Ἀδαρμαάνης μὲν οὖν ταῦτα κατειργασμένος τὸν Χοσρόην [*](Simoc. iii 11 Joh. Ephes. vi 5) κατειλήφει, οὔπω τὴν πόλιν ἐκπολιορκήσαντα. Ὃς προστεθεὶς αὐτοῖς μεγάλην ῥοπὴν δέδωκε, τούς τε οἰκείους ἀναθαρσήσας τό τε ἀντίξοον καταπλήξας. Εὕρηκε δὲ τήν τε πόλιν ἀποτειχισθεῖσαν καὶ χοῦν ἀγχοῦ τοῦ τείχους συμφορηθέντα πολὺν καὶ τὰς ἑλεπόλεις μηχανὰς ἑστώσας, καὶ μάλιστα τοὺς καταπέλτας ἐξ ὑπερδεξίων ῥιπτοῦντας, οὓς λιθοβόλους ἡ συνήθεια καλεῖ. Οἷς καὶ τὴν πόλιν κατὰ κράτος εἷλεν ὁ Χοσρόης κατὰ τὴν ὥραν τοῦ χειμῶνος, Ἰωάννου τοῦ Τιμοστράτου παιδὸς αὐτῆς ἄρχοντος, ἥκιστα πεφροντικότος ἢ καὶ καταπροδόντος. Λέγεται γὰρ ἐπ̓ ἀμφότερα. Προσήδρευσε δὲ τῇ πόλει ὁ Χοσρόης πέμπτον καὶ πρός γε μῆνα, μηδενὸς ἀμύνοντος. Ἅπαντας τοίνυν ἐξαγαγών, πλῆθος ἀστάθμητον, καὶ τοὺς μὲν αὐτοῦ δειλαίως κατασφάξας, τοὺς δὲ πλείστους καὶ ζωγρίας ἑλών, τὴν μὲν πόλιν ἐπίκαιρον οὖσαν φρουρᾷ κατέσχεν: αὐτὸς δὲ πρὸς τὰ οἰκεῖα ἀπεχώρησεν ἤθη.

Ἅπερ ἐπειδὴ ἠκηκόει ὁ Ἰουστῖνος, ἐκ τοσούτου [*](Niceph. xvii 39 Joh. Epiph. FHG iv 275 Menand. ibid. 240 Simoc. iii 11)τύφου καὶ ὄγκου οὐδὲν ὑγιὲς ἢ φρενῆρες ἐννοήσας οὐδὲ ἀνθρωπίνως τὸ συνενεχθὲν ἀνατλάς, ἐς φρενίτιδα νόσον καὶ μανίαν ἐμπίπτει, οὐδὲν λοιπὸν τῶν γινομένων συνιείς. Διῴκει δὲ τὸ πολίτευμα Τιβέριος, Θρᾷξ μὲν γένος, τὰ πρωτεῖα δὲ παρὰ Ἰουστίνῳ φέρων: ὃν καὶ κατὰ τῶν Ἀβάρων πρώην ἐπεπόμφει, πολὺ ἀγείρας πλῆθος στρατοῦ. [*](Menand. ibid. 235, 237) Ὃς καὶ μικροῦ ἑάλω, τῶν στρατιωτῶν μηδὲ τὴν θέαν τῶν βαρβάρων ὑπενεγκάντων, εἰ μὴ θεία πρόνοια παραδόξως τοῦτον διέσωσε καὶ εἰς τὴν Ῥωμαίων βασιλείαν ἐφύλαξε, κινδυνεύσασαν τοῖς Ἰουστίνου παραλόγοις ἐγχειρήμασι σὺν καὶ τῷ ὅλῳ πολιτεύματι διαρρυῆναι, καὶ βαρβάροις τῆς τοσαύτης ἀρχῆς ἐκστῆναι.

Βουλεύεται τοίνυν βουλὴν ἐπίκαιρον καὶ τοῖς [*](Niceph. xvii 39)

208
[*](Menand. FHG iv 241, 253) πράγμασιν ἁρμοδίαν, ἣ τὸ πᾶν ἀνώρθωσε πταῖσμα. Τραϊανὸν γὰρ παρὰ τὸν Χοσρόην ἐκπέμπουσιν, ἄνδρα λόγιον τῆς συγκλήτου βουλῆς πολιᾷ τε καὶ συνέσει τοῖς πᾶσι τίμιον, οὐκ ἐκ προσώπου τῆς βασιλείας οὐδὲ μὴν τῆς πολιτείας τὴν πρεσβείαν ἀνύσοντα, ὑπὲρ δέ γε μόνησΣοφίας τὰς διαλέξεις ποιησόμενον. Γέγραφε δὲ καὶ αὐτὴ πρὸς Χοσρόην, τάς τε συμφορὰς τἀνδρὸς ποτνιωμένη τό τε τῆς πολιτείας ἄναρχον, καὶ ὡς οὐ δέοι χήρᾳ γυναικὶ καὶ βασιλεῖ κειμένῳ καὶ ἐρήμῃ πολιτείᾳ ἐπεμβαίνειν: καὶ [*](Menand. ibid. 240) αὐτὸν γὰρ νοσήσαντα μὴ μόνον τῶν παραπλησίων τυχεῖν,ἀλλὰ γὰρ καὶ τοὺς πάντων ἀρίστους ἰατροὺς πρὸς τῆς Ῥωμαίων πολιτείας παῤ αὐτὸν πεμφθῆναι, οἳ καὶ τὴν νόσον διέλυσαν. Πείθεται τοίνυν ὁ Χοσρόης: καὶ μέλλων ὅσον οὔπω τοῖς Ῥωμαίων ἐπιτίθεσθαι πράγμασι, ἐκεχειρίαν [*](Joh. Ephes. vi 8) ποιεῖται τριῶν χρόνων ἐν τοῖς ἑῴοις μέρεσι, δόξαντὴν Ἀρμενίαν ἐν τοῖς παραπλησίοις μεῖναι, ὡς ἂν αὐτοῦ πολεμῷεν, μηδενὸς τὰ ἑῷα παρενοχλοῦντος. Τούτων κατὰ [*](Menand. ibid. 231, 268 Joh. Ephes. vi 30, 32) τὴν ἑῷαν πεπραγμένων, τὸ Σίρμιον πρὸς τῶν Ἀβάρων ἑάλω, πρώην μὲν ὑπὸ Γηπαίδων κρατούμενον, Ἰουστίνῳ δὲ πρὸς αὐτῶν παραδοθέν.

Ἐν τοσούτῳ δὲ Καίσαρα Τιβέριον βουλεύμασι [*](Niceph. xvii 40 Simoc. iii 11 Theophan. 248 Cramer. An. Par. ii 326 Joh. Ephes. iii 5) Σοφίας Ἰουστῖνος ἀναγορεύει, τοιαῦτα κατὰ τὴν ἀνάρρησιν ἐπιφθεγξάμενος ἃ πᾶσαν ἐκβέβηκε παλαιάν τε καὶ νέαν ἱστορίαν, τοῦ φιλανθρώπου θεοῦ ἐνδόντος καιρὸν Ἰουστίνῳ τάς τε οἰκείας ἐξειπεῖν ἁμαρτίας τά τε χρηστὰ εἰσηγήσασθαιὑπὲρ τοῦ τῇ πολιτείᾳ συνοίσοντος. Ἀθροισθέντων γὰρ ἐν τῇ ὑπαίθρῳ αὐλῇ, ἔνθα παλαιὸν ἔθος λέγει τὰ τοιαῦτα γίνεσθαι, τοῦ τε ἀρχιερέως Ἰωάννου, οὗ πρόσθεν ἐμνήσθημεν, καὶ τῶν ἀμφ̓ αὐτὸν τῶν τε ἐν ἀξιώσεσι τελούντων καὶ τῶν περὶ τὴν αὐλὴν στρατευομένων, τὸνβασιλικὸν χιτῶνα ἐνδιδύσκων Τιβέριον καὶ τὴν χλαῖναν περιτιθείς, ἀναφανδὸν κεκραγὼς ἐξεῖπεν: Μὴ πλανάτω σε

209
τῆς ἀμπεχόνης ἡ φαντασία, μηδὲ τῶν ὁρωμένων ἡ σκηνή, οἷς ὑπαχθεὶς ἔλαθον ἐμαυτὸν ταῖς ἐσχάταις ποιναῖς ὑπόδικος γενόμενος. Ἀνόρθωσον τὰς ἐμὰς ἁμαρτάδας, διὰ πάσης εὐπαθείας ἄγων τὸ πολίτευμα. Καὶ τοὺς ἄρχοντας δὲ δεικνὺς ἔλεγεν ἥκιστα χρῆναι τούτοις πείθεσθαι, προσθεὶς ὡς αὐτοί με ἐς ἅπερ ὁρᾷς ἤγαγον, καὶ ἕτερα τοιαῦτα ἅπερ ἅπαντας ἐς κατάπληξιν καὶ δακρύων ἄμετρον χύσιν ἤγαγεν. Ἦν δέ γε ὁ Τιβέριος μέγιστός τε τὸ σῶμα καὶ ἐς [*](Niceph. xviii 1 Simoc. iii 16 Cramer. An. Par. ii 327 Joh. Ephes. iii 11, 14, 22) ὑπεροχὴν εὐπρεπέστατος μᾶλλον ἤπερ τις εἴκασεν οὐ βασιλέων μόνων, ἀλλὰ καὶ πάντων ἀνθρώπων: ὡς πρῶτον μὲν τὸ εἶδος ἄξιον τυραννίδος εἶναι. Τὴν δὲ ψυχὴν ἤπιός τε καὶ φιλάνθρωπος, εὐθὺς ἀπὸ τοῦ βλέμματος ἅπαντας δεξιούμενος, πλοῦτον ἡγούμενος τὸ πᾶσιν ἐπαρκεῖν περὶ τὰς ἐπιδόσεις οὐ πρὸς μόνην τὴν χρείαν, ἀλλὰ καὶ κατὰ τὸ περιούσιον. Οὐ γὰρ ὅ τι λαβεῖν ὤφειλον οἱ δεόμενοι τοῦτο διεσκόπει, ἀλλ̓ ὅπερ βασιλέα Ῥωμαίων δοῦναι προσήκει: κίβδηλον δὲ τὸν χρυσὸν ἡγεῖτο τὸν ἐκ δακρύων ἥκοντα. Ὅθεν ἀμέλει τήν τε δασμολογίαν τοῖς συντελοῦσι ἐπαφῆκεν ἑνὸς τέλεον χρόνου, τάς τε κτήσεις αἷσπερ ὁ Ἀδραμαὰν ἐλυμήνατο, τῶν ἐπικειμένων τελῶν οὐ πρός τι μέτρον τῆς βλάβης, ἀλλὰ καὶ πολλῷ καθυπέρτερον ἠλευθέρωσεν. Ἀφείθησαν δὲ καὶ τοῖς ἄρχουσι αἱ ἄθεσμοι ʽ??ʼ δόσεις, αἷς πρώην οἱ βασιλεῖς τοὺς ὑπηκόους ἐπίπρασκον: καὶ ὑπὲρ τούτων καὶ διατάξεις ἔγραψε, καὶ τὸ μέλλον κατασφαλισάμενος.

Τοῖς τοίνυν κακῶς συλλεγεῖσι χρήμασι ἐς δέον [*](Niceph. xviii 2 Simoc. iii 12 — 14 Joh. Biclarensis a. 575) χρησάμενος, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο: καὶ τοσοῦτον ʽ??ʼγειρει στρατὸν ἀνδρῶν ἡρώων, ἔκ τε τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν τὰ ἀμφὶ τὸν Ῥῆνον ἀριστίνδην στρατολογήσας, τά τε ἐντὸς τῶν Ἄλπεων, Μασσαγετῶν τε καὶ ἑτέρων Σκυθικῶν γενῶν, καὶ τὰ περὶ Παιονίαν, καὶ Μυσούς, καὶ Ἰλλυριούς, καὶ Ἰσαύρους, ὡς σύνεγγυς πεντήκοντα

210
καὶ ἑκατὸν χιλιάδων ἴλας ἱππέων ἀρίστων ἐγκαταστήσασθαι, ἐξῶσαί τε τὸν Χοσρόην, μετὰ τὴν Δάρας ἅλωσιν εὐθὺς ἀνὰ τὸ θέρος ἐπὶ τὴν Ἀρμενίαν ἐλάσαντα, ἐκεῖθέν τε τὰς ὁρμὰς ἐπὶ τὴν Καίσαρος ἔχοντα, ἣ τῶν Καππαδοκῶν ἄρχει καὶ τῶν αὐτόσε πόλεων προκάθηται. [*](Menand. FHG iv 242 Joh. Ephes. vi 8) Ὅς τοσοῦτον ὑπερεφρόνει τὴν Ῥωμαίων ἀρχήν, ὅτι γεπρεσβευσαμένου τοῦ Καίσαρος, οὐκ ἠξίου τῆς ὡς αὐτὸν ἐσόδου τοῖς πρέσβεσι μεταδοῦναι, ἕπεσθαι δὲ τούτοις διεκελεύετο μέχρι τῆς Καίσαρος: ἐκεῖσε γὰρ περὶ τῆς πρεσβείας διασκοπεῖν ἔλεγεν.Ὡς γοῦν ἀντιμέτωπον εἶδε τὸ Ῥωμαίων στράτευμα ὑπὸ Ἰουστινιανῷ ταττόμενον τἀδελφῷ Ἰουστίνου τοῦ πρὸς Ἰουστίνου δειλαίως ἀνῃρημένου, ἀκριβῶς ἐξωπλισμένον, τό τε ἐνυάλιον τὰς σάλπιγγας ἠχούσας, καὶ τὰ σημεῖα πρὸς μάχην αἰρόμενα, τόν τε στρατιώτην φονῶντακαὶ θυμοῦ μετὰ τῆς εἰς ἄγαν εὐκοσμίας πνέοντα, ἵππον τε τοσαύτην καὶ τοιαύτην ἣν οὐδεὶς πώποτε βασιλέων ἐφαντάσθη, πολλά γε ἐπιθειάσας ἀνῴμωξε μύχιον πρὸς τὸ ἄνελπι καὶ ἀδόκητον, καὶ μάχης οὐκ ἤθελεν ἄρχειν. Ἀναβαλλομένῳ δὲ αὐτῷ καὶ διαμέλλοντι καὶ τὸν καιρὸντρίβοντι καὶ σοφιζομένῳ τὴν μάχην, ἔπεισι Κοῦρσος, Σκύθης ἀνήρ, τοῦ δεξιοῦ κέρως ἡγούμενος. Καὶ μὴ οἵων τε γενομένων ἐνεγκεῖν τὴν ἐμβολὴν τῶν κατ̓ αὐτὸν Περσῶν, ἐκλελοιπότων δὲ μάλα λαμπρῶς τὴν τάξιν, πολὺν μὲν εἰργάσατο φόνον τῶν ὑπεναντίων. Ἔπεισι δὲ τοῖσοὐραγοῖς, ἔνθα καὶ τὴν ἀποσκευὴν ὅ τε Χοσρόης καὶ ὁ σύμπας εἶχε στρατός: αἱρεῖ τε τὰ βασιλικ̔??ʼ κειμήλια ἁπαξάπαντα καὶ μὴν καὶ τὴν ἀποσκευὴν ἅπασαν, ὁρῶντος μὲν Χοσρόου καὶ ἐγκαρτεροῦντος, ἀνεκτοτέραν δὲ τῆς ἑαυτοῦ ἐπιστροφῆς τοῦ Κοὺρς ἡγουμένου.Οὗτος μὲν οὖν σὺν τοῖς ἀμφ̓ αὐτὸν μεγάλων χρημάτων
211
καὶ λαφύρων ἐγκρατὴς γενόμενος, τά τε σκευοφόρα τῶν ζῴων σὺν καὶ αὐτοῖς τοῖς φορτίοις φέρων, ἐν οἷς καὶ τὸ Χοσρόου σεβαστὸν πῦρ, ὃ θεὸς καθειστήκει, περιελαύνει μὲν τὸ Περσῶν στρατόπεδον παιανίζων. Ἀφικνεῖται δὲ παρὰ τοὺς οἰκείους ἀμφὶ τὰς ἐπιλυχνίους ὥρας ἤδη διαλυθέντας ἐκ τῶν σφῶν τάξεων, μήτε Χοσρόου μάχης ἄρξαντος μήτε μὴν αὐτῶν, μόνων δέ τινων ἀκροβολισμῶν γενομένων, ἢ εἴ πού γε εἷς πρὸς ἕνα συνεπλάκη ἐξ ἀμφοῖν τοῖν στρατοπέδοιν, ὅπερ εἰώθει γίγνεσθαι. Πυρὰ δὲ πολλὰ τὴν νύκτα ὁ Χοσρόης ἀνάψας, πρὸς νυκτομαχίαν παρεσκευάζετο. [*](11) Καὶ δυοῖν στρατοπέδοιν τοῖς Ῥωμαίοις γενομένοιν, ἔπεισι ἀωρεὶ τῶν νυκτῶν τοῖς ἀμφὶ τὸ βόρειον μέρος. Ὧν ὑποχωρησάντων τῷ αἰφνιδίῳ τε καὶ ἀδοκήτῳ, πλησιαζούσῃ Μελιτινῇ ἔπεισι τῇ πόλει, ἀφυλάκτῳ καὶ ἐρήμῃ πολιτῶν καθεστώσῃ: καὶ πᾶσαν πυρπολήσας πρὸς τὴν διάβασιν τοῦ Εὐφράτου παρεσκευάζετο ποταμοῦ. Ὡς δὲ ἁλισθὲν τὸ στράτευμα τῶν Ῥωμαίων εἵπετο, δείσας περὶ τῆς ἑαυτοῦ σωτηρίας, αὐτὸς μὲν ἐλέφαντι ἐπιβὰς τὸν ποταμὸν ἐπεραιώθη: τῶν δὲ ἀμφ̓ αὐτὸν τὸ πολὺ πλῆθος τοῖς τοῦ ποταμοῦ ῥεύμασιν ἐκηδεύθη: οὓς ἀποπνιγέντας λαβὼν ἀπιὼν ᾤχετο. Χοσρόης μὲν οὖν ταύτην ὑστάτην ποινὴν τῆς εἰς Ῥωμαίους τοσαύτης παροινίας καταθείς, σὺν καὶ τοῖς περισωθεῖσιν τὰ ἑῷα κατειλήφει, ἔνθα τὴν ἐκεχειρίαν εἶχε, ὡς ἂν μή τις αὐτῷ ἐπίοι. Ὁ δέ γε Ἰουστινιανὸς εἰσβαλὼν [*](Joh. Biclarensis a. 575) σὺν παντὶ τῷ στρατῷ εἰς τὴν Περσῶν ἐπικράτειαν ὅλην τὴν χειμάδιον ὥραν αὐτοῦ διήγαγεν, μηδενὸς παντάπασιν ἐνοχλήσαντος. Ἐπανῆκε μὲν οὖν ἀμφὶ θερινὰς τροπάς, οὐδὲν ὅλως ἀποβαλὼν τοῦ στρατοῦ, καὶ σὺν εὐπαθείᾳ καὶ κλέει πολλῷ παῤ αὐτὰ ἐθέριζε τὰ μεθόρια.

Τῷ δὲ Χοσρόῃ μυρίον ἄχος ἐπιχυθέν, ἁλύοντα [*](Niceph. xviii 2 Agathias iv 29 Simoc. iii 14 Theophan. 251 Joh. Ephes. vi 9) καὶ ἀμηχανοῦντα καὶ τῇ παλιρροίᾳ τῆς λύπης καταποντωθέντα τοῦ βίου δειλαίως ἀφείλετο, στήλην ἀθάνατον τῆς αὐτοῦ φυγῆς ἀναθέντα ὃν γέγραφε νόμον μηκέτι

212
βασιλέα Περσῶν κατὰ Ῥωμαίων στρατηγεῖν. Βασιλεύει δὲ Ὁρμίσδης ὁ τούτου παῖς, ὃν νῦν ἐατέον ἐπεὶ τὰ ἑξῆς πρὸς ἑαυτά με καλεῖ, καὶ τὴν ῥύμην τοῦ λόγου ἀπεκδέχεται.

Ἰωάννου τοῦ καὶ Κατελλίνου τῆς ἐντεῦθεν μεταστάντος [*](Niceph. xvii 36) διαίτης, Βόνοσος τοὺς οἴακας τῆς ἐπισκοπῆσῬώμης ἐγχειρίζεται, καὶ μετ̓ αὐτὸν ἕτερος Ἰωάννης, Πελάγιός τε αὖ. Τῆς δὲ βασιλίδος μετὰ Ἰωάννην ὁ πρό γε αὐτοῦ Εὐτύχιος. Μετὰ δὲ Ἀπολινάριον Ἰωάννης τὸν Ἀλεξανδρείας διαδέχεται θρόνον, μεθ̓ ὃν Εὐλόγιος. Ἐπὶ δὲ τὴν Ἱεροσολύμων ἄνεισιν ἱερωσύνην μετὰ ΜακάριονἸωάννης, ἐν τῇ καλουμένῃ τῶν Ἀκοιμήτων μονῇ τὸν ἄσκευον βίον ἀγωνισάμενος, μηδενὸς νεωτερισθέντος περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν.

Ἀνὰ δὲ τὴν Θεουπολιτῶν καὶ τὴν γείτονα Δάφνην, [*](Niceph. xviii 3) Τιβερίου Καίσαρος τρίτον ἔτος τὴν βασιλείαν διακυβερνῶντος,κλόνος τε τῆς γῆς γέγονεν ἐξαίσιος ἐς αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον, ὅτε καὶ σύμπασα Δάφνη τῶν σεισμῶν ἔργον γέγονε, τῶν ἐν Θεουπόλει δημοσίων καὶ ἰδιωτικῶν οἰκοδομιῶν διαρραγεισῶν μὲν μέχρι τῆς γῆς αὐτῆς, οὐ μὴν ἐς ἔδαφος γόνυ κλινασῶν. Γεγόνασι δὲ καὶἕτερα ἔνια λόγου πολλοῦ ἄξια ἀνά τε Θεούπολιν αὐτὴν καὶ τὴν βασιλεύουσαν, ἅπερ ἀμφοτέρας ἀνετάραξε καὶ ἐς μεγίστους ἀνεβάκχευσε θορύβους, τὴν ἀφορμὴν ἐκ θείου ζήλου λαχόντα, καὶ πέρας θεοπρεπὲς δεξάμενα, ἃ καὶ λέξων ἔρχομαι.

Ἀνατόλιός τις, πρῶτα μὲν εἷς τῶν πολλῶν τε καὶ [*](Niceph. xviii 4 Joh. Ephes. iii 28 — 33) ἐπιδιφρίων καθεστώς, ὕστερον δὲ ἀρχαῖς τε καὶ ἑτέροις πράγμασι οὐκ οἶδ̓ ὅπως ἐπεσφρήσας ἑαυτόν, ἀνὰ τὴν Θεουπολιτῶν τὴν δίαιταν εἶχεν, ἔνθα καὶ διῴκει τὰ ἐν χερσὶ πράγματα: ἐξ ὧν καὶ συνήθης μάλιστα Γρηγορίῳγέγονε τῷ τῆς αὐτῆς πόλεως προέδρῳ, συχνά τε παῤ αὐτὸν ἐφοίτα, τὰ μὲν καὶ πράγματα διαλεξάμενος, τὰ δὲ

213
καὶ μείζω δύναμιν ἐκ τῆς πρὸς αὐτὸν ἀσχολίας μνώμενος. Οὗτος ἐπὶ θυσίαις ἥλω, καὶ πρὸς εὐθύνας κληθεὶς ἐφωράθη ἐξάγιστος καὶ γόης καὶ μυρίοις ἀτοπήμασιν ἐνειλημμένος. Ἐξωνεῖται δὲ τὸν τῆς ἑῴας ἡγούμενον, καὶ μικροῦ ἃν ἀφείθη σὺν τοῖς ἀμφ̓ αὐτόν — εἶχε γὰρ καὶ ἑτέρους ὁμοτρόπους, οἳ συνήλωσαν — , εἰ μή γε ὁ λεὼς ἀναστὰς καὶ πάντα κυκήσας τὸ σκέμμα διέλυσεν. Ἐπεβόων δὲ καὶ κατὰ τοῦ ἱερέως, φάσκοντες καὶ αὐτὸν κοινωνῆσαι τοῦ βουλεύματος. Ταραξίας δέ τις καὶ ἀλιτήριος δαίμων ἀνέπεισεν ἐνίους, ὡς καὶ θυσίαις σὺν Ἀνατολίῳ παρενέβαλεν. Ἐντεῦθεν καὶ πρὸς ἔσχατον ἦλθεν κινδύνου Γρηγόριος, ἐφόδων μεγάλων κατ̓ αὐτοῦ πρὸς τοῦ δήμου γενομένων. Καὶ τοσοῦτον ἤρθη τὰ τῆς ὑπονοίας, ὡς καὶ βασιλέα Τιβέριον ζητῆσαι τὴν ἀλήθειαν διὰ τῆς Ἀνατολίου φωνῆς ἐκμαθεῖν. Κελεύει δ̓ οὖν καὶ Ἀνατόλιον καὶ τοὺς ἀμφ̓ αὐτὸν τὴν βασιλέως τάχιστα καταλαβεῖν. Ἅπερ ἐγνωκὼς ὁ Ἀνατόλιος, ἐπί τινος εἰκόνος τῆς θεοτόκου κατὰ τὴν εἱρκτὴν καλωδίῳ αἰωρημένης ἐκδραμὼν καὶ ὀπίσω τὼ χέρε περιστρέψας, τὸν ἱκετεύοντα καὶ δεόμενον ἀπήγγειλεν. Ἡ δὲ μυσαχθεῖσα καὶ τὸν ἐναγῆ καὶ θεομισῆ διελέγχουσα, τέλεον ἐκ τοὔμπαλιν μετεστράφη, θαῦμα φρικῶδες καὶ τῆς εἰς ἀεὶ μνήμης ἄξιον. Ὅπερ ὑπὸ πάντων τῶν τε ἐμφρουρίων τῶν τε αὖ τὴν φυλακὴν αὐτοῦ καὶ τῶν ἀμφ̓ αὐτὸν πεπιστευμένων ὁραθὲν τοῖς πᾶσι διηγγέλθη. Ὡράθη δὲ καὶ ὕπαρ τισὶ τῶν [*](26) πιστῶν, παροτρύνουσα κατὰ τοῦ ἀλάστορος φάσκουσά τε τῷ αὐτῆς υἱῷ τὸν Ἀνατόλιον ἐνυβρίσαι. Ὡς δὲ κατὰ τὴν βασιλέως ἤχθη, πᾶσάν τε αἰκίας ὑπερβολὴν ὑποστὰς οὐδὲν ὅλως κατὰ τοῦ ἱερέως ἔσχεν εἰπεῖν, μειζόνων κἀκεῖσε θορύβων καὶ πανδήμου στάσεως αἴτιος τῇ πόλει σὺν τοῖς ἀμφ̓ αὐτὸν γέγονεν. Ἐνίων γὰρ αὐτῶν ψῆφον δεξαμένων ἐξοστρακίζουσαν, οὐ μὴν ἀναιροῦσαν, θείῳ τινὶ ζήλῳ πυρωθεὶς ὁ δῆμος ἅπαντα διετάραττεν, ἀγριαίνων τε καὶ χαλεπαίνων: καὶ τοὺς μὲν ἐξοστρακισθέντας ἀναρπάσας ἀκατίῳ τε ἐμβιβάσας πυρὶ
214
ζῶντας παρέδωκε, τοῦ δήμου τὴν ψῆφον ἐξενέγκαντος. Κατεβόων δὲ καὶ τοῦ βασιλέως καὶ Εὐτυχίου τοῦ σφῶν ἱερέως, ὡς τὴν πίστιν προδόντων. Οἳ καὶ διαχρήσασθαι τὸν Εὐτύχιον ἤμελλον καὶ τοὺς τὴν ζήτησιν ἐμπεπιστευμένους, πάντη περιϊόντες καὶ τούτους ἀνερευνώμενοι, εἰ μή γε ἡπάντων σώτειρα πρόνοια ἐκείνους μὲν ἐκ τῶν ζητούντων ἀνήρπασε, τὸν δὲ θυμὸν τοῦ τοσούτου λεὼ κατὰ σμικρὸν κατηύνασεν, μηδενὸς ἐκ χειρῶν ἀτοπήματος γενομένου. Καὶ αὐτὸς δὲ Ἀνατόλιος θηρίοις πρότερον ἐς τὸ ἀμφιθέατρον παραδοθεὶς καὶ πρὸς αὐτῶν τὸ σῶμα σπαραχθείς, ὕστερονἀνεσκολοπίσθη, οὐδὲ οὕτω τῶν ἐνταῦθα ποινῶν λύσιν εὑράμενος: λύκοι γὰρ τὸ μιαρὸν αὐτοῦ σῶμα καταγαγόντες, οὐχ ἱστορηθὲν πώποτε, πρὸς θοίνην διενείμαντο. Ἦν δέ τις τῶν παῤ ἡμῖν ὃς καὶ πρὶν ταῦτα γενέσθαι ἔλεγε καθ̓ ὕπνους ἰδεῖν ὡς ἡ κατὰ Ἀνατολίου ψῆφος καὶ τῶν ἀμφ̓αὐτὸν τῷ δήμῳ ἐδόθη. Καὶ μέγας δὲ εἷς τῶν βασιλικῶν οἰκιῶν προεστὼς ἰσχυρῶς μάλα τοῦ Ἀνατολίου ὑπερασπίζων εἰρήκει θεάσασθαι τὴν θεοτόκον λέγουσαν, μέχρι τίνος ἀντέχῃ Ἀνατολίου, οὕτως εἰς αὐτήν τε καὶ τὸν αὐτῆς παῖδα ἐνυβρίσαντος. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.

Ὁ δέ γε Τιβέριος, ἐπεὶ Ἰουστινιανὸς μὴ τῇ [*](Niceph. xviii 5) παραπλησίᾳ τύχῃ κατὰ τῶν βαρβάρων ἐχρῆτο, παύει μὲν αὐτὸν τῆς ἀρχῆς, ἤδη καὶ τὸν στέφανον περιθέμενος καὶ Ἰουστίνου τελευτήσαντος. Χειροτονεῖ δὲ τῆς ἑῴας [*](Niceph. xviii 8 Joh. Ephes. vi 14) στρατηγὸν Μαυρίκιον, ἕλκοντα μὲν γένος καὶ τοὔνομαἐκ τῆς πρεσβυτέρας Ῥώμης, ἐκ δὲ τῶν προσεχῶν πατέρων Ἀραβισσὸν πατρίδα ἐπιγραφόμενον τοῦ Καππαδοκῶν [*](Cramer. An. Par. ii 329 Menand. FHG iv 258) ἔθνους, ἄνδρα φρενήρη τε καὶ ἀγχίνουν καὶ πάντα ἐν πᾶσιν ἀκριβῆ τε καὶ ἀδόνητον. Ὃς τήν τε δίαιταν τούς τε τρόπους εὐσταθής τε ὢν καὶ ἀπεξεσμένος, γαστρός τεἐκράτει μόνοις τοῖς ἀναγκαίοις καὶ εὐπορίστοις χρώμενος, τῶν τε ἄλλων ἁπάντων οἷς ὁ ἐκδεδιῃτημένος ἐγκαλλωπίζεται βίος. Ἦν δὲ τὰς ἐντεύξεις τοῖς πολλοῖς οὐκ εὐπρόσοδος οὐδὲ τὰς ἀκοὰς ἀνειμένος: τὸ μὲν εἰδὼς εἰς περιφρόνησιν ἄγον, τὸ δὲ εἰς θωπείας φέρον. Τὰς μὲν

215
οὖν ἐς αὐτὸν ἐσόδους σπανίας παρείχετο, καὶ ταύτας ἐσπουδασμένων πέρι: τὰς δὲ ἀκοὰς τοῖς περιττοῖς ἀπέφραττεν οὐ κηρῷ κατὰ τὴν ποίησιν, λόγῳ δὲ μᾶλλον: ὡς ἄριστα κλεῖν αὐταῖς τὸν λόγον εἶναι, εὐθέτως ἐν ταῖς διαλέξεσιν ἀνοίγουσάν τε καὶ ἀποκλείουσαν. Ἀμαθίαν δὲ τοῦ θράσους τὴν μητέρα καὶ δειλίαν τὴν ἀπῳκισμένην καὶ σύνθυρον αὐτῇ οὕτως ἀπώσατο, ὡς τὸ μὲν κινδύνευμα εὐβουλίαν εἶναι, τὸν δὲ ὄκνον ἀσφάλειαν, ἀνδρείας τε καὶ φρονήσεως τοῖς καιροῖς ὀχουμένων καὶ τὰς ἡνίας πρυτανευόντων πρὸς ὃ ἂν ἡ χρεία ἐπιτάττοι, καὶ τὴν ὕφεσιν καὶ ἐπίτασιν αὐτῷ τῶν ὁρμῶν μέτρῳ τινὶ καὶ ῥυθμῷ γίγνεσθαι. Περὶ οὗ τελεώτερον ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅσος γὰρ καὶ οἷος τῇ βασιλείᾳ φυλακτέον, ἣ τρανότερον τὸν ἄνδρα διεσάφησε, τῷ αὐτεξουσίῳ καὶ τὰ ἔνδον ἀναπτύξασα. Οὗτος μὲν οὖν ὁ Μαυρίκιος τὰς ἐπιστρατεύσεις ποιησάμενος [*](Simoc. iii 15-18) κατὰ τῆς ὑπερορίας, πόλεις τε καὶ φρούρια Πέρσαις ἐπικαιρότατα αἱρεῖ, λείαν τε τοσαύτην περιεβάλετο ὥστε τὰ σαγηνευθέντα αἰχμάλωτα ὁλοκλήρους [*](Joh. Ephes. vi 15) νήσους καὶ πόλεις, ἀγρούς τε ἐρημωθέντας τῷ χρόνῳ ἐξοικῆσαι τήν τε γῆν ἐνεργὸν καταστήσασθαι πάντη πρώην ἀγεώργητον οὖσαν, στρατόπεδά τε ἐξ αὐτῶν συστῆναι πολύανδρα κατὰ τῶν ἄλλων ἐθνῶν μάλα γεννικῶς τε καὶ ἀνδρείως ἀγωνισάμενα, πληρωθῆναι δὲ καὶ πάσῃ ἑστίᾳ τὰς οἰκετικὰς χρείας, εἰς τὸ κουφότατον τῶν ἀνδραπόδων ἐκποιουμένων.

Συνανεπλάκη δὲ καὶ τοῖς ἀρίστοις Περσῶν τῷ [*](Niceph. xviii 5) τε Ταμχοσρόῃ καὶ Ἀδαρμαάνῃ μετὰ ἀξιολόγου στρατοῦ ἐπιστρατεύσασιν: καὶ ὅπως μὲν καὶ ὅ τι καὶ ὅπη πέπρακται, ἄλλοι γραφόντων, ἢ καὶ παῤ ἡμῶν ἴσως ἐν ἑτέρῳ λελέξεται πόνῳ, τῆς παρούσης πραγματείας ἕτερα μάλιστα κατεπαγγελλομένης.

216
[*](Menand. FHG iv 263 Joh. Ephes. vi 26) Πίπτει δ̓ οὖν ὅμως κατὰ τὴν παράταξιν ὁ Ταμχοσρόης, οὐκ ἀνδρείᾳ τοῦ Ῥωμαίων στρατοῦ, εὐλαβείᾳ δὲ μόνῃ καὶ τῇ εἰς θεὸν πίστει τοῦ στρατηγοῦ. Φεύγει δὲ καὶ ὁ Ἀδαρμαάνης κατὰ κράτος ἐν τῇ μάχῃ πταίσας καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, καὶ ταῦτα[*](Joh. Epher. iii 40 vi 16) Ἀλαμουνδάρου καταπροδόντος, ὃς τῶν Σκηνητῶν ἡγεῖτο βαρβάρων, καὶ τὸν Εὐφράτην οὐχ ἑλομένου διαβῆναι ποταμὸν καὶ συμμαχῆσαι τῷ Μαυρικίῳ κατὰ τῶν ἀπ̓ ἐναντίας Σκηνητῶν Ἀράβων — ἀκαταγώνιστοι γὰρ τοῖς ἄλλοις διὰ τὴν τῶν ἵππων ὠκύτητα, οὔτε καταλαμβανόμενοιεἴ που ἐγκλεισθεῖεν, καὶ τοὺς ἀπ̓ ἐναντίας ἐν ταῖς ὑπαγωγαῖς προφθάνοντες — , καὶ Θεοδωρίχου ὃς τῶν Σκυθικῶν ἐθνῶν ἡγεῖτο οὐδὲ ἐντὸς βέλους γενομένου, σὺν δὲ καὶ τοῖς ἀμφ̓ αὐτὸν πεφευγότος.